- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:243.15-245.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将彩虹定为三色而实际可见黄色的疑难,奥林匹奥多罗援引六条论据(以及阿摩尼乌斯的论据),解释黄色并非源于直接反射,而是源于深红色与绿色的混合及与云层的并置对比。
" Τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παράλληλα φαίνεσθαι." Ἐπειδὴ τῇ προτεραίᾳ δείξας ἦν1 ὁ φιλόσοφος τὴν αἰτίαν, δι’ ἣν τρίχρους ἡ ἶρις, διὰ τὸ καὶ ἐν τοῖς κατὰ ἔμφασιν γινομένοις εἶναι καὶ πρῶτα καὶ μέσα καὶ ἔσχατα, ὥσπερ ἐν πᾶσι τοῖς καθ’ ὑπόστασιν, ὁρῶμεν δὲ καὶ ἕτερον χρῶμα ἐν τῇ ἴριδι παρὰ τρία τὰ εἰρημένα, λέγω δὴ φοινικοῦν, πράσινον, ἁλουργόν (γίνεται γὰρ ἐν αὐτῇ καὶ ξανθὸν χρῶμα), ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς τρίχρουν λέγει εἶναι τὴν ἶριν καὶ τοῦ ξανθοῦ χρώματος κατ’ αὐτὴν ἐμφαινομένου. ἢ ῥητέον, ὅτι τρία χρώματα λέγει εἶναι τῆς ἴριδος ὁ φιλόσοφος κατὰ ἀνάκλασιν γινόμενα, τὸ φοινικοῦν λέγω καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν. τὸ γὰρ ξανθὸν οὐ γίνεται κατὰ ἀνάκλασιν, ἀλλὰ μᾶλλον κατὰ κρᾶσιν τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου χρώματος· κιρνωμένου γὰρ τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου γίνεται τὸ ξανθὸν χρῶμα. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, καὶ ὅτι δυνατὸν ἀπὸ κράσεώς τινων χρωμάτων ἕτερον γίνεσθαι χρῶμα, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἐὰν ἧττον μέλαν παρὰ μελάντερον παραβληθῇ, δόξει λευκὸν εἶναι τὸ ἧττον μέλαν διὰ τὸ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις λανθάνειν. ἰδοὺ γοῦν ἧττον ῥυπαρὰ ἱμάτια παρὰ τὰ μᾶλλον ῥυπαρὰ παραβαλλόμενα καθαρὰ εἶναι δοκεῖ. τούτων οὕτως ἐχόντων, ἐπὰν μελάντερον ᾖ τὸ νέφος, ἐν ᾧ ἐστιν ἡ ἶρις, συμβαίνει τὸ φοινικοῦν πρὸς τὸ μέλαν παραβαλλόμενον * * * πρὸς τὸ μέλαν νέφος παραβαλλόμενον ξανθὸν φαίνεσθαι, ἐπειδὴ ὕφεσιν ἔχει τὸ πράσινον πρὸς τὸ μέλαν· ἧττον γάρ ἐστι μέλαν. οὐκοῦν εἰ πρὸς τὸ πάνυ μέλαν λευκὸν φαίνεται τὸ φοινικοῦν, πρὸς τὸ ἧττον μέλαν, τουτέστι τὸ πράσινον, ξανθὸν φανήσεται. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ ἀληθές ἐστι καὶ τὸ ξανθὸν κατὰ κρᾶσιν γίνεσθαι τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου, δῆλον, ἐπειδὴ λεπτυνομένου τοῦ νέφους, ἐν ᾧ ἐστιν ἡ ἶρις, καὶ ἀπομαραινομένου λευκὸν γίνεται φοινικοῦν ἔτι χρῶμα. ἀλλὰ τοῦτο τὸ λευκὸν ὡς πρὸς τὸ πράσινον παραβαλλόμενον ποιεῖ ξανθὸν χρῶμα, ὥστ’ ἐκ πρασίνου καὶ ξανθοῦ καὶ ἁλουργοῦ μόνον ἐνίστασθαι χρωμάτων τὴν ἶριν, μὴ ἐμφαίνεσθαι δὲ τὸ φοινικοῦν. τρίτον ἐπιχείρημα· ὅτι γὰρ τὸ ἧττον μέλαν πρὸς τὸ μελάντατον παραβαλλόμενον λευκὸν φαίνεται, δῆλον ἐκ τῆς γινομένης ἴριδος ἀπὸ τῆς σελήνης (ἐπειδὴ γὰρ αὕτη ἧττον ἐστι θερμοποιὸς ἡ κατὰ τὸν ἥλιον,2 συμβαίνει μὴ διαλύειν αὐτὴν τὰ νέφη, ἀλλὰ μένειν παχέα· ἔνθεν μελάντατά εἰσιν ταῦτα, ἐν οἷς γίνεται ἡ ἀπ’ αὐτῆς ἶρις) ἄλλως τε καὶ διὰ τὸ ἐν νυκτὶ γίνεσθαι, τὴν δὲ νύκτα συμπράττειν πρὸς τὴν πάχυνσιν τοῦ νέφους. ἐπειδὴ οὖν παχύτατόν ἐστι τοῦτο τὸ νέφος καὶ μελάντατον, συμβαίνει τὰ ἰριοειδῆ χρώματα γινόμενα ἀπὸ τῆς πρὸς αὐτὴν ἀνακλάσεως ὡς πρὸς τὸ μέλαν νέφος παραβαλλόμενα λευκὰ φαίνεσθαι, καὶ διὰ τοῦτο λευκή ἐστιν ἀπ’ αὐτῆς ἶρις. ὁρᾷς, ὅτι δυνατὸν ἀπὸ τῆς πρὸς ἕτερον χρῶμα παραβολῆς ἐξ ἑτέρου χρώματος ἕτερον γίνεσθαι. τοῦτο τρίτον. τέταρτον ἐπιχείρημα· ὅτι γὰρ ἀπὸ τῆς πρὸς ἕτερον χρῶμα παραβολῆς ἕτερον γίνεται χρῶμα, δῆλον· ἰδοὺ γοῦν τὰ ποικίλματα τὰ ἐν τοῖς ἱματίοις γινόμενα ἄλλα παρ’ ἄλλα τιθέμενα ἄλλας διαφορὰς ποιοῦσι χρωμάτων διὰ τὴν ἐξ αὐτῶν γινομένην κρᾶσιν. ὅθεν οἱ περὶ τὰς σμαράγδους δεινοὶ ἔν τισιν ὥραις διακειμένου καλῶς τοῦ ἀέρος ἐπιδεικνύουσι τὰς σμαράγδους διὰ τὸ τῇ παραθέσει τῇ πρὸς τὸν ἀχλυώδη ἀέρα λαμπρὸν αὐτοῦ φανῆναι τὸ χρῶμα. τοῦτο τέταρτον. πέμπτον ἐπιχείρημα· ἰδοὺ γὰρ καὶ ἡ ἁλουργίς, τουτέστιν ἡ πορφύρα, ἐν ἄλλοις καὶ ἄλλοις ἱματίοις ἐπιβαλλομένη — ἀπὸ γὰρ τοῦ λευκοῦ καὶ τοῦ πορφυροῦ3 ἕτερον χρῶμα γίνεται, ἄλλο δ’ ἐν ξανθοῖς καὶ χρυσοειδέσιν· ἀπὸ γὰρ τῆς αὐτῶν κράσεως ἕτερον γίνεται χρῶμα. 〈τοῦτο〉 πέμπτον. ἕκτον καὶ τελευταῖον ἐπιχείρημα· ὁρῶμεν γὰρ καὶ τοὺς ποικιλτὰς τῶν ἱματίων μὴ ἐργαζομένους πρὸς τὸν λύχνον, ἐπειδὴ ἀχλυώδους ὄντος τοῦ ἀέρος διαφορὰ χρωμάτων γίνεται ἀπὸ τῶν χρωμάτων, ἐν οἷς ἐργάζονται, καὶ ἀπάτη αὐτοῖς γίνεται διὰ τὴν ποικιλίαν τῶν γινομένων ἀπὸ τῆς κράσεως χρωμάτων. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ δὲ μέγας φιλόσοφος προσεῦρε καὶ ἕτερον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ἀνάκλασις τὸ ξανθὸν χρῶμα. εἰ γὰρ ἦν ἀνάκλασις, ἔδει πρὸ τοῦ φοινικοῦ γίνεσθαι, ἐπειδὴ ἧττον ἔχει τὴν ἀπάτην ἡ ὄψις ἐν τῷ ξανθῷ ἤπερ ἐν τῷ φοινικῷ· τὸ γὰρ ξανθὸν πρὸς τῷ λευκῷ μᾶλλόν ἐστιν. ὥσπερ οὖν τὸ φοινικοῦν πρὸ τοῦ πρασίνου γίνεται διὰ τὸ ἧττον αὐτοῦ ἔχειν ἀπάτην, * * * μέχρι τούτων ἀποδείξας ὁ φιλόσοφος, ὅτι τὸ ξανθὸν χρῶμα ἀπὸ τῆς κράσεως γίνεται τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου, ὥσπερ καὶ ἄλλα τινὰ χρώματα, ζητεῖ τὴν αἰτίαν, δι’ ἣν ἡ ἐντὸς ἶρις λαμπροτέρα φαίνεται τῆς ἐκτός, καὶ αἰτιᾶται τὴν θέσιν τῶν νεφῶν.
“而黄色则因并列显现而显现。” 前一日哲学家已经指出了彩虹之所以是三色的原因,即正如在一切按实体而存在的事物中一样,在按映象产生的事物中也存在首、中、尾;然而我们在彩虹中除了上述的三种颜色(即深红色、绿色、紫色)之外还看到了另一种颜色(因为在其中也产生了黄色),所以值得提出疑问:在黄色亦于其中显现的情况下,他为何说彩虹是三色的。或者应当说,哲学家所说的通过反射而产生的彩虹之色有三种,即深红色、绿色和紫色?因为黄色并非通过反射产生,而是宁可通过深红色与绿色的混合而产生;因为当深红与绿相调和时,便产生了黄色。而亚里士多德通过六个论据证明了这一点是真实的,并且证明了从某些色彩的混合中产生出另一种色彩是可能的。 其中第一个论据是这样的:如果较不黑之物并置于较黑之物旁,由于同类之物在同类之物中不被觉察,较不黑之物便显得是白的。看哪,至少较不脏的衣服并置于较脏的衣服旁时,显得是干净的。情况既然如此,当彩虹所在的云层较黑时,深红色与黑色并置[……]与黑云并置时便显现为黄色,因为绿色相对于黑色有所减退,因它较不黑。既然相对于全然的黑,深红色显现为白,那么相对于较不黑之物,即绿色,它就会显现为黄。这是第一个。 第二个论据:黄色亦是通过深红色与绿色的混合而产生的,这一点真实不虚也是明显的,因为当彩虹所在的云层变薄并衰减时,深红之色仍会变白。但这种白色相对于绿色并置时便产生黄色,以至于彩虹仅由绿色、黄色和紫色构成,而深红色则不显现。这是第二个。 第三个论据:较不黑之物与最黑之物并置时显现为白,这从由月亮所产生的彩虹中显而易见(因为比起太阳[的热],月亮产热较少,因而未能消散云层,云层依然浓厚;由此,因它而产生彩虹的云层是最黑的),尤其是因为这发生在夜间,而夜间促成了云层的增厚。因此,既然这团云层最厚且最黑,由朝向它的反射所产生的虹样色彩,与黑云并置时便显现为白,正因如此,由月亮产生的彩虹是白色的。你看,由于与另一种颜色并置,从一种颜色中产生出另一种颜色是可能的。这是第三个。 第四个论据:由于与另一种颜色并置而产生出另一种颜色是显然的;看哪,衣服上制成的刺绣花纹,彼此并列放置时,由于从它们产生的混合而造成了颜色的其他差异。因此精通绿宝石的人在某些空气状态良好的时辰展示绿宝石,以便通过与雾蒙蒙的空气并置使它的颜色显得明亮。这是第四个。 第五个论据:看哪,海紫色染料,即紫染料,当施加在各种衣服上时[……]——因为从白与紫中产生出另一种颜色,在黄色与金色的[衣服]上则产生出另一种;因为从它们的混合中产生出另一种颜色。这是第五个。 第六个也是最后一个论据:因为我们看到衣服的刺绣工不在灯下劳作,因为当空气雾蒙蒙时,从他们所劳作的颜色中会产生色彩的差异,并且由于混合所产生的色彩的多样性,他们会受到欺骗。 这些是亚里士多德的[论据]。然而那位伟大的哲学家另外发现了一个论据,即黄色不是反射。因为如果是反射,它本应在深红色之前产生,因为视线在黄色中所受的欺骗比在深红色中更少;因为黄色更接近白色。正如深红色在绿色之前产生是因为比它具有更少的欺骗一样,[……]直到这里,哲学家在证明了黄色如同其他某些颜色一样是由深红色与绿色的混合所产生之后,便探求内侧彩虹为何显得比外侧更明亮的原因,并归咎于云层的位置。
- 3.6.1δείξας ἦν
迂回过去完成时结构(ἦν 搭配不定过去时分词),为后古典希腊语特征,相当于 ἔδειξε(ν) 或 δεδειχὼς ἦν,表示前一日讲课中已经完成的论证。
- 3.6.1ἧττον ἐστι θερμοποιὸς ἡ κατὰ τὸν ἥλιον
比较句结构。写本中的 ἡ 被理解为连词 ἤ(“比”)的音误或异拼,意为“比太阳[的热/力量]产热较少”,介词短语 κατὰ τὸν ἥλιον 作为比较的标准。
- 3.6.1ἐπιβαλλομένη — ἀπὸ γὰρ τοῦ λευκοῦ καὶ τοῦ πορφυροῦ
破格语法(破折句)。主格分词 ἐπιβαλλομένη 未承接主要限定动词,句意直接转入说明原因的 γάρ 从句,用以例证紫染料施加于不同织物时所产生的色彩变化。
