- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:23.30-24.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁指出远离大地的空气中不形成云的真正原因在于助燃物的热量,并阐明了助燃物的范围;他还进一步提出水汽不达以及全宇宙的旋转运动亦是原因,并解释了为何近地空气不随之旋转。
αὗται μὲν αἱ ψευδεῖς ἐπιλύσεις. μετὰ ταῦτα οἱονεὶ προκαθαρθεῖσιν1 ἐπάγει τὴν ἀληθῆ δόξαν οὖσαν τοιαύτην, ὅτι τὸ ὑπέκκαυμά ἐστιν, ὅπερ αἴτιον γίνεται τοῦ μὴ συνίστασθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ἐπειδὴ γὰρ θερμόν ἐστι, τοῦτο πάνυ ἐκθερμαίνει τὸν πλησίον ἀέρα μᾶλλον ἤπερ τὸν πόρρω, καὶ διὰ τοῦτο μὴ οὔσης ἐν τῷ ἀπογείῳ ψύξεως τῆς πυκνούσης οὐ γίνεται νέφη· ἔστιν οὖν τὸ ὑπέκκαυμα. καὶ ἔχεις τὸ πρῶτον πρόβλημα. λοιπὸν ζητητέον καὶ τὸ δεύτερον, μέχρι τίνος ἐστίν· ἄνω μὲν μέχρι τῶν σφαιρῶν, κάτω δὲ ἢ μέχρι τῶν σεληναίων ὅρων ἢ ἀνωτέρω μικρόν, ὅπερ καὶ ἀληθέστερον· ὅσον γὰρ ἐπὶ τῷ προειρημένῳ οὐδαμοῦ ἔσται ὁ ἀπόγειος ἀήρ. πλὴν ἡ λέξις ἄμφω φαίνεται λέγουσα, καὶ τοῦτο ἐπιστήσομεν. εἴρηται οὖν καὶ μέχρι τίνος ἐστίν. ἐν οὖν τῷ ἀπογείῳ ἀέρι διὰ τὴν ἀπὸ τοῦ ὑπεκκαύματος γινομένην θερμασίαν οὐ συνίστανται νέφη. ἀλλ’ ἴσως τις ἀπορεῖ, καὶ τί δήποτε τοὐναντίον ἐστί, καὶ ὁ μὲν περίγειος ἀὴρ θερμότερος, πολλὴ δὲ ψύξις ἐστὶν ἐν τοῖς ὑψηλοτάτοις ὄρεσιν, ὡς ἂν τοῦ ἀπογείου ψυχροτάτου ὄντος. τί οὖν φαμεν; ὅτι ὁ περίγειος ἀὴρ διὰ τὴν παράτριψιν τὴν ἀπὸ τῶν ἀκτίνων σφόδρα ἐστὶ θερμότατος καὶ θερμὸς καυστικῇ μᾶλλον θερμασίᾳ, ὁ δὲ ἀπόγειος θερμός ἐστι μᾶλλον ζωογόνῳ θερμῷ. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, δι’ ἣν οὐ γίνονται νέφη ἐν τῷ ἀπογείῳ, ἐπειδὴ οὐ φθάνει μέχρι τῶν ἐκεῖσε ἡ ἀτμίς. οἷον γὰρ βάρος τὸ πνεῦμα τὸ ἀέριον τὴν ὑγρότητα ἐν τῷ ἀτμῷ ἀνοχοῦν φέρεται μέχρι τοῦ περιγείου, καὶ μὴ ἐξισχῦον ἀπολύει αὐτὴν καὶ πίπτει κάτω.2 ἐπειδὴ οὖν οὐδὲ τὸ ὑλικὸν αἴτιον, φημὶ δὲ ἡ ὑδατώδης οὐσία, οὐδὲ τὸ ποιητικόν, φημὶ δὲ ἡ ψύξις, πάρεστιν ἐν τῷ ἀπογείῳ, διὰ τοῦτο οὐ συνίσταται ἐν τούτῳ νέφη. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, ὅτι οὐ συνίσταται νέφη ἄνω, ἐπειδὴ ἀπόγειος ἀὴρ ἀεὶ ῥέει καὶ κινεῖται συμπεριφερόμενος τῇ κινήσει τοῦ παντός. χρείαν δὲ ἔχει τὸ νέφος ἠρεμίας, ἵνα ἡ πῆξις γένηται. διὸ ἐπειδὴ κύκλῳ κινεῖται ὁ ἀπόγειος ἀήρ, οὐδὲ ἄνεμοι ἐν αὐτῷ γίνονται· ἐπιρραπίζεται γὰρ αὐτῶν ἡ κίνησις λοξῶς γινομένη ἐκ τῆς κινήσεως τοῦ παντὸς κύκλῳ γινομένης. οὐ γὰρ αἰτία ἡ κύκλῳ κίνησις τῆς κινήσεως τῶν ἀνέμων· ἦ γὰρ ἂν πάντες ἀπηλιῶται ἦσαν κύκλῳ φερόμενοι.3 λοξὴ δέ ἐστι πάντων ἡ κίνησις πλὴν ἀπηλιώτου· οὗτος γὰρ ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεται. ἀλλ’ ἴσως ἀπορήσει τις, διὰ τί μὴ καὶ ὁ περίγειος ἀὴρ συμπεριφέρεται τῷ παντί. πρὸς οὓς ῥητέον, ὅτι κωλύει αὐτὸν τὰ ἄντρα καὶ τὰ κοιλώματα τῆς γῆς. συνελόντι οὖν φάναι οὔτε ἐν τῷ ἀπογείῳ ἀέρι συνίστανται νέφη οὔτε εἰς τὸ κάτω μέρος τοῦ περιγείου· τῷ μὲν διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν καὶ ὑλικὸν αἴτιον, τουτέστι τὴν ἀτμίδα καὶ τὴν ψύξιν, ἀλλὰ καὶ ἀεὶ κίνησιν σφοδροτάτην εἶναι ἐν αὐτῷ· τῷ δὲ διὰ τὸ μὴ παρεῖναι τὸ ποιητικὸν αἴτιον, φημὶ δὲ τὴν ψύξιν. πολλὴ γάρ ἐστιν ἡ θερμότης περὶ τὸν περίγειον διὰ τὸ ἐκεῖσε συμβάλλειν τὰς ἀκτῖνας. ταῦτα διὰ τούτων παραδίδωσιν Ἀριστοτέλης.
这些便是错误的解答。在此之后,宛如针对已预先被净化之人,他提出了真正的见解,即:助燃物乃是远离大地的空气中没有形成云的原因。因为既然它是热的,便极大地加热了邻近的空气,而非远处的空气;正因如此,由于上空不存在起凝聚作用的冷却,云便不会生成;因此助燃物是存在的。这样你就得到了第一个问题。其余有待探讨的则是第二个问题,即它扩展至何处为止:向上直至天球,向下要么直至月亮的边界,要么略高一些,而后者更为真实;因为若依前述说法,远离大地的空气便无处存在了。不过,经文的措辞似乎兼说了两点,我们将对此予以留意。因此,它扩展至何处为止也已陈述完毕。那么,在远离大地的空气中,由于助燃物所产生的热,云没有形成。但或许有人会提出疑难:究竟为什么情况恰恰相反,近地的空气更为炎热,而在最高的山峦上却有极度的严寒,仿佛上空是最为寒冷的?那么我们该说什么呢?我们要说,近地的空气由于光线的摩擦而极其炎热,且毋宁是以灼烧的热度而热,而远离大地的空气则毋宁是以生养生命的热度而热。还要陈述云不在上空生成的另一个原因,即水汽并未到达彼处。因为气性的气息宛如背负重物一般,托举着水汽中的湿气运移至近地的空气处,在力不能支时便将其释放而下坠。因此,既然质料因(即水性实体)与动力因(即冷却)皆不现存于上空,正因如此云在其中没有形成。还要陈述另一个原因,即云在上空没有形成,是因为远离大地的空气随着全宇宙的运动一同旋转,始终在流动和运动。然而云需要静止,以使凝结得以发生。因此,既然远离大地的空气作圆周运动,其中甚至连风也不会生成;因为随着全宇宙作圆周运动,风斜向发生的运动便被击退了。因为圆周运动并非风之运动的原因;否则所有的风便都是作圆周运移的东风了。然而除了东风之外,所有风的运动都是斜向的;因为东风是从东向西运移的。但或许有人会提出疑难:为什么近地的空气不也随全宇宙一同旋转呢?对这些人必须说,大地的洞穴与洼地阻碍了它。总而言之,无论是在远离大地的空气中,还是在近地空气的下部,云都没有形成:在前者,是因为动力因与质料因(即水汽与冷却)的缺席,而且其内部始终存在极其剧烈的运动;在后者,则是因为动力因(即冷却)的缺席。因为由于光线汇聚于彼处,近地空气周围有着大量的热。亚里士多德通过这些文字传授了这些道理。
- 1.4.1οἱονεὶ προκαθαρθεῖσιν
与格分词 προκαθαρθεῖσιν 用作 ἐπάγει 的间接宾语,表示动作的承受者(即通过错误见解被驳斥而“宛如预先被净化的人们”)。
- 1.4.1οἷον γὰρ βάρος τὸ πνεῦμα τὸ ἀέριον τὴν ὑγρότητα ἐν τῷ ἀτμῷ ἀνοχοῦν φέρεται μέχρι τοῦ περιγείου, καὶ μὴ ἐξισχῦον ἀπολύει αὐτὴν καὶ πίπτει κάτω.
句子的主语是 τὸ πνεῦμα τὸ ἀέριον,支配三个并列的主要动词 φέρεται、ἀπολύει 和 πίπτει。分词 ἀνοχοῦν 以 τὴν ὑγρότητα 为直接宾语,οἷον βάρος 作同位或副词性修饰(“宛如重物”)。分词 μὴ ἐξισχῦον 表达伴随的条件或原因(“力不能支时”)。
- 1.4.1ἦ γὰρ ἂν πάντες ἀπηλιῶται ἦσαν κύκλῳ φερόμενοι
由 ἄν 与未完成过去时直陈式(ἦσαν)构成的与事实相反的虚拟条件句归结节。基于反事实的假设(如果圆周运动是风的起因),得出结论:“所有的风本来都会是作圆周运移的东风(但事实并非如此)”。
