← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§239.29-241.22

彩虹与光晕的差异及色彩生成引理的注解

奥林匹奥多鲁随亚里士多德原文(373b32–374b11)注释了有关彩虹与光晕差异的两项探究课题(色彩多样性与出现位置),随后讨论了色彩生成的三项引理(介质暗度与视线因距离衰弛),并将其与前节的解释相调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.2

" Ὅτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεώς ἐστι πρὸς τὸν ἥλιον, φανερόν· διὸ καὶ ἐξ ἐναντίας γίνεται." Τοῦτο γὰρ ἦν ἀξίωμα τῆς ἀνακλάσεως, ὥστε τὸ κάτοπτρον ἐξ ἐναντίας εἶναι1 τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου.

“因此,彩虹是视线朝向太阳的反射,这乃是显然的;所以它也是从正相反方向产生的。” 因为这正是反射的公理:镜子必须处于观看者与被观看对象的正相反方向。

§3.5.3

"Καίτοι ἄμφω ἀνάκλασις, ἀλλ’ ἡ τῶν χρωμάτων ποικιλία διαφέρει." Τὸ πρῶτον ζήτημα, τί δήποτε ἡ μὲν μονόχρους καὶ λευκή, ἡ δὲ τρίχρους καὶ ποικίλη.

“尽管二者都是反射,但色彩的多样性有所不同。” 第一项探究课题:究竟为何一者单色且为白,而另一者三色且多彩。

§3.5.4

"Ἡ μὲν γὰρ ἀπὸ ὕδατος καὶ μέλανος γίνεται ἀνάκλασις καὶ πόρρωθεν ἢ ἐγγύθεν." Τὰς αἰτίας λέγει τοῦ προβλήματος. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἀπὸ ὕδατος καὶ μέλανος ἐσήμανεν, ὅτι ἡ μὲν ἶρις ἀπὸ καθύγρων νεφῶν γινομένη ποικίλον ἔχει τὸ χρῶμα, ἡ δὲ ἅλως ἀπὸ λεπτοῦ νέφους γινομένη λευκόν. διὰ δὲ τοῦ εἰπεῖν πόρρωθεν ἢ ἐγγύθεν τὴν δευτέραν αἰτίαν εἶπεν, ὅτι ποῦ μὲν κατὰ κάθετον, ποῦ δὲ κατὰ διάμετρον ἀνακλωμένη ἡ ὄψις διάφορα ποιεῖ χρώματα, ποῦ μὲν λευκόν, ποῦ δὲ μέλαν.

“因为一者是从水和暗物产生的反射,并且是从远处或从近处产生的。” 他陈述了该问题的原因。因为通过说“从水和暗物”,他表明彩虹因产生于饱含水分的云层而具有多彩的颜色,而光晕因产生于稀薄的云层而具有白色。通过说“从远处或从近处”,他陈述了第二种原因:即视线有时顺着垂线反射,有时顺着直径[在正相反方向]反射,便产生不同的色彩,有时为白,有时为暗。

§3.5.5

"Φαίνεται δὲ τὸ λαμπρὸν διὰ τοῦ μέλανος μὲν φοινικοῦν." Μετὰ τὸ πρῶτον πρόβλημα δέον εἰπεῖν τὸ δεύτερον,2 ὁ δὲ οὐ τοῦτο ποιεῖ, ἀλλὰ τὸ πρῶτον λῆμμα λέγει τριῶν λημμάτων, ὅτι τὸ λαμπρὸν ἢ διὰ μέλανος ἢ ἐν μέλανι θεωρούμενον φοινικοῦν ὁρᾶται. καὶ τούτων παραδείγματα λέγει τοῦ μὲν ἐν τῷ μέλανι φαινομένου λαμπροῦ τὴν φλόγα τὴν ἐν καπνῷ, τοῦ δὲ διὰ μέλανος τὸν ἥλιον ἀνίσχοντα. εἶτα φέρει παράδειγμα καὶ ἐπὶ τοῦ χρώματος τῆς ἴριδος τοῦ φοινικοῦ, ὅτι καὶ ἐνταῦθα δι’ ὀλίγης ἀχλύος ὁρώμενος ἥλιος φοινικοῦς φαίνεται, ἐπὶ δὲ τῆς ἅλω διὰ λεπτοτάτης ἀχλύος δίεισιν ἡ ὄψις πρὸς τὴν σελήνην. καὶ διὰ τοῦτο οὐ γίνεται ἐκεῖ χρῶμα βαθύ, ἀλλὰ λευκόν.

“而在暗物中透出的明亮之物显现为深红色。” 在第一项课题之后本应陈述第二项,但他并未这样做,而是陈述了三项引理中的第一项:即明亮之物无论透过暗物还是在暗物中被观察,都看起来是深红色的。关于这些,他陈述的例子是:对于在暗物中显现的明亮之物,举烟中的火焰为例;对于透过暗物者,举升起的太阳为例。随后他就彩虹的深红色也举了一个例子:即在此处,透过少许薄雾看到的太阳亦显现为深红色;而在光晕处,视线透过极稀薄的薄雾穿透至月亮。正因如此,在那里不产生深浓的颜色,而是产生白色。

§3.5.6

"Ἔτι δὲ περὶ αὐτὸν μὲν τὸν ἥλιον οὐ γίνεται διατριβὴ τοιαύτη συστάσεως, ἀλλ’ ἢ ὕει ἢ διαλύεται." Τὸ δεύτερον ζήτημα, τί δήποτε ἶρις οὐ γίνεται περὶ τὸν ἥλιον, ἀλλὰ κατὰ διάμετρον. καὶ ἔλυσεν εἰπών, ὅτι περὶ τὸν ἥλιον ὄντος νέφους οὐ γίνεται πολὺς χρόνος μεταξὺ τῶν ῥανίδων καὶ τοῦ ὑετοῦ, ἀλλὰ ταχὺ εἰς ὕδωρ μεταβάλλεται τὸ νέφος ἢ διαλύεται, ἡ δὲ ἶρις δεῖται παρατάσεως τοῦ μέσου χρόνου.

“再者,在太阳自身周围并不产生如此凝聚的停驻,而是要么下雨,要么消散。” 第二项探究课题:究竟为何彩虹不产生在太阳周围,而是顺着直径[在正相反位置]产生。他对此做出解答,说道:当云层在太阳周围时,在水滴与降雨之间不产生很多时间,而是云层迅速转化为水或消散,而彩虹则需要中间时间的持续。

§3.5.7

"Ἐφαίνετο δ’ ἂν ἡ ἶρις ὅλη ὥσπερ ἡ περὶ τοὺς λύχνους." Ἐντεῦθεν δείκνυσιν, ὅτι τὰ λεγόμενα ἐπὶ ἴριδος οὐκ ἐπὶ πάσης ἴριδος λέγεται, ἀλλὰ μόνης τῆς κατὰ ἀνάκλασιν γινομένης ἀπὸ τῶν νεφῶν πρὸς τὸν ἥλιον.

“否则彩虹就会像灯火周围的[彩虹]那样整体显现出来。” 由此他表明,关于彩虹所说的事情并不是关于一切彩虹说的,而仅仅是关于由云层朝向太阳反射而产生的那种彩虹说的。

§3.5.8

"Ἡ δὲ ἀπὸ τῶν κωπῶν ἀναφερομένων ἐκ τῆς θαλάσσης ἶρις." Ἐντεῦθεν ἑτέραν ἶριν παραδίδωσιν, ἥτις μεταξύ ἐστι τῆς λυχνιαίας ἴριδος καὶ τῆς ἐν τοῖς νέφεσιν. αὗται μὲν γὰρ κατὰ πᾶν εἰσιν ἀνόμοιαι· αἱ δὲ νῦν λεγόμεναι, τουτέστιν ἡ ἀπὸ τῶν κωπῶν γινομένη ἐν τῇ θαλάττῃ καὶ ἀπὸ τῶν ῥανίδων τῶν πρὸς τὸν ἥλιον ῥαινομένων, κοιναί εἰσι τῶν δύο ἰρίδων ὡς ἄμφω κατά τι μετέχουσαι.

“而在从海中抬起的桨上产生的彩虹。” 由此他给出了另一种彩虹,它处于灯火彩虹与云中彩虹之间。因为前两者在一切方面都是不相似的;而现在所说的这些——即在海中由桨产生的彩虹和由向着太阳喷洒的水滴所产生的彩虹——作为在某种程度上分有二者,对于这两种彩虹乃是共通的。

§3.5.9

"Δεῖ γὰρ νοήσαντας, ὥσπερ εἴρηται, πρῶτον καὶ ὑποθεμένους, ὅτι λαμπρὸν ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα ποιεῖ φοινικοῦν." Ἐντεῦθεν τὰ τρία λήμματα παραδίδωσιν. ἀλλ’ ἐπειδὴ τοῦ πρώτου ἐμνήσθη ἀνωτέρω, πάλιν ἐπαναλαμβάνει αὐτό, ἵνα συνεχῆ ποιήσηται τὴν περὶ αὐτῶν διδασκαλίαν. τούτου χάριν εἶπεν ὥσπερ εἴρηται καὶ τὸ ὑποθεμένους ἀντὶ τοῦ ‘λήμματα λαβόντας’. ὑποθέσεις γάρ εἰσι τὰ λήμματα. "Δεύτερον δέ, ὅτι ἡ ὄψις ἀποτεινομένη ἀσθενεστέρα γίνεται καὶ ἐλάττων." Τὸ δεύτερον λῆμμα τοῦτ’ ἔστιν· ἀλλὰ ζητητέον, πῶς ἡ ὄψις ἀποτεινομένη ἐλάττων γίνεται· μείζω γὰρ μᾶλλον ἔδει λέγειν. ἢ ἐλάττονα λέγει αὐτὴν γίνεσθαι κατὰ τὴν δύναμιν, τουτέστιν ἄτονον. ᾧ δῆλον, ὅτι3 καὶ πλείονα ὅταν αὐτὴν λέγῃ, δυνάμει αὐτὴν λέγει πλείονα, οὐ μεγέθει. οὐκοῦν συμφωνεῖ ἡ τοῦ μεγάλου φιλοσόφου ἐξήγησις πρὸς τὴν ἔννοιαν τοῦ Ἀριστοτέλους ἐπὶ τῆς τάξεως τῶν χρωμάτων τῆς ἴριδος. πλείστην γὰρ εἶπεν ὄψιν ἀνακλᾶσθαι ὁ Ἀριστοτέλης ἀπὸ τῆς μείζονος περιφερείας οὐ τῷ ποσῷ, ἀλλὰ τῇ δυνάμει, ὡς εἴρηται.

“因为必须如所言首先理解并设定:明亮之物在暗物中或透过暗物产生深红色。” 由此他给出了三项引理。但既然他在上面已经提到了第一项,为了使关于它们的教学具有连续性,他便再次重复了它。正因如此,他说了“如所言”,并用“设定”代替“取为引理”;因为引理就是设定。 “第二,视线被延伸后变得更微弱且更小。” 这就是第二项引理。但应当探究的是,视线被延伸后如何变得“更小”;因为本应倒过来说“更大”。或者他是说,它在能力上变得更小,亦即失去张力。由此显而易见,每当他也说视线“更多”时,乃是在能力上说它“更多”,而不是在大小上。因此,这位伟大哲学家关于彩虹色彩顺序的解释,与亚里士多德的意图相一致。因为如前所述,亚里士多德说从较大圆周反射的视线“最多”,不是在数量上,而是在能力上。

语法注3 条
  1. 3.5.2ὥστε τὸ κάτοπτρον ἐξ ἐναντίας εἶναι

    接续助词 ὥστε 接不定式在此处充当同位语成分,具体说明前述 ἀξίωμα(公理)的内容,意为“即镜子处于相反方向这一公理”。

  2. 3.5.5δέον εἰπεῖν τὸ δεύτερον

    无人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格绝对独立结构,表达让步或转折含义:“本应陈述第二项[课题]”。它与后文的主句 ὁ δὲ οὐ τοῦτο ποιεῖ 形成呼应。

  3. 3.5.10ᾧ δῆλον, ὅτι

    中性单数与格关系代词 ᾧ 在此作连接性手段/原因与格(“由此/凭此”),承接前文的推论并引出结论,谓词 δῆλον [ἐστί] 统摄随后的 ὅτι 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:239.29-241.22