- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:241.23-243.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于视线因距离延展而衰弱从而将颜色感知为更暗这一前提,以几何学和光学原理解释了彩虹三色(深红、绿、紫)的生成原因以及主虹与副虹中色彩次序相反的缘由。
" Θεωρείσθω μὲν οὖν ταῦτα ἐκ τοῦ περὶ τὰς αἰσθήσεις." Ἐν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πραγματείᾳ τὰ συμβαίνοντα τῇ ὄψει. ἐκεῖ οὖν ἡμᾶς ἀποπέμπει.
“因此,这些事情应当从论感觉的[著作]中去考察。” 在《论感觉及其对象》的论述中包含了视线所经历的诸现象。因此他把我们指引到那里去。
"Διαφέρει οὐδὲν τὸ ὁρώμενον μεταβάλλειν ἢ τὴν ὄψιν· ἀμφοτέρως γὰρ ἔσται ταὐτόν." Νῦν τὰ δύο φησὶ λήμματα, ὅτι τὰ πόρρω φαινόμενα μελάντερα φαίνονται † καὶ κατὰ ἀνάκλασιν ὁρῶμεν, ἐπὰν αὐτὸ μὲν ἐγγὺς ᾖ, τὸ δ’ ἔνοπτρον μακρόν. οὐδὲν γὰρ διαφέρει τὸ ὁρώμενον πόρρωθεν ὂν τῆς ὄψεως μεταβάλλειν ἀπὸ τοῦ οἰκείου μεγέθους καὶ μικρὸν ὁρᾶσθαι τῷ τὴν ὄψιν διὰ τὴν πολλὴν πορείαν ἐξασθενεῖν1 καὶ ἧττον ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ καὶ διὰ τοῦτο μικρὸν αὐτὸ ὁρᾶν. ὧν τὸ μὲν γίνεται ἐπὶ τοῦ κατ’ εὐθυωρίαν κειμένου μηκόθεν [ὁρᾶν], τοῦτο δ’ ἐπὶ τοῦ κατὰ ἀνάκλασιν ὁρῶμεν.
“被观看的对象改变还是视线[改变]毫无区别;因为无论哪种方式结果都相同。” 现在他陈述了两条引理:远处的显现之物显得更黑;以及当[……]我们通过反射观看,对象自身虽近而镜子却远[时亦是如此]。因为被观看的对象由于远离视线而脱离其固有的尺度并显现为微小,与视线因路程遥远而衰弱、对可见对象的把握减弱并因之将其看作微小,二者之间毫无区别。在这些情况中,前者发生于从远处[观看]位于直线方向上的对象,而后者则是我们在反射的情形中所看到的。
"Συμβαίνει γάρ, ὅταν ᾖ τοῦ ἡλίου νέφος πλησίον." Ἔτι κατασκευάζει, ὅτι ἐπὶ τὸ πλέον προϊοῦσα ἡ ὄψις καὶ ἀτονοῦσα μελάντερον ὁρᾷ τὸ αἰσθητόν. εἰ γὰρ ᾖ ὑπὸ τὸν ἥλιον νέφος λεπτὸν καὶ λευκόν,2 διὰ τὸ διαπεφορῆσθαι ὑπὸ τοῦ ἡλίου εἰ μὲν ἄντικρυς αὐτὸ θεασόμεθα, λευκὸν αὐτὸ ὁρῶμεν, εἰ δὲ δι’ ὕδατος, μελάντερον, ἐπειδὴ πλείω βαδίζει ἡ ὄψις καὶ ὡς διὰ πλείονος περιόδου φερομένη ἐξασθενεῖ. ἄντικρυς γὰρ αὐτὸ θεωμένη κατὰ μίαν εὐθεῖαν αὐτοῦ ἀντελαμβάνετο, κατὰ δὲ ἀνάκλασιν διὰ δύο. δέδεικται δέ, ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν.
“因为当云层靠近太阳时便发生此事。” 他进一步论证,视线前进得更远且松弛时,便把感觉对象看得更黑。因为若太阳正下方有一团因受太阳驱散而稀薄且洁白的云,倘若我们正面观察它,我们便见其为白;但若是通过水,则见其更黑,因为视线行进得更多,且宛如经过更大的周回运行而变得衰弱。因为正面观察它时,视线是沿着一条直线把握它的,而在反射时则是通过两条[直线]。并且已经证明,任何三角形的两边之和都大于其余[一边]。
"Ἡ μὲν οὖν ἰσχυροτέρα εἰς φοινικοῦν χρῶμα μετέβαλεν." Ἐντεῦθεν τὰς αἰτίας λέγει τῶν χρωμάτων. ἡ γὰρ εἰς τὰ πλησίον νέφη προσπίπτουσα ὄψις ὡς ἂν ὀλίγον ἀνιοῦσα διάστημα καὶ δι’ ὀλίγου ἀέρος ἀχλυώδους ἐλάττονα πάσχει καὶ τὴν ἀπάτην· αἱ δὲ ἄλλαι ὄψεις διὰ τὸ πολὺ διάστημα διϊέναι καὶ διὰ τὸ διὰ πολλοῦ ἀχλυώδους ἀέρος ὁρᾶν τὸ λαμπρὸν μέλαν αὐτὸ ὁρῶσιν, ὡς εἴρηται.
“因此,更强健的[视线]转变成了深红色。” 由此他陈述了色彩的原因。因为投射到近处云层的视线,上升的距离短,穿过的雾蒙蒙的空气少,所遭受的欺骗也较少;而其他的视线由于穿过遥远的距离,且由于透过大量雾蒙蒙的空气观看明亮之物,如前所述,便将它看作是暗黑的。
"Ἀλλ’ ἐν τοῖς τρισὶν ὥσπερ καὶ τοῖς ἄλλοις τὰ πλεῖστα, καὶ τούτων ἔσχε τέλος." Ὥσπερ, φησίν, ἐν τοῖς πᾶσι τὸ τριπλοῦν θεωρεῖται (πάντα γὰρ ἔχουσι καὶ πρῶτα καὶ μέσα καὶ ἔσχατα)· πρῶτον μὲν τὸ φοινικοῦν χρῶμα, δεύτερον τὸ πράσινον, τρίτον τὸ ἁλουργόν. καὶ διὰ τοῦτο τρίχρους ἡ ἶρις· οὐδὲν δὲ ἐν αὐτῇ ἄλλο αἰσθητὸν φαίνεται ἄρα, εἰ μήπου ἀνεπαίσθητόν ἐστι. βούλεται γὰρ ὁ Πτολεμαῖος ἑπτὰ χρώματα εἶναι τῆς ἴριδος. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, Ἀριστότελες, εἰ πάντα ἔχει πρῶτα, μέσα, ἔσχατα, οὐκ ἔστιν ἄμεσον ἐναντίον, ὡς σὺ φής· καλῶς γὰρ ἔφη Πλάτων πάντα ἔμμεσα εἶναι. ἐπὶ γὰρ ἀρτίου καὶ περισσοῦ ὁ μέσος περισσάρτιος, καὶ μεταξὺ νόσου καὶ ὑγείας ἡ οὐδετέρα κατάστασις, ἵνα μὴ ἀθρόα μεταβολὴ ὑπάρχῃ ἐν τῷ παντί.
“然而正如其他大多数事物一样,在三者之中,这些[色彩]也达到了终点。” 他说,正如在一切事物中都可观察到三重性(因为一切事物皆有首、中、尾)——第一是深红色,第二是绿色,第三是紫色。正因如此彩虹是三色的;所以在其中显现不出任何其他感觉对象,除非它是不可被感知的。因为托勒密主张彩虹的色彩有七种。但就此而言,亚里士多德啊,若一切事物皆有首、中、尾,就不存在你所说的那种无中介的对立了;因为柏拉图说得很对,一切事物都是有中介的。因为在偶数与奇数中有中介的偶奇数,在疾病与健康之间有非此非彼的状态,以便在万有之中不至于发生骤然的变化。
"Διὸ καὶ ἶρις τρίχροος φαίνεται, ἑκατέρα μέν, ἐναντίως δέ." Ἑκατέρα μὲν ἶρις τρίχροος εἶναι3 διὰ τὸ πάντα τριττὰ εἶναι, ἀλλ’ ἐναντίως, τουτέστιν ἡ μὲν μείζων ἶρις ἐλαχίστην περιφέρειαν ἔχει φοινικείαν, ἡ δὲ ἐλάσσων τὴν μεγίστην. ἐπὶ δὲ τοῦ ἁλουργοῦ τὸ ἀνάπαλιν· ἡ μὲν μείζων τὴν μεγίστην, ἡ δ’ ἐλάσσων τὴν ἐλάσσονα. ἐπὶ δὲ τοῦ πρασίνου ἄμφω μέν ἐστιν ἡ τοιαύτη περιφέρεια.
“因此彩虹也显现为三色,每一道皆是如此,但次序相反。” 由于一切事物皆为三重,因而每一道彩虹都是三色的,但次序相反:也就是说,较大的彩虹以最小的圆周为深红色,而较小的彩虹则以最大的圆周为深红色。在紫色上则正相反:较大者以最大圆周为紫,较小者以较小圆周为紫。在绿色上,两者皆以此种[中间的]圆周为绿。
"Ἡ μὲν οὖν πρώτη τὴν ἔξω φοινικείαν ἔχει· ἀπὸ μεγίστης γὰρ περιφερείας πλείστη προσπίπτει ὄψις πρὸς τὸν ἥλιον." Ἐντεῦθεν ἡ αἰτία τῆς τάξεως τῶν χρωμάτων, καὶ δὴ ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, τὸ πλείστην ὡς πρὸς τὴν δύναμιν δεῖ λαβεῖν, οὐ πρὸς τὸ πλῆθος τῆς ὄψεως.
“因此,第一道彩虹的外侧为深红色;因为从最大的圆周有最多的视线投射到太阳。” 由此陈述了色彩次序的原因;并且正如在通论中所言,“最多的”必须依能力而非依视线的数量来理解。
- 3.5.12τῷ τὴν ὄψιν διὰ τὴν πολλὴν πορείαν ἐξασθενεῖν
由与格定冠词 τῷ 引导的带定语的不定式结构(包含宾格主语 τὴν ὄψιν 及不定式 ἐξασθενεῖν 等)充当与 οὐδὲν διαφέρει 连用的比较/关联与格(对应引理中的 ἢ τὴν ὄψιν),与前文作为主语的不定式短语 τὸ ὁρώμενον... μεταβάλλειν 并列,陈述视线一侧的另一种情况。
- 3.5.13εἰ γὰρ ᾖ ὑπὸ τὸν ἥλιον νέφος λεπτὸν καὶ λευκόν
句首的条件从句 εἰ γὰρ ᾖ 使用虚拟式现在时引入普遍假设,在其归结部内部又嵌套了双重对比性条件从句(εἰ μὲν ἄντικρυς... εἰ δὲ δι’ ὕδατος);后一分句省略了主句谓语动词(ὁρῶμεν)。
- 3.5.16Ἑκατέρα μὲν ἶρις τρίχροος εἶναι
不定式 εἶναι 作为对前述引理陈述(φαίνεται)的解说,或在间接引语中隐含了被省略的动词(如 δεῖ 或 λέγεται),以此陈述各道彩虹皆为三色。
