← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§251.26-253.20

地平线切截半球与彩虹成半圆的几何论证

注释亚里士多德《气象学》375b31–376a7,从几何学上阐明由于地平线对半球的切截使彩虹成为半圆,并通过几何引理(涉及给定比例与圆周)论证视线与彩虹圆周被唯一定形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.16

" Καὶ τὸ ἐπίπεδον ἐκβεβλήσθω, ἐν ᾧ τὸ Α." Ἐντεῦθεν δείκνυσιν, ὅτι ἡμικύκλιόν ἐστιν ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν κύκλον τῆς ἴριδος ὑπὸ τοῦ κύκλου τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα. κύκλος γὰρ κύκλον οὐ τέμνει πλὴν εἰ μὴ κατὰ δύο σημεῖα.

“并且让Α所在的平面被延伸。” 从这里他指出,由于彩虹的圆被地平线的圆在两点处切分,彩虹是半圆。因为一个圆除了在两点处之外,并不切分另一个圆。

§3.6.17

"Κύκλος οὖν ἡ τομὴ ἔσται τῆς σφαίρας ὁ μέγιστος." Ἡ τομὴ τέμνουσα τὴν σφαῖραν τῆς ἴριδος κύκλος ἐστὶ μέγιστος· ὁ γὰρ ὁρίζων ἐστί.

“于是球体的切截面将是最大圆。” 切分彩虹球体的切截面是最大圆;因为它是地平线。

§3.6.18

"Διοίσει γὰρ οὐδέν, ἂν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον.1" Οὐδὲν διαφέρει, ὁποιονοῦν ἐπίπεδον τῶν ἐπὶ τῆς ΗΚ τριγώνων ἐκβάλλων τέμῃς τὸν κύκλον τῆς ἴριδος· οὕτω γὰρ ἡμικύκλιον ἔσται καὶ οὐ κύκλος. οὐκοῦν ἐκβαλλέσθω τὸ ἐφ’ ᾧ Α ἐπίπεδον καὶ τεμνέτω τὸν κύκλον τῆς ἴριδος· ἡμικύκλιον ἄρα ἔσται. ἀλλ’ ἐνταῦθα μὴ ἀπατηθῇς καὶ νομίσῃς, ὅτι τὸ Α ὡς ἐπίπεδον λαμβάνει τοῦ ἡμικυκλίου. δείξομεν γὰρ ἐν τοῖς ἐφεξῆς, ὅτι τὸ Α ἡμισφαίριον καλεῖ τοῦ παντός.

“因为无论按三角形ΚΜΗ在ΗΚ上的哪个平面被延伸,都毫无区别。” 无论你延伸在ΗΚ上的诸三角形中的哪一个平面来切分彩虹的圆,都毫无区别;因为这样它将是半圆而不是整圆。那么就让Α所在的平面被延伸并切分彩虹的圆;因此它将是半圆。但在这里你切莫受骗而认为他把Α当作半圆的平面。因为我们将在接下来的部分中指出,他称Α为宇宙的半球。

§3.6.19

"Αἱ οὖν ἀπὸ τῶν ΗΚ ἀναγόμεναι γραμμαὶ ἐν τούτῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημεῖον.2" Ἐνταῦθα ἐκεῖνο τὸ λῆμμα παραδίδωσιν, ὃ προελάβομεν ἡμεῖς, ὅτι ἐὰν ληφθῇ τι σημεῖον ἐπὶ τῆς τοῦ ἡμικυκλίου διαμέτρου, ὃ μή ἐστι κέντρον, καὶ διὰ σημείου ἐκείνου ἐκβληθεῖσα εὐθεῖα ἐπὶ τὴν περιφέρειαν ἐπιζευχθῇ κατὰ τὸ πέρας τῇ διαμέτρῳ, ὡς δύο γενέσθαι εὐθείας, οὐ γενήσονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ἄλλαι δύο εὐθεῖαι πρὸς ἄλλο καὶ ἄλλο σημεῖον οὖσαι παρὰ τὰς πρώτας τὸν αὐτὸν λόγον ἔχουσαι ταῖς πρώταις. κέχρηται δὲ τούτῳ ὁ φιλόσοφος τῷ λήμματι, ἵνα δείξῃ, ὅτι ἡ ΠΜ ἀνάλογόν ἐστι τῇ Δ. τοῦτο δὲ κατασκευάζει, ἵνα δείξῃ, ὅτι τὸ Π πόλος ἐστὶ τῆς ἴριδος, καὶ πᾶσαι αἱ ὄψεις πρὸς τὴν ὑπ’ αὐτοῦ περιαγομένην γραμμὴν νοητὴν πίπτουσι καὶ οὐ πρὸς ἄλλην τινά. εἰ γὰρ πρὸς ἄλλο σημεῖον πέσωσί τινες τῶν ὄψεων, εὑρεθήσονται ἐν τῷ αὐτῷ ἡμικυκλίῳ πρὸς ἄλλο καὶ ἄλλο σημεῖον κλώμεναι εὐθεῖαι τὸν αὐτὸν λόγον ἔχουσαι, ὅπερ ἄτοπον.

“于是自ΗΚ按此比例引出的诸线,将不会朝向Α所在半圆的不同点被构作。” 在这里他给出了我们预先采用的那个引理,即如果在半圆的直径上取某一个不是中心的点,并且穿过该点延伸到圆周的直线在其端点处与直径相连,以致产生两条直线,那么在同一半圆中,朝向不同于最初诸线的不同点,将不会产生与最初诸线具有相同比例的另外两条直线。这位哲学家运用这一引理,是为了表明ΠΜ与Δ成比例。他确立这一点,则是为了表明Π是彩虹的极点,所有的视线都投向由它旋转构成的可思议的线,而不是投向任何其他线。因为如果某些视线投向另一个点,那么在同一半圆中将发现朝向不同点折射的直线具有相同的比例,这是荒谬的。

§3.6.20

"Ἐπεὶ γὰρ τά τε ΚΗ σημεῖα δέδοται, καὶ ἡ ΚΗ δεδομένη ἂν εἴη καὶ ἡ ΜΗ, ὥστε καὶ ὁ λόγος τῆς ΜΗ πρὸς ΜΚ." Δέδεικται ἐν τοῖς Δεδομένοις, ὅτι ἐὰν δύο σημεῖα δοθῇ τῇ θέσει, τουτέστιν ὁμολογηθῇ, καὶ ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα δέδοται, καὶ λέγεται δεδόσθαι θέσει καὶ μήκει· καὶ πάλιν, ἐὰν ἄλλα σημεῖα δοθῇ, καὶ ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα, καὶ ὁ λόγος τῶν εὐθειῶν δέδοται, ποῖον λόγον ἔχει † ἡ ΔΕ πρὸς τὴν ΔΕ. τρία οὖν εἰσι τὰ ζητούμενα· σημεῖα, εὐθεῖα, λόγος, ἅτινα τοῦ ἑνὸς δοθέντος καὶ τὰ ἄλλα ἕπονται.3 ἐπειδὴ οὖν, φησί, δέδοται σημεῖον (τὸ Η γὰρ ἥλιος, ἀλλὰ καὶ τὸ Κ, ἡ ὄψις γάρ ἐστιν), οὐκοῦν καὶ ἡ ΚΗ δεδομένη ἂν εἴη. ἐπειδὴ δὲ καὶ τὸ Μ δέδοται (ἐπειδὴ μέσον ἐστὶ τοῦ Η καὶ τοῦ Κ), δεδομέναι ἂν εἴησαν ἡ ΚΜ καὶ ἡ ΜΗ. ἐπειδὴ δὲ αὗται δεδομέναι εἰσί, καὶ ὁ λόγος αὐτῶν ἄρα δεδομένος ἄν εἴη. οὐκοῦν ἐπειδὴ δεδομένος ἐστὶν ὁ λόγος τῶν ΗΜ, ΜΚ, ἐκκείσθω τις εὐθεῖα ἡ ΔΒ καὶ τετμήσθω κατὰ τὸν λόγον τῆς ΗΜ πρὸς τὴν ΜΚ καὶ τὰ ἑξῆς.

“因为既然Κ和Η诸点被给定,ΚΗ也将被给定,ΜΗ也是如此,以致ΜΗ对ΜΚ的比例也被给定。” 正如在《已知数》中所证明的,如果两点在位置上被给定,即被承认,那么连接它们的直线也被给定,并被称为在位置和长度上被给定;并且再次地,如果其他点被给定,连接它们的直线也被给定,那么直线的比例也被给定,〔即〕†ΔΕ对ΔΕ具有怎样的比例。于是所寻求的有三者:点、直线、比例,一旦其中之一被给定,其余的也随之而来。他说,因此既然点被给定(因为Η是太阳,但Κ也〔被给定〕,因为它是视线),那么ΚΗ也将被给定。既然Μ也被给定(因为它是Η与Κ的中点),那么ΚΜ与ΜΗ也将被给定。既然这些被给定,那么它们的比例因此也将被给定。那么既然ΗΜ对ΜΚ的比例被给定,就设某条直线ΔΒ被设定,并按ΗΜ对ΜΚ的比例被切分,等等。

§3.6.21

"Δεδομένης οὖν περιφερείας ἐφάψεται τὸ Μ. ἔστω δὴ αὕτη ἐφ’ ᾗ τὸ ΝΜ." Ἐπειδή, φησί, δέδοται τὸ ΜΝ νέφος καὶ ἡ ΜΝ περιφέρεια, δέδοται δὲ καὶ ἡ ΚΜ εὐθεῖα, ἐφάψεται ἄρα ἡ ΜΚ εὐθεῖα τῆς ΜΝ περιφερείας.

“于是Μ将与给定的圆周相切;假定这即是ΝΜ所在的圆周。” 他说,既然云层ΜΝ和圆周ΜΝ被给定,且直线ΚΜ也被给定,那么直线ΜΚ将与圆周ΜΝ相切。

§3.6.22

"Ὥστε τομὴ τῶν περιφερειῶν δέδοται." Ἐπειδὴ αἱ εὐθεῖαι δεδομέναι εἰσίν, ἐκβάλλομεν τὰς περιφερείας τῆς ἴριδος· οὐκοῦν δέδοται ἡ τομὴ τῶν πρὸς ἄλληλα τῇ ΜΝ.

“以致诸圆周的交点被给定。” 既然诸直线被给定,我们便延伸彩虹的诸圆周;因此它们彼此在ΜΝ处的交点被给定。

§3.6.23

"Πρὸς ἄλλῃ δέ γε ἢ τῇ ΜΝ περιφερείᾳ ἀπὸ τῶν αὐτῶν σημείων ὁ αὐτὸς λόγος ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὐ συνίσταται." Αὕτη ἐστὶν ἡ πρότασις τοῦ προληφθέντος λήμματος.

“但在同一平面中,从相同的诸点出发,并不会向着ΜΝ以外的另一圆周构作相同的比例。” 这就是预先采用的引理的题设。

语法注3 条
  1. 3.6.18ἂν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον

    倒装结构:ὁποιονοῦν 带部分属格 τῶν ἐπὶ τῆς ΗΚ(在ΗΚ之上的[平面/三角形]之中的),与主语 τὸ ἐπίπεδον 构成同位或修饰关系。如注解者的改写(ὁποιονοῦν ἐπίπεδον τῶν ἐπὶ τῆς ΗΚ τριγώνων)所示,意为“无论按三角形ΚΜΗ在ΗΚ上的哪个平面被延伸”。

  2. 3.6.19τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημεῖον

    属格 τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου(Α所在的半圆的)从属于介词短语 πρὸς ἄλλο καὶ ἄλλο σημεῖον(朝向不同点)中的 σημεῖον,意为“朝向Α所在半圆的不同点”。短语 ἄλλο καὶ ἄλλο 具有分配/相继的含义(“不同的”、“彼此有别的”)。

  3. 3.6.20ἅτινα τοῦ ἑνὸς δοθέντος καὶ τὰ ἄλλα ἕπονται

    该结构在关系代词 ἅτινα 引导的从句内部嵌入了独立属格 τοῦ ἑνὸς δοθέντος(在其中之一被给定的情况下),随后承接主语 τὰ ἄλλα(其余各项)。关系代词 ἅτινα 指代前述三项(点、直线、比例),在语义上起连词性的复指作用(“关于这些,当其中之一被给定……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:251.26-253.20