- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:249.15-251.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》375a7–375b28,梳理了证明彩虹中的黄色由红绿并列混合而成的六条论证,并论述了外侧彩虹暗淡的原因、彩虹不能超过半圆的几何必然性,以及亚历山大关于地平线中心的错误观点。
" Τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι." Διὰ τὸ πλησίον ἀλλήλων εἶναι τὸ φοινικοῦν καὶ τὸ πράσινον, ἕτερον ἐκ τῆς τούτων κράσεως γίνεται χρῶμα, τὸ ξανθόν. καὶ ὅτι ἀπὸ κράσεως ἄλλων χρωμάτων, ἀποδείκνυσι διὰ ἓξ ἐπιχειρημάτων.
“而黄色显现,是由于并列显现。” 由于红色与绿色彼此临近,从这两者的混合中产生出另一种颜色,即黄色。至于它是由于其他颜色的混合,他通过六个论证进行了证明。
"Ἐν γὰρ τῷ μελαντάτῳ νέφει μάλιστα ἄκρατος γίνεται ἶρις." Ἄκρατος, τουτέστιν ἀμιγὴς τοῦ φοινικοῦ χρώματος. ἐν γὰρ τῷ μελαντάτῳ νέφει τὸ φοινικοῦν λευκὸν φαίνεται διὰ τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐὰν ἧττον μέλαν παρὰ μᾶλλον μέλαν παραβαλλόμενον, ξανθὸν φαίνεται.
“因为在最黑的云中尤其产生纯粹的彩虹。” “纯粹的”,即不混有红色。因为在最黑的云中,红色显得发白,这是根据第一条论证,该论证说:如果不那么黑的并列于更黑的旁边,它就显得发黄。
"Καὶ πάλιν ἀπομαραινομένης τῆς ἴριδος, ὅταν λύηται τὸ φοινικοῦν." Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι μέλλουσα ἀποπαύεσθαι ἡ ἶρις εἰς ξανθὸν μεταβάλλεται τὸ φοινικοῦν1 διὰ τὸ λευκαίνεσθαι τὰ νέφη, ἅτινα παραβαλλόμενα παρὰ τὸ πράσινον ξανθὸν χρῶμα δείκνυσι.
“又当彩虹衰退、红色消散时。” 第二条论证说:当彩虹将要止息时,由于云层变白,红色转变为黄色,这些云层并列于绿色旁边便显出黄色。
"Μέγιστον δὲ σημεῖον τούτων ἡ ἀπὸ τῆς σελήνης ἶρις." Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἀπὸ τῆς σελήνης ἶρις πρὸς τὸ μελάντατον νέφος παραβαλλομένη λευκή ἐστιν· ᾧ δῆλον, ὅτι γίνεται ἀπὸ κράσεως χρῶμα.
“而这些事物最大的证据是来自月亮的彩虹。” 第三条论证说:来自月亮的彩虹与最黑的云层相比是白色的;由此显而易见,颜色是从混合中产生的。
"Γίνεται δὲ τοῦτο τὸ πάθος καταφανὲς καὶ ἐπὶ τῶν ἀνθῶν." Ἄνθη καλεῖ τὰ ποικίλματα τὰ ἐν τοῖς ἱματίοις γινόμενα. καὶ ἔχεις τὸ τέταρτον, ὅτι ταῦτα παραβαλλόμενα πρὸς ἄλληλα πολλὰ χρώματα ποιοῦσιν ἐκ τῆς κράσεως.
“而这一现象在织物花纹上也变得显著。” 他把衣服中产生的刺绣花纹称为“织物花纹”。你便有了第四个论证,即这些花纹彼此并列,从混合中产生出许多颜色。
"Οἷον ἡ πορφύρα ἐν λευκοῖς ἢ μέλασιν ἐρίοις." Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἡ ἁλουργὶς διάφορα ποιεῖ χρώματα ἐν διαφόροις ἱματίοις βαλλομένη διαφέρουσι τῇ χροιᾷ.
“例如在白色或黑色羊毛中的紫色。” 第五条论证说:紫袍染料置于色调各异的不同衣服中时,会产生不同的颜色。
"Διὸ καὶ οἱ ποικιλταί φασι διαμαρτάνειν ἐργαζόμενοι πρὸς τὸν λύχνον." Τὸ ἕκτον ἐπιχείρημα τὸ τῶν ποικιλτῶν.
“因此刺绣工人们也说,在油灯下劳作时会出错。” 第六条论证是关于刺绣工人们的。
"Μακροτέρα γὰρ ἀποτεινομένη ἡ ὄψις." Ἐντεῦθεν δηλοῖ τὴν αἰτίαν, δι’ ἣν ἀμυδροτέρα ἡ ἐκτὸς ἶρις φαίνεται τῆς ἐντός.
“因为视线伸展得更远。” 从这里他阐明了外侧彩虹比内侧彩虹显得更暗淡的原因。
"Ὥστ’ ἔλαττον προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυρότερα φαίνεσθαι." Ἔλαττον οὐ τῷ πλήθει2 (πλείονες γὰρ προσπίπτουσιν ὄψεις πρὸς τὴν ἐκτὸς περιφέρειαν), ἀλλ’ ἔλαττόν ἐστιν ἐν τῇ δυνάμει. ἀλλ’ ἐπειδὴ γὰρ πορρωτέρω τῆς ὄψεώς εἰσι τὰ ἐπὶ αὐτὴν νέφη, ἀτονοῦσιν αἱ ἀκτῖνες ἐκεῖσε προσπίπτουσαι, καὶ διὰ τοῦτο ἀμυδρὸν γίνεται τὸ χρῶμα τὸ τῆς ἔξω ἴριδος.
“以致更弱地投射使得颜色显得更暗。” “更弱地”并非在数量上(因为有更多的视线投射到外侧圆周上),而是在力量上是更弱的。而是因为外侧圆周处的云层离视线更远,投射到那里的光线变得无力,正因如此,外侧彩虹的颜色变得暗淡。
"Ὅτι δ’ οὔτε κύκλον οἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμήματος." Ἐντεῦθεν διὰ γραμμικῆς ἀνάγκης ἀποδείκνυσι τὴν ἶριν ἀναγκαίως κυκλικὸν σχῆμα ἀπολαμβάνειν, καὶ οὐδέποτε μεῖζον ἡμικυκλίου γίνεται.
“并且彩虹既不可能成为整圆,也不可能成为大于半圆的弓形。” 从这里他通过几何必然性证明,彩虹必然呈现圆形,且绝不会变得大于半圆。
"Ἡμισφαιρίου γὰρ ὄντος κύκλου τοῦ ἐφ’ οὗ Α, κέντρου δὲ τοῦ Κ." Κέντρον νῦν λέγει τὸ Κ τοῦ παντός, καθότι τὸ ὄμμα, ὅπου ἂν ᾖ, κέντρου λόγον ἐπέχει πρὸς ἡμισφαίριον, οὐ τοῦ ὁρίζοντος, ὡς ὁ Ἀφροδισιεὺς ἐνόησεν.
“因为当半球是Α所在的圆,而中心是Κ时。”
"Ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι ποιήσωσιν ὥσπερ ἄξονα τὴν ἐφ’ ᾗ ΗΚ, κἂν ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ." Γραμμὰς λέγει τὰς ἀπὸ τοῦ ὄμματος ἐκπεμπομένας ὄψεις ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένας ἐπὶ τὸν ἥλιον, αἵτινες ποιοῦσι κώνους δύο, τὸν μὲν μέγαν, τὸν δὲ μικρόν, ἀμφοτέρους ἔχοντας τὴν αὐτὴν βάσιν τὴν † ἐφ’ ᾗ ΗΚ,3 κορυφὰς δὲ διαφόρους, τὸν μὲν μείζονα πρὸς τὸν ἥλιον ἔχοντα τὴν κορυφήν, τὸν δ’ ἐλάττονα πρὸς τὸ ὄμμα· ἄξονα δὲ τῶν δύο τὸν αὐτόν, τὴν ΗΚ, ἥτις ἐν αὐτῷ τῷ ἐπιπέδῳ τοῦ ὁρίζοντός ἐστι. καλῶς δ’ εἶπεν ‘οἷον ἄξονα’, ἐπειδὴ οὐ κυρίως ἐστὶν οὗτος ἄξων, ἀλλὰ νοεῖται, ἐπειδὴ κατὰ περιαγωγὴν τῶν τριγώνων γίνεται οὗτος ἄξων, ἐπειδὴ κυρίως ἄξων ἡ κάθετός ἐστιν ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος πεμπομένη.
他现在称Κ为宇宙的中心,因为无论眼睛身在何处,相对于半球而言都担当着中心的角色,而不是像那位阿佛洛狄西亚人所理解的那样是地平线的中心。 “如果自Κ按圆锥射出的诸线产生犹如轴的线,即ΗΚ所在的线,即使从Κ到Μ。” 他所谓的“诸线”,是指自眼睛投射到云层上并反射到太阳的视线,它们构成了两个圆锥,一大一小,两者都具有ΗΚ所在的同一底面,但具有不同的顶点:较大的顶点朝向太阳,较小的朝向眼睛;而两者的轴是相同的,即处于地平线本身平面之内的ΗΚ。
"Καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ, ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η, ἐπὶ τὴν μείζω γωνίαν." Οὐκ ἄρα, ὦ Ἀλέξανδρε, κέντρον ἐστὶ τὸ Κ τοῦ ὁρίζοντος. ἦ γὰρ ἂν οὕτως ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἐκβληθεῖσα εὐθεῖα ἴσας ἂν ἐποίησε τὰς πρὸς τῇ περιφερείᾳ γωνίας· νῦν δὲ μείζονα λέγει τὴν μίαν.
他妥当地说了“犹如轴”,因为这严格说来并不是轴,而是被构想出来的,因为随着三角形的旋转这成为了轴,而严格意义上的轴是自眼睛投向云层的垂线。 “并且自Κ连接到Μ后,从半球向着较大的角反射到Η。” 因此,亚历山大啊,Κ并不是地平线的中心。因为如果那样的话,从中心延伸到圆周的直线就会在圆周处产生相等的角;但现在他把其中一个角称为较大的角。
"Ἐὰν δ’ ἐπάνω ἀεὶ ἐλάττω ἡμικυκλίου." Ἐὰν πρὸς τῷ ὁρίζοντί ἐστιν ὁ ἥλιος, ἡμικυκλίου ὀφθήσεται ἡ ἶρις διὰ τὸ τέμνεσθαι τὸν ταύτης κύκλον ὑπὸ τοῦ ὁρίζοντος ἢ διὰ τὸ οἷον κέντρον εἶναι τῆς ἴριδος τὸν ἥλιον καὶ εἶναι αὐτὸν ἐν τῷ ὁρίζοντι.
“如果它在上方,则总是小于半圆。” 如果太阳位于地平线处,彩虹将被看作半圆,这是由于它的圆被地平线切分,或者由于太阳犹如彩虹的中心且自身位于地平线之中。
- 3.6.4μέλλουσα ἀποπαύεσθαι ἡ ἶρις εἰς ξανθὸν μεταβάλλεται τὸ φοινικοῦν
一种破格句式(anacoluthon):句子以主格分词短语 μέλλουσα ἀποπαύεσθαι ἡ ἶρις 开头,而中动动词 μεταβάλλεται 实际表达的主题则是中性名词短语 τὸ φοινικοῦν(“红色转变为黄色”)。句首的主格作为先导的话题确立了彩虹即将消退的背景,随后转入具体的颜色变化。
- 3.6.10Ἔλαττον οὐ τῷ πλήθει
副词性宾格 ἔλαττον 的限定说明。正如随后的括号内说明 πλείονες γὰρ προσπίπτουσιν ὄψεις 所示,这里的“更弱/更少”并非指视线在数量(πλήθει)上的多寡,而是指其在力量或强度(δυνάμει)上的减弱。
- 3.6.13ἀμφοτέρους ἔχοντας τὴν αὐτὴν βάσιν τὴν † ἐφ’ ᾗ ΗΚ
底本中带有匕首符号(†)之处。在几何学上,ΗΚ并非底面,而是两个圆锥共同的轴(ἄξονα),这正如作者紧接着所述(ἄξονα δὲ τῶν δύο τὸν αὐτόν, τὴν ΗΚ)。在句法上,τὴν ἐφ' ᾗ ΗΚ 作为同格修饰语限定 βάσιν,反映了传抄中的文本讹误。
