← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§245.11-247.27

彩虹明暗差异与呈半圆形的几何论证

在解释了内外双色彩虹明暗差异的原因后,注解者引入了一个几何引理以证明彩虹为何呈圆形及半圆形,并通过视线光线的圆锥形旋转及其被地平线平面的平分来论证其形状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1#2

ἐπειδὴ γάρ, φησί, τὰ τῆς ἐντὸς ἴριδος νέφη πλησιώτερόν ἐστι τῆς ὄψεως, μᾶλλον ἡ ὄψις ἀκριβέστερον αὐτῶν ἀντιλαμβάνεται·1 μὴ ἀποκάμνουσα οὖν ἡ ὄψις σφοδρότερα καὶ λαμπρότερα οἴεται τὰ χρώματα. ἐπὶ δὲ τῆς ἔξω ἴριδος ἐπειδὴ πόρρω εἰσὶ τὰ νέφη τῆς ὄψεως, ἀποκάμνουσα ἡ ὄψις ἔλαττον ἀντιλαμβάνεται τῶν ἐκείνης χρωμάτων. καὶ οὕτω μὲν αὐτός. σὺ δ’ εἰπὲ αἰτίαν εἶναι τὴν κάθετον καὶ τὰς πρὸς τῇ καθέτῳ καὶ τὰς πόρρω τῆς καθέτου,2 ὡς πρώην εἴρηται. οὕτω προπαρασκευάσας ὁ φιλόσοφος, ἃ ἔδει προπαρασκευάσαι περὶ τῆς ἴριδος, δείκνυσι τὴν αἰτίαν, δι’ ἣν κυκλοτερὲς ὑπολαμβάνει σχῆμα ἡ ἶρις καὶ διὰ τί ἡμικύκλιον γίνεται ἢ ἔλαττον ἡμικυκλίου, οὐδέποτε δὲ κύκλος ἢ μείζων ἡμικυκλίου. ἀλλὰ τὴν αἰτίαν, δι’ ἣν κυκλοτερὴς γίνεται ἡ ἶρις καὶ διὰ τί ἡμικύκλιον, ἐν τῇ ἐφεξῆς μαθησόμεθα. ἵνα δὲ τοῖς λεγομένοις παρακολουθήσωμεν, δεῖ λαβεῖν πρῶτον λῆμμα τοιοῦτον· ἐὰν ᾖ ἡμικύκλιον καὶ ἀχθῇ δι’ αὐτοῦ ἡ διάμετρος καὶ ἐπὶ τῆς διαμέτρου ληφθῇ τι σημεῖον, ὃ μή ἐστι κέντρον ἡμικυκλίου, ἀπὸ τοῦ σημείου ἐκείνου ἀχθῇ τις εὐθεῖα ἐπὶ τὴν περιφέρειαν καὶ ἀπὸ τῆς περιφερείας ἀχθήσεταί τις εὐθεῖα ἐπὶ τὸ πέρας τῆς διαμέτρου, ὡς ἐπὶ τὸ ζεῦξαι τὴν διάμετρον καὶ τὴν ἀπὸ τοῦ σημείου ἐπὶ τὴν περιφέρειαν ἀχθεῖσαν εὐθεῖαν, ὥστ’ εἶναι δύο εὐθείας ἐν αὐτῷ τῷ ἡμικυκλίῳ, ἄλλαι δύο εὐθεῖαι οὐ συσταθήσονται λόγον ἔχουσαι τὸν αὐτὸν ταῖς προτέραις. ἔστω γὰρ ἡμικύκλιον τὸ ΗΜΝ, καὶ ἤχθω αὐτοῦ διάμετρος ἡ ΗΝ, καὶ εἰλήφθω τι σημεῖον ἐπὶ τῆς διαμέτρου, ὃ μή ἐστι κέντρον τοῦ ἡμικυκλίου, τὸ Κ, καὶ ἔστω μείζων ἡ ΗΚ τῆς ΚΝ· καὶ ἀπὸ τοῦ Κ σημείου τις εὐθεῖα ἐπὶ τὴν περιφέρειαν ἤχθω ἡ ΚΛ, καὶ ἐπεζεύχθω ἡ ΛΗ. λέγω, ὅτι ἐν τῷ ΗΜΝ ἡμικυκλίῳ οὐ συσταθήσονται ἄλλαι δύο εὐθεῖαι τὸν αὐτὸν λόγον ἔχουσαι ταῖς ΗΛ, ΛΚ. * * * καὶ ἐπεί ἐστιν ὡς ἡ ΗΛ πρὸς ΛΚ, οὕτως ἡ ΜΗ πρὸς ΜΚ, καὶ ἐναλλὰξ ὡς ἡ ΛΗ πρὸς ΗΜ, οὕτως ἡ ΛΚ πρὸς ΜΚ, μείζων δ’ ἐστὶν ἡ ΛΗ τῆς ΜΗ (πρὸς γὰρ τῇ διαμέτρῳ ἐστὶ καὶ ἐπὶ μείζονος τῆς περιφερείας, τῆς ΗΜΛ), μείζων ἄρα καὶ ἡ ΛΚ τῆς ΜΚ, ἡ πόρρω τοῦ κέντρου τῆς πρὸς τὸ κέντρον, ὅπερ ἄτοπον. † ἐν γὰρ τῇ ΗΚ ἐστίν. οὐκ ἄρα ἐπὶ τοῦ αὐτοῦ ἡμικυκλίου ἄλλαι δύο εὐθεῖαι συσταθήσονται καὶ τὰ ἑξῆς, ὅπερ ἔδει δεῖξαι. τούτου τοῦ λήμματος προληφθέντος ἀποδείκνυσιν ὁ φιλόσοφος τὴν αἰτίαν, δι’ ἣν κυκλοτερὴς φαίνεται ἡ ἶρις καὶ διὰ τί ἡμικύκλιον, τὸν τρόπον τοῦτον· ἔστω γάρ, φησίν, ὁ ὁρίζων ὁ ΘΗΓ κύκλος· κέντρον δὲ τοῦ ὁρίζοντος ἔστω τὸ Κ, διάμετρος δὲ ἡ ΗΠ, μέλαν δὲ νέφος τὸ ΜΝ. καὶ ἔστω * * * τὸ Κ, τουτέστιν τὸ κέντρον, ἡ ὄψις· ἀπὸ δὲ τοῦ Κ, τουτέστιν ἀπὸ τῆς ὄψεως, ἐκπεμπέσθω ἀκτὶς πρὸς τὸ ΜΝ νέφος ἡ ΚΜ. καὶ ἀνακεκλάσθω ὡς πρὸς τὸ Η, ὅπερ ἐστὶν ὁ ἥλιος ἀνατέλλων. τὰ γὰρ πράγματα ἀπὸ τῶν ἀρκτικῶν στοιχείων δείκνυσιν ὁ φιλόσοφος,3 ὅπερ ἐποίησεν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. καὶ ποιεῖ τὸ τρίγωνον τὸ ΚΜΗ ἀμβλεῖαν ἔχον τὴν πρὸς τὸ Κ γωνίαν. ὅτι γὰρ ἀναγκαίως ἀμβλεῖά ἐστιν αὕτη, δῆλον, ἐπειδὴ μεταξύ ἐστιν ἡ ὄψις τοῦ τε ἡλίου καὶ τοῦ νέφους, ὑψηλότερον δὲ φαίνεται τὸ νέφος τοῦ ἡλίου διὰ τὸ τὸν ἥλιον πρὸς τῷ ὁρίζοντι εἶναι τέως· ἄλλως τε καὶ ὑπὸ μεγίστης εὐθείας ὑποτείνεται τῆς ΜΗ, ἥτις ἐστὶν ἀνάκλασις. νοείσθω δὴ τοῦτο τὸ τρίγωνον ἀγειρόμενον καὶ περιαγόμενον περὶ τὸν ΗΠ ἄξονα, ὡς γίνεσθαι κῶνον, οὗ ἡ κορυφὴ τὸ Η, ὅστις κῶνος σύγκειται ἐκ πολλῶν τριγώνων ὁμοίων τῷ ΚΜΗ, ἅπερ τρίγωνα γίνονται ἀπὸ τῶν ὄψεων τῶν προσπιπτουσῶν ἀπὸ τοῦ Κ ἐπὶ τὸ ΜΝ νέφος καὶ ἀνακλωμένων ἐπὶ τὸ Η, τουτέστι τὸν ἥλιον. δηλονότι περιαγωγὴ τοιαύτη κυκλοτερὴς γενήσεται περὶ τὸ νέφος, καὶ τούτου χάριν κυκλικὸν ἔχει σχῆμα ἡ ἶρις. αἱ γὰρ κάθετοι πᾶσαι τῶν τριγώνων ἐφ’ ἓν σημεῖον πεσοῦνται τὸ Π, ὅπερ ἐστὶ κέντρον τῆς ἴριδος· ἐκτὸς γὰρ τῶν τριγώνων πίπτουσιν αἱ κάθετοι αὐτῶν ἐπὶ τὸ Π σημεῖον. οὕτω μὲν οὖν κυκλικὸν σχῆμα ἀπολαμβάνει ἡ ἶρις. διὰ τί δὲ ἡμικύκλιον, ἀποδεικνύουσιν οὕτω· τὸ γὰρ ἐπίπεδον, ἐν ᾧ ἐστι τὸ Κ, ἐν ᾧ ἐνεγράψαμεν τὸ ΚΜΗ τρίγωνον, ταὐτὸν δ’ εἰπεῖν τὸ ἐμβαδὸν τοῦ ὁρίζοντος ἐκβαλλόμενον ὡς ἐπὶ τὸ κέντρον τῆς ἴριδος τὸ Π τέμνει δίχα τὸν κύκλον τὸν ἐκ τῶν τριγώνων γινόμενον. καὶ ἐνταῦθα ἡμικύκλιον φαίνεται ἡ ἶρις· συμβαίνει γὰρ τὸ ἡμικύκλιον τῆς ἴριδος ὀρθῶς ἐφεστάναι τῷ ὁρίζοντι.

他说,因为内侧彩虹的云层离视线较近,视线便格外更加准确地感知它们;因此视线不觉疲劳,便认为颜色更加强烈且更为明亮。而在外侧彩虹的情形中,由于云层离视线较远,视线感到疲劳,感知其颜色的程度就较弱。他自己是这样说的;但你应当说,正如前不久所说的那样,原因是垂线,以及靠近垂线的[光线]和远离垂线的[光线]。 哲学家如此预先准备好了关于彩虹应当预备的事项之后,便指出了彩虹呈现圆形的原因,以及为何它成为半圆或小于半圆,却绝不成为整圆或大于半圆。但彩虹成为圆形的原因以及为何是半圆,我们将在接续的部分中学习。为了能够理解所说的内容,首先必须采纳这样一个引理:若有一半圆,且穿过它画出直径,并在直径上取一点,该点不是半圆的中心,自该点向圆周画一条直线,并自圆周向直径的端点画一条直线,以便将直径与自该点画向圆周的直线连接起来,使得在这一半圆本身之内有两条直线,那么将无法构成与先前的两条直线具有相同比例的另外两条直线。 设半圆为ΗΜΝ,画其直径为ΗΝ,并在直径上取半圆中心之外的一点Κ,设ΗΚ大于ΚΝ;自Κ点向圆周画一条直线ΚΛ,并连接ΛΗ。我说,在半圆ΗΜΝ内,无法构成与ΗΛ和ΛΚ具有相同比例的另外两条直线。[……]既然ΗΛ对ΛΚ之比等于ΜΗ对ΜΚ之比,并且更替地,ΛΗ对ΗΜ之比等于ΛΚ对ΜΚ之比,而ΛΗ大于ΜΗ(因为它靠近直径,且位于较大的圆周ΗΜΛ之上),所以远离中心的ΛΚ也大于靠近中心的ΜΚ,这是荒谬的。†因为它在ΗΚ上。因此在同一半圆上不会构成另外两条直线,等等,这正是所要证明的。 预先设定了这一引理之后,哲学家便以此种方式证明彩虹显现为圆形的原因以及为何是半圆:他说,设地平线为圆ΘΗΓ;设地平线的中心为Κ,直径为ΗΠ,黑云为ΜΝ。并设[……]Κ,即中心,为视线;自Κ,即自视线,向云层ΜΝ发出一道光线ΚΜ。并让它反射向Η,Η即升起的太阳。因为正如哲学家在《论生成与消灭》中所做的那样,他是用首字母来指称事物的。他作出了在Κ处具有钝角的三角形ΚΜΗ。事实上,这一角必然是钝角显而易见,因为视线位于太阳与云层之间,且由于太阳彼时靠近地平线,云层显得比太阳更高;尤其也是因为它是被最大的直线ΜΗ(即反射光线)所对的。 设想这一三角形被立起并绕ΗΠ轴旋转,从而产生一个顶点为Η的圆锥,该圆锥由许多与ΚΜΗ相似的三角形构成,这些三角形是由从Κ投射到云层ΜΝ并反射到Η(即太阳)的视线所构成的。显然,在云层周围将发生这种圆周旋转,正因如此彩虹具有圆形的形状。因为三角形的所有垂线都将落在同一个点Π上,该点即彩虹的中心;因为它们的垂线落在三角形之外的Π点上。彩虹便是这样呈现出圆形的形状。 至于为何是半圆,他们如此证明:因为Κ所在的平面,即我们在其中作了三角形ΚΜΗ的平面,换言之,地平线的平面延伸至彩虹的中心Π时,平分由这些三角形所构成的圆。在此彩虹便显现为半圆;因为彩虹的半圆恰好直立于地平线上。

语法注3 条
  1. 3.6.1μᾶλλον ἡ ὄψις ἀκριβέστερον αὐτῶν ἀντιλαμβάνεται

    副词 μᾶλλον(更)与比较级 ἀκριβέστερον(更准确地)重叠使用,构成强调性的双重比较结构。

  2. 3.6.1σὺ δ’ εἰπὲ αἰτίαν εἶναι τὴν κάθετον καὶ τὰς πρὸς τῇ καθέτῳ καὶ τὰς πόρρω τῆς καθέτου

    与前句 καὶ οὕτω μὲν αὐτός(他自己是这样说的)形成对照,是注解者向听众或读者直接叮嘱的祈使句。阴性复数冠词 τὰς 省略了前文语境中出现的名词 ἀκτῖνας(光线)。

  3. 3.6.1τὰ γὰρ πράγματα ἀπὸ τῶν ἀρκτικῶν στοιχείων δείκνυσιν ὁ φιλόσοφος

    短语 ἀρκτικῶν στοιχείων 并非指“北方的元素”,而是指“首字母”(源自 ἄρχειν)。它指亚里士多德在几何学或论证中用字母(如 Η、Κ、Μ)作为代号来代表具体事物的习惯用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:245.11-247.27