- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:253.22-255.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐释了亚里士多德为寻求彩虹的第二个极点而使用的线段比例几何定理,并通过反证法证明了比例的对应关系(即Δ与ΜΠ成比例)。
" Ἐκκείσθω οὖν τις γραμμὴ ἡ ΔΒ καὶ τετμήσθω ὡς ἡ ΜΗ πρὸς τὸ ΜΚ, ἡ Δ πρὸς Β." Δείξας ὁ Ἀριστοτέλης, ὅτι κυκλοειδὴς γίνεται ἡ ἶρις, καὶ ὅτι ἡμικύκλιον, εὑρηκὼς δὲ καὶ τὸν μὲν ἕνα πόλον αὐτῆς διὰ τοῦ Π σημείου, νῦν βούλεται καὶ τὸν ἕτερον αὐτῆς πόλον εὑρεῖν καὶ ἐπὶ τούτῳ δεῖξαι, πῶς καὶ ἐλάττων ἡμικυκλίου ἡ ἶρις γίνεται. ἵνα δὲ τὸν δεύτερον πόλον ἀγρεύσῃ τῆς ἴριδος, κέχρηται θεωρήματι γεωμετρικῷ τοιούτῳ· ἐκκείσθω γάρ, φησί, γραμμή τις ἡ ΔΒ καὶ τετμήσθω οὕτως, ἵνα ὃν λόγον ἔχει ἡ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἀγομένη ὄψις πρὸς τὴν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος ἀγομένην, ταὐτὸν δ’ εἰπεῖν, ὃν λόγον ἔχει ἡ ΗΜ πρὸς τὴν ΜΚ, τὸν αὐτὸν λόγον ἔχῃ ἡ Δ πρὸς τὴν Β. ἀλλὰ μὴν ἡ ΜΗ τῆς ΜΚ ἐστὶ μείζων· πολλῷ ἄρα μείζων καὶ ἡ Δ τῆς Β. καὶ προσεξαιρείσθω ἐφεξῆς τῇ Β ἑτέρα τις εὐθεῖα ἡ Ζ, ὥστε τὴν ΒΖ τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν Δ, ὃν ἡ Δ πρὸς τὴν Β. ἀλλ’ ἡ Δ τῆς Β μείζων· ἡ ἄρα ΒΖ τῆς Δ μείζων. πολλῷ ἄρα ἡ ΖΒ αὐτῆς Β μείζων (διελόντι ἄρα,1 ὡς ἡ ΒΖ πρὸς τὴν Δ, οὕτως ἡ Δ πρὸς τὴν Β). τρεῖς οὖν εὐθεῖαι· πρώτη ἡ ΖΒ, δευτέρα ἡ Δ, τρίτη ἡ Β. ἐὰν δὲ τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον λέγεται ἔχειν ἤπερ ἡ δευτέρα πρὸς τὴν τρίτην.2 ἡ ἄρα ΖΒ πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β· πολλῷ ἄρα μείζων ἡ ΖΒ τῆς Β ἤπερ ἡ Δ. κείσθω μὲν ἡ Ζ τῇ ΗΚ ἀνάλογον, ἡ δὲ Β τῇ ΚΠ. λέγω, ὅτι καὶ ἡ Δ τῇ ΜΠ ἀνάλογόν ἐστιν. εἰ γὰρ δυνατόν, μὴ ἔστω ἀνάλογον ἡ Δ τῇ ΜΠ, ἀλλ’ ἢ πρὸς μείζονα τῆς ΜΠ ἢ πρὸς ἐλάττονα ἐν τῷ ΗΑΜ ἡμισφαιρίῳ (τὸ γὰρ αὐτὸ ἄτοπον συναχθήσεται, εἴτε πρὸς μείζονα εἴτε πρὸς ἐλάττονα), τὴν ΠΡ ἡ Δ.3 τρεῖς οὖν εὐθεῖαι ἡ ΗΚ, ΚΠ, ΠΡ τρισὶν εὐθείαις ταῖς ΖΒΔ ἀνάλογόν εἰσιν. ἀλλ’ ἡ ΖΒ πρὸς τὴν Δ ἀνάλογον ἦν ὡς ἡ Δ πρὸς τὴν Β. ἦν δὲ ἡ Ζ ὡς ἡ ΗΚ, ἡ δὲ Β ὡς ΠΚ, ἡ δὲ Δ ὡς ἡ ΠΡ. ἀλλὰ * πρὸς τὴν ΠΡ ἔστιν ὡς ἡ ΡΠ πρὸς τὴν ΠΚ. ἐὰν οὖν ἐπιζευχθῶσιν ἡ ΡΚ καὶ ἡ ΡΗ, γίνονται τρίγωνα ἄλλα ὅμοια τὸ ΗΡΠ καὶ τὸ ΚΠΡ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν τὴν πρὸς τὸ Π. αἱ πλευραὶ τῶν δύο τριγώνων ἀνάλογόν ἐστιν ἥ τε ΠΡ καὶ ἡ ΚΠ, ὥστε καὶ ἡ ΗΠ πρὸς ΠΡ. ὥστε καὶ ΠΡ πρὸς ΚΡ τὸν αὐτὸν ἔχει λόγον, ὃν ἡ ΗΠ πρὸς ΠΡ· τὴν γὰρ αὐτὴν γωνίαν ὑποτείνουσι τὴν πρὸς τῷ Π, ἣν αὗται περιέχουσιν ἡ ΗΠ, ΠΡ καὶ ΡΠ, ΠΚ. ἡ δὲ ΗΠ πρὸς τὴν ΠΡ ὡς ἡ ΡΠ πρὸς τὴν ΚΠ, ἡ δὲ ΡΠ πρὸς ΚΠ ἦν ὡς ἡ ΜΗ πρὸς ΜΚ, ταὐτὸν δ’ εἰπεῖν ὡς ἡ Δ πρὸς τὴν Β. ἐν τῷ αὐτῷ ἄρα ἡμικυκλίῳ τῷ ΗΜ δύο εὐθείαις ταῖς ΚΜ, ΜΗ ἄλλαι δύο εὐθεῖαι συνέστησαν ἀνάλογον πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ Μ καὶ Ρ, αἱ ΗΡ, ΡΚ, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἡ Δ πρὸς ἐλάττω ἐστὶ τῆς ΜΠ. ὁμοίως δὲ δείξομεν, ὅτι οὔτε τῆς ἴριδος * * * εἰ γὰρ ἀπ’ αὐτοῦ πρὸς ὀξεῖαν γωνίαν ἐπιζεύξομεν ἐπὶ τὸ Μ καὶ περιαγομένων ἐπὶ τὸ Ν, κύκλος γραφήσεται ὁ ΜΝ, τουτέστιν ἶρις, κέντρον ἔχων τὸ Ο, 〈ἐφ’ ὃ〉 πᾶσαι αἱ κύκλῳ κάθετοι πεσοῦνται τοῦ ΜΝ ἡμικυκλίου· ἄξων δὲ ἔσται ἡ ΗΠ, πόλοι δὲ τὸ Η καὶ τὸ Π.
“于是设定某条线ΔΒ,并使之被切分,如同ΜΗ对ΜΚ那样,Δ对Β。” 亚里士多德指出了彩虹成为圆状的且是半圆,并且通过点Π找到了它的一个极点之后,现在也希望找到它的另一个极点,并在此基础上指出彩虹如何也成为小于半圆的。为了捕捉彩虹的第二个极点,他使用了如下这样的几何定理。他说,设定某条线ΔΒ,并这样切分它:从云引向太阳的视线对从眼睛引向云的视线所具有的比例——也就是说,ΗΜ对ΜΚ所具有的比例——让Δ对Β也具有相同的比例。然而ΜΗ大于ΜΚ;因此Δ也远大于Β。并且在Β之后另外截取某条直线Ζ,以致ΒΖ对Δ具有的比例与Δ对Β所具有的比例相同。但Δ大于Β;因此ΒΖ大于Δ。因此ΖΒ远大于Β本身(因此按分比,如ΒΖ对Δ,Δ亦对Β)。于是有三条直线:第一条是ΖΒ,第二条是Δ,第三条是Β。如果三条直线成连比例,那么第一条对第三条所具有的比例,就被称为第二条对第三条所具比例的二重比。因此ΖΒ对Β所具有的比例,是Δ对Β所具比例的二重比;因此ΖΒ比Β大,远甚于Δ[比Β大]。假定Ζ被置为与ΗΚ成比例,而Β与ΚΠ成比例。我主张,Δ也与ΜΠ成比例。因为如果可能的话,假定Δ不与ΜΠ成比例,而是在半球ΗΑΜ中与大于ΜΠ的线或小于ΜΠ的线成比例(因为无论对较大的线还是对较小的线,都会推导出相同的荒谬),即Δ[与]ΠΡ[成比例]。于是三条直线ΗΚ、ΚΠ、ΠΡ与三条直线Ζ、Β、Δ成比例。但是ΖΒ对Δ成比例,正如Δ对Β那样。而Ζ如ΗΚ,Β如ΠΚ,Δ如ΠΡ。但[ΗΠ]对ΠΡ正如ΡΠ对ΠΚ。于是如果连接ΡΚ与ΡΗ,便产生了另外两个相似的三角形,即ΗΡΠ与ΚΠΡ;因为它们共用在Π处的同一角。这两个三角形的诸边,即ΠΡ与ΚΠ成比例,以致ΗΠ对ΠΡ亦然。从而ΠΡ对ΚΡ也具有相同的比例,正如ΗΠ对ΠΡ;因为它们对向在Π处的同一角,而这一角正是由这些线ΗΠ、ΠΡ以及ΡΠ、ΠΚ所夹的。而ΗΠ对ΠΡ正如ΡΠ对ΚΠ,ΡΠ对ΚΠ曾如同ΜΗ对ΜΚ,也就是说如同Δ对Β。因此在同一半圆ΗΜ中,相对于两条直线ΚΜ、ΜΗ,另外两条直线ΗΡ、ΡΚ在相异的点Μ与Ρ处成比例地被构作,这是不可能的。因此Δ并不与小于ΜΠ的线成比例。同样地我们将表明,彩虹的……也不是。因为如果从它出发以锐角连接到Μ,并且当它们被旋转到Ν时,将画出圆ΜΝ,即彩虹,其中心为Ο,半圆ΜΝ的所有垂直线将从圆周落向该[中心Ο];轴将是ΗΠ,极点将是Η与Π。
- 3.7.1διελόντι ἄρα
希腊数学中表示分比(dividendo)操作的习惯性与格分词。充当具有条件或假设含义的表述性与格(“若予以分比”)。
- 3.7.1διπλασίονα λόγον λέγεται ἔχειν ἤπερ ἡ δευτέρα πρὸς τὴν τρίτην
古希腊数学术语,指三项连比例(a:b = b:c)中第一项与第三项的比例(a:c)为中项比(b:c)之平方的“二重比(duplicate ratio)”。此处不能理解为字面上的“两倍”,而是指比的自乘关系。
- 3.7.1τὴν ΠΡ ἡ Δ
承接前文“ἀλλ’ ἢ πρὸς μείζονα τῆς ΜΠ ἢ πρὸς ἐλάττονα ... τὴν ΠΡ”的省略句,省略了谓语动词或表达比例关系的词(如 ἀνάλογον ἔστω),形成宾格与主格并置的结构,需补足理解为“[设]Δ与ΠΡ[成比例]”。
