- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:247.27-249.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯从视线圆锥的物理性质解释了彩虹的圆形与半圆形状,随后针对亚里士多德将观测者位置称为地平线中心所带来的疑难(即导致太阳与云层等距)提出讨论,并根据反射角的不等性以及亚里士多德本人的陈述证明:观测者虽为宇宙中心,却并非地平线圆的几何中心。
ἔστι δὲ τοῦτο καὶ φυσικῶς νοῆσαι· ἐπειδὴ γὰρ ἀπὸ τοῦ ὄμματος αἱ ὄψεις κωνοειδῶς ἐκπέμπονται, ὡς ποιεῖν κῶνον μέγαν τὴν μὲν κορυφὴν ἔχοντα πρὸς τῷ ὄμματι, τὴν δὲ βάσιν πρὸς τῷ ὁρατῷ, δῆλον ὅτι καὶ ἐπὶ τοῦ νέφους κωνοειδῶς προσπίπτουσι καὶ πρὸς τὸ νέφος· καὶ ἡ μὲν κορυφὴ τοῦ κώνου γίνεται τὸ ὄμμα, βάσις δὲ τὸ νέφος. ἐπειδὴ οὖν κωνοειδῶς καὶ κυκλοτερῶς προσπίπτουσιν αἱ ὄψεις τῷ νέφει, τούτου χάριν κυκλοτερὴς ἡ ἶρις φαίνεται. ἐπειδὴ κωνοειδῶς προσπίπτουσαι κωνοειδῶς καὶ ἀνακλῶνται πρὸς τὸν ἥλιον, διὰ τοῦτο μὲν κυκλοτερής· ἡμικύκλιον δ’ ἐπειδὴ ὁ ὁρίζων κωλύει καὶ τὰς ἀκτῖνας τοῦ ὄμματος χωρεῖν ἐπὶ τὸ κάτω. λοιπὸν εὑρίσκεται ὡς κῶνος δεδιχασμένος ἀπὸ κορυφῆς μέχρι τῆς βάσεως, ὥστε τὸν ἄξονα αὐτοῦ ἐν τῷ ἐπιπέδῳ εἶναι τοῦ ὁρίζοντος. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης. φέρε δ’ ἡμεῖς ἀπορήσωμεν πρὸς τὸ ὑπ’ αὐτοῦ εἰρημένον θεώρημα. ἐπειδὴ γὰρ κέντρον εἶπε τὸ Κ τοῦ ὁρίζοντος,1 δῆλον ὅτι ἴση ἐστὶν ἡ ἀπὸ τοῦ Κ πρὸς τὸ ΜΝ νέφος προσπίπτουσα εὐθεῖα τῇ ἀπὸ τοῦ Η ἐπὶ τὸ Κ. καὶ ἴσον ἔσται τὸ διάστημα τὸ ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸ ὄμμα τῷ διαστήματι τῷ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, ὅπερ ἄτοπον. εἴρηται δὲ τούτου ἡ ἐπίλυσις ἐν τῷ περὶ τῆς ἅλω λόγῳ, ἔνθα διαφόρους ὁρίζοντας ἐλάβομεν. ῥητέον δὲ καὶ νῦν ἑτέραν ἐπίλυσιν, ὅτι τὸ Κ καὶ κέντρον ἐστὶ καὶ οὐ κέντρον· κέντρον μὲν τοῦ παντός, ἐπειδὴ ὅπου ἄν ᾖ τὸ ὄμμα, ἐν κέντρῳ ἐστίν, οὐ κέντρον δὲ τοῦ ὁρίζοντος· οὐ γὰρ ἴση ἐστὶν ἡ ΗΚ τῇ ΚΜ. μήποτε οὖν ὁ φιλόσοφος πρὸς τὸ πᾶν ἀπιδὼν κέντρον ἐκάλεσε τὸ Κ. ὅτι γὰρ οὐκ ἔστι τὸ Κ τοῦ ἐκκειμένου ὁρίζοντος κέντρον, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἦν κέντρον, ἐκβαλλομένη ἐπ’ εὐθείας ἡ ΚΜ καὶ διάμετρος ἂν ἐγίνετο τοῦ ὁρίζοντος· οὐκοῦν ἡμικύκλια ἂν ἦσαν τὰ τμήματα. εἰ δὲ ἡμικύκλια ἦσαν, ἴσαι ἂν ἦσαν αἱ γωνίαι αἱ πρὸς τῇ περιφερείᾳ γινόμεναι ὑπὸ τῆς ΚΜ. καὶ ἐπειδὴ ἡ ἀνάκλασις πρὸς ἴσας γίνεται γωνίας, ἴσαι δ’ εἰσὶν αἱ πρὸς τῇ ΜΚ ἀνακλάσεις, πρὸς τὸ Κ γενήσεται καὶ οὐ πρὸς τὸ Η, τουτέστι πρὸς αὐτὸ τὸ ὄμμα, ὡς ἑαυτὸν ἐνοπτρίζεσθαι ἐν τῷ νέφει ὥσπερ ἐπὶ τῶν κατόπτρων, καὶ οὐ πρὸς τὸν ἥλιον, ὡς γίνεσθαι τὴν ἶριν. ὥστε οὐκ ἔστι κέντρον τὸ Κ, εἴ γε μὴ ἐπ’ αὐτῷ γενήσεται ἡ ἀνάκλασις.2 εἰ δὲ μὴ κέντρον τοῦ ὁρίζοντος τὸ Κ, ἐπεζεύχθη δ’ ἀπ’ αὐτοῦ πρὸς τὴν περιφέρειαν εὐθεῖα ἡ ΚΜ, ἐκβαλλομένη ἡ ΚΜ οὐ γενήσεται διάμετρος τοῦ κύκλου. ἐπειδὴ δ’ οὐκ ἔστι διάμετρος, οὐ τμηθήσεται ὁ κύκλος εἰς ἡμικύκλια, ἀλλ’ εὑρεθήσεται θάτερον ἔλαττον ἡμικυκλίου. ἐπειδὴ οὖν εἰς ἄνισα τέτμηνται, αἱ πρὸς τῇ περιφερείᾳ γινόμεναι γωνίαι ὑπὸ τῆς ΚΜ ἄνισοι εὑρεθήσονται· ἡ μὲν γὰρ ἀμβλεῖα, ἡ δὲ ὀξεῖα. ἐπειδὴ οὖν ἄνισοί εἰσιν, ἡ δὲ ἀνάκλασις πρὸς ἴσας γίνεται, οὐ γενήσεται ἀνάκλασις πρὸς αὐτάς. οὐκοῦν οὐ γίνεται ἀνάκλασις πρὸς τὸ Κ, τουτέστι πρὸς τὸ ὄμμα, ἀλλ’ ἐκπεμπομένη ἡ ΚΜ καὶ ψαύουσα κύκλου, τουτέστι τοῦ ὁρίζοντος ἤτοι τοῦ ἐκεῖσε νέφους, καὶ ἀνακλωμένη ποιεῖ ἴσην γωνίαν ἄλλην τῇ ὑπὸ ΚΜΣ, τὴν ὑπὸ ΚΜΗ. οὐκοῦν ἐπειδὴ αἱ ὑπὸ ΚΜΣ, ΚΜΗ ἴσαι εἰσίν, ἄνισοι δὲ αἱ ὑπὸ ΚΜΣ, ΚΜΘ, πρὸς μὲν τὸ Η γενήσεται ἡ ἀνάκλασις, ὑφ’ ἧς γίνονται αἱ ἴσαι γωνίαι· πρὸς δὲ τὸ Κ οὐ γενήσεται, ἐπειδὴ ἀνίσους πεποίηκε γωνίας ἡ ΚΜ. καὶ ὅτι τοῦτο οὐκ ἠγνόει Ἀριστοτέλης, ὅτι οὐκ ἔστι κέντρον τὸ Κ τοῦ ὁρίζοντος, δῆλον ἐκ τοῦ ἀνίσους ὑποτίθεσθαι τὰς γωνίας τὰς ὑπὸ τῆς ΚΜ πρὸς τῇ περιφερείᾳ γινομένας, τουτέστι τὴν ὑπὸ ΚΜΘ καὶ τὴν ὑπὸ ΚΜΣ. εἰ γὰρ ᾤετο κέντρον εἶναι τὸ Κ, καὶ ταύτας ἐξ ἀνάγκης ἴσας ἂν ὑπετίθετο. τί γάρ φησιν αὐτός; ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι ποιήσωσιν ὥσπερ ἄξονα τὴν ἐφ’ ᾗ ΗΚ, καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ Μ ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η ἐπὶ τὴν μείζω γωνίαν,3 πρὸς κύκλου περιφέρειαν προσπεσοῦνται ἀπὸ τοῦ Κ. ᾧ δῆλον, ὅτι μείζονα λέγει γωνίαν τὴν ὑπὸ ΚΜΘ, ἐξ ἧς ἴσην ἀναφέρει ἡ ΜΗ εὐθεῖα, τουτέστιν ἡ ἀνάκλασις, τῇ ὑπὸ ΚΜΣ. οἶδεν ἄρα, ὅτι ἄνισά εἰσι τὰ τμήματα τοῦ κύκλου. εἰ δὲ ἄνισά εἰσιν, οὐκ ἔστι διάμετρος· οὐκ ἄρα ἐστὶ σημεῖον τὸ Κ κέντρον τοῦ ὁρίζοντος. ταῦτα ἔχει ἡ θεωρία.
这也可以从自然学角度来理解:因为视线自眼部呈圆锥状发出,以致形成一个顶点在眼部、底面在可见物处的巨大圆锥,显而易见它们落于云层之上以及朝向云层也是呈圆锥状的;并且圆锥的顶点成为眼睛,底面成为云层。因此,既然视线呈圆锥状且呈圆形投射到云层上,正因如此彩虹才显现为圆形。既然呈圆锥状投射,它们也呈圆锥状反射向太阳,因此它是圆形的;而它之所以是半圆,是因为地平线阻止了眼睛的光线向下行进。剩下的被发现如同一个从顶点至底面被平分的圆锥,以致其轴位于地平线的平面之中。亚里士多德所说的便是这些。那么,让我们针对他所陈述的这一定理提出疑难。因为既然他称Κ为地平线的中心,显而易见自Κ投向云层ΜΝ的直线等于自Η到Κ的[直线]。于是太阳到眼睛的距离将等于眼睛到云层的距离,这是荒谬的。对此的解决已在论光晕的说明中述及,我们在那里采纳了不同的地平线。但现在也必须陈述另一种解决,即Κ既是中心又不是中心:它是宇宙的中心,因为无论眼睛身在何处,它都处于中心,但它不是地平线的中心,因为ΗΚ不等于ΚΜ。因此,哲学家或许是放眼于宇宙而称Κ为中心的。事实上,Κ并不是所设定的地平线的中心,从以下事实来看是显然的:因为如果它是中心,ΚΜ在一条直线上延伸也会成为地平线的直径;因此切分出的部分就会是半圆。如果它们是半圆,由ΚΜ在圆周处构成的诸角就会相等。并且既然反射发生在相等的角上,而ΜΚ处的反射角是相等的,反射就会朝向Κ而不是朝向Η产生,即朝向眼睛自身,以至于人会在云层中照见自己如同在镜子中一样,而不会朝向太阳以使彩虹产生。所以,若反射至少不发生在它〔Κ〕之上,Κ就不是中心。另一方面,如果Κ不是地平线的中心,并且自它向圆周连接了直线ΚΜ,那么延伸的ΚΜ将不会成为圆的直径。既然它不是直径,圆就不会被分割为半圆,反而会发现其中一个是小于半圆的。因此,既然它们被分割为不相等的部分,由ΚΜ在圆周处构成的诸角就会被发现是不相等的:因为一个是钝角,另一个是锐角。既然它们是不相等的,而反射发生在相等的[角]上,反射就不会朝向它们产生。因此反射不会朝向Κ产生,即朝向眼睛,而是ΚΜ被发出并接触圆(即地平线或那里的云层)且被反射,作出了另一个与角ΚΜΣ相等的角,即角ΚΜΗ。因此,既然角ΚΜΣ与角ΚΜΗ相等,而角ΚΜΣ与角ΚΜΘ不相等,反射就会朝向Η产生,由它〔反射〕产生相等的角;但它不会朝向Κ产生,因为ΚΜ作出了不相等的角。亚里士多德并非不知道Κ不是地平线的中心这一点,这从他将由ΚΜ在圆周处构成的诸角(即角ΚΜΘ与角ΚΜΣ)假定为不相等便可明显看出。因为如果他认为Κ是中心,他就必然也会假定这些角是相等的。事实上他自己是怎么说的? “如果自Κ按圆锥射出的线产生犹如轴的线,即ΗΚ所在的线,并且自Κ连接到Μ后,从半球向着较大的角反射到Η,它们将自Κ投射到圆的圆周上。” 由此显而易见,他把角ΚΜΘ称为较大的角,从该角出发,直线ΜΗ(即反射光线)还原出与角ΚΜΣ相等的[角]。由此可见,他知道圆的各个部分是不相等的。如果它们是不相等的,它就不是直径;因此Κ点不是地平线的中心。理论考察所包含的便是这些内容。
- 3.6.1κέντρον μὲν τοῦ παντός... οὐ κέντρον δὲ τοῦ ὁρίζοντος
该并列句用以阐明前一句中“Κ既是中心又不是中心”(τὸ Κ καὶ κέντρον ἐστὶ καὶ οὐ κέντρον)的双重含义。补出 ἐστίν,构成对比:“Κ虽是宇宙的中心,却非地平线的中心”。
- 3.6.1εἴ γε μὴ ἐπ’ αὐτῷ γενήσεται ἡ ἀνάκλασις
限制性条件从句连词 εἴ γε(“至少如果……不”)引导一个条件句,修饰刚刚得出的结论。αὐτῷ 指代中性的点 Κ(即眼睛自身)。奥林匹奥多鲁斯以此显然不成立的自反反射作为小前提,从而否定了 Κ 是中心的假定。
- 3.6.1ἐπὶ τὴν μείζω γωνίαν
亚里士多德引文中的介词短语,修饰表示反射的动词 ἀνακλασθῶσιν,指反射的方向(“朝向/在较大的角上”)。注疏者紧接着将其解释为指向钝角 ΚΜΘ 的那一侧。
