- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:238.6-239.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁指出亚里士多德表面上将彩虹色彩顺序归因于大小和位置的做法遭到了其师的批判,转而以中心垂直视线最强而外围视线渐弱的光学校学理论解释了色彩分布及双虹之间的空白区域,最后为亚里士多德辩护,主张其所谓“最多的视线”实指靠近垂线的视线强力。
ἐπειδὴ γὰρ τὰ νέφη ἐκεῖνα, ἐν οἷς ἐμφαίνεται ἡ τὸ φοινικοῦν ἔχουσα χρῶμα περιφέρεια, πλησίον ἐστὶ τῆς ὄψεως, μὴ ἀποκάμνουσα ἡ ὄψις τῷ πολλῷ διαστήματι προσπίπτουσα αὐτοῖς καὶ ἀνακλωμένη πρὸς τὸν ἥλιον ἔλαττον ἀπατᾶται διὰ τὸ σχεδὸν τὸ τοῦ ἡλίου χρῶμα ὁρᾶν, λέγω δὴ τὸ φοινικοῦν. τὰ δ’ ἄλλα νέφη, ἐν οἷς εἰσιν αἱ ἄλλαι περιφέρειαι, πόρρω μὲν ὄντα, ἐπειδὴ ἐκ διαστήματος ὄψις ἀνακλᾶται πρὸς τὸν ἥλιον, ἐξασθενεῖ1 καὶ διὰ τοῦτο οὐκ ἀκριβῶς ἀντιλαμβανομένη ποῦ μὲν ποιεῖ τὸ πράσινον χρῶμα, ποῦ δὲ τὸ ἁλουργόν. ταύτας μὲν οὖν τὰς αἰτίας τῆς τῶν χρωμάτων τάξεως ἀποδίδωσιν ὁ φαινόμενος Ἀριστοτέλης. ἀλλ’ ὁ δαιμόνιος ἔφησεν † ἓξ ὄντων τῶν εἰρημένων αἰτιῶν ἐπὶ τῶν δύο γίνεσθαι ἰρίδων· καὶ γὰρ καὶ ἐπὶ τῆς ἐκτὸς δύναται αἰτιάσασθαι τὸ μέγεθος καὶ ἐπὶ τῆς ἐντὸς τὴν θέσιν. τί δήποτε τὸ μὲν ταύτῃ ἀπένειμας, τὸ δὲ ταύτῃ; φέρε οὖν, ὡς ἐπέστησεν ὁ ἡμέτερος πρόγονος, εἴπωμεν τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων. ἐπειδὴ γὰρ ἐκ τοῦ ὄμματος πιπτουσῶν ἀκτίνων ἡ κατὰ κάθετον φερομένη πρὸς τὸ ὁρατόν, ἥτις καὶ ἄξων ἐστὶ τῶν γινομένων κώνων, ἰσχυροτέρα ἐστὶ τῶν μὴ κατὰ κάθετον, ἀλλὰ πλαγίων φερομένων (καὶ τούτων αἱ πρὸς τῇ καθέτῳ ἰσχυρότεραί εἰσι τῶν πόρρω τῆς καθέτου), συμβαίνει τὴν μὲν κάθετον ὡς ἰσχυροτάτην οὖσαν μὴ πάσχειν ἀπάτην ἢ σπανίως ἔχειν, τὰς δὲ πρὸς τῇ καθέτῳ πάσχειν μὲν ἀπάτην, ὀλίγην δέ, τὰς δὲ πόρρω πολλὴν πάσχειν ἀπάτην. τούτων οὕτως ἐχόντων ἐπὶ τῆς ἴριδος φαίνονται ὄψεις πολλαὶ παρὰ τὰ νέφη, ὧν ἡ μέν ἐστι κάθετος, αἱ δὲ παρὰ τὴν κάθετον πίπτουσιν, αἱ δὲ πόρρω τῆς καθέτου. ἀλλ’ ἡ μὲν κάθετος ἐμπίπτει ἐπὶ τὸ μεταξὺ τῶν δύο ἰρίδων, ἐπὶ τὸ τῶν μεταξὺ δύο φοινικῶν περιφερειῶν, ἔνθα οὐδὲν ὅλως ἀπατηλὸν φαίνεται χρῶμα· μεταξὺ δὲ τῶν δύο ἰρίδων ἐστί τις χώρα χωρὶς χρώματος ἀπατηλοῦ. ἐπειδὴ οὖν ἰσχυρῶς ἀντιλαμβάνεται κάθετος ἐκείνου τοῦ τόπου, ἐν ᾧ πίπτει, τούτου χάριν οὐχ ὁρᾶται ἐκεῖσε χρῶμα ἀπατηλόν. τοῦτο γὰρ ἐλέγομεν καὶ ἐπὶ τῆς ἅλω, διὰ τί κρίκος φαίνεται καὶ οὐχὶ τύμπανον· ἐπειδὴ ἡ κατὰ κάθετον φερομένη πρὸς τὴν σελήνην ὄψις ἰσχυρὰ οὖσα οὐκ ἀπατᾶται, ἀλλ’ ἀκριβῶς ἀντιλαμβάνεται, τοῦτο οὖν κἀνταῦθα συμβαίνει, ἔνθα ἡ κάθετος πίπτει, μὴ γίνεσθαι χρῶμα ἐπείσακτον. αἱ δὲ παρὰ τὴν κάθετον πίπτουσαι εὐθεῖαι, ἐπειδὴ οὔτε οὕτως εἰσὶν ἰσχυραὶ ὥσπερ ἡ κάθετος οὔτε οὕτως ἀσθενεῖς ὥσπερ αἱ πόρρω τῆς καθέτου, τούτου χάριν ποιοῦσι μὲν ἀπάτην, ἐλαχίστην δέ. καὶ σχεδὸν αὐτὸ τὸ χρῶμα τοῦ ἡλίου ὁρῶσι νενοθευμένον διὰ τῆς ἀχλύος. ὅθεν μετὰ τὸν ἀργὸν χρώματος ἐκεῖνον τόπον, ἔνθα ἡ κάθετος ἐπιγίνεται, αἱ περὶ αὐτὸν περιφέρειαι φοινικοῦν ἔχουσι τὸ χρῶμα· σχεδὸν γὰρ τὸ φοινικοῦν πλησίον ἐστὶ τοῦ λαμπροῦ κατὰ τὴν ὁμοιότητα. αἱ δὲ πόρρω τῆς καθέτου πίπτουσαι ὄψεις ἐπὶ τὰ πόρρω νέφη, ἐπειδὴ πλεῖον διάστημα ἀνύουσαι ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ ἀσθενεῖς γίνονται, τούτου χάριν ἀμυδρότερον ἀντιλαμβανόμεναι διὰ τὸ δεύτερον λῆμμα ποιοῦσι τὸ πράσινον χρῶμα ἐν ἑκατέρᾳ ἴριδι μετὰ τὸ φοινικοῦν. αἱ δ’ ἔτι πόρρω τῆς καθέτου πίπτουσαι, ἐπειδὴ μᾶλλον ἄτονοί εἰσιν ὡς διὰ πολλοῦ διαστήματος ἀνακλώμεναι, ἔτι ἀμυδρῶς ἀντιλαμβάνονται τοῦ λαμπροῦ καὶ ποιοῦσι τὸ ἁλουργὸν μελάντερον ὂν τοῦ πρασίνου, κείμενον δὲ αὐτοῦ ἐφεξῆς ἐν ἑκατέρᾳ ἴριδι. ταύτην μὲν τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων ἀποδέδωκεν ὁ μέγας φιλόσοφος. φέρε δὲ ἡμεῖς οἷον τροφεῖα ἀπονέμοντες Ἀριστοτέλει δείξωμεν αὐτὸν ταὐτὰ λέγοντα καὶ οὐ κατὰ τὸ φαινόμενον. φησὶ γὰρ αὐτὸς ἐν τῇ λέξει· ἡ μὲν οὖν πρώτη τῶν ἔξω φοινικείαν ἔχει· ἀπὸ γὰρ μεγίστης περιφερείας πλείστη ὄψις προσπίπτει πρὸς τὸν ἥλιον. τὸ δὲ πλείστη ἀκουστέον οὐ κατὰ τὸ ποσὸν τῶν ἀκτίνων, ὥσπερ ἐλέγομεν πρότερον, ὅτι πολλαὶ ὄψεις ἀπὸ τῆς μείζονος περιφερείας ἀνακλώμεναι πρὸς τὸν ἥλιον ἀκριβέστερον ἀντιλαμβάνονται, ἀλλὰ κατὰ τὴν δύναμιν πλείστη, τουτέστιν ἰσχυρά. ἐπειδὴ οὖν πόρρω εἰσὶ τῆς καθέτου2 αἱ πρὸς τὴν μείζονα περιφέρειαν προσπίπτουσαι ὄψεις, καὶ διὰ τοῦτο ὡς ἰσχυρότεραι οὖσαι τῶν ἄλλων ἔλαττον ἀπατῶνται καὶ ποιοῦσι τὸ φοινικοῦν χρῶμα. εἰρηκὼς γὰρ πλείστην εἶναι τὴν ὄψιν τὴν ἐκεῖθεν ἀνακλωμένην τουτέστιν ἰσχυράν, ἐσιώπησε τὴν αἰτίαν, δι’ ἣν ἐστι ἰσχυρά, ὅτι διὰ τὸ πλησίον αὐτὴν εἶναι τῆς καθέτου. καὶ ἐντεῦθεν ἐνομίσθη τῷ μεγέθει τῆς περιφερείας καὶ τῷ πλήθει τῶν ὄψεων καὶ τῇ θέσει τῶν νεφῶν ἀποδιδόναι τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων. ταῦτα ἔχει ἡ θεωρία.
因为既然显现具有深红色圆周的那些云层离视线较近,视线并未因巨大距离而衰竭,在落入它们并向太阳反射时,由于几乎看到太阳的颜色(我指的正即深红色),受到的欺瞒便较少。而其他圆周所在的其余云层,由于处于远处,既然视线自一定距离向太阳反射,便全然微弱,正因如此它在感知不准确的情况下,在一处产生了绿色,在另一处产生了紫红色。因此,表面上看,亚里士多德给出了色彩顺序的这些原因。但那位神圣者[阿摩尼奥斯]就前述两种原因在两道彩虹中所发生的事情说道:因为在外侧彩虹上亦可将原因归咎于大小,在内侧彩虹上亦可归因于位置。究竟为何你将这一个分配给这道彩虹,将另一个分配给那道彩虹?那么,且让我们如我们的始祖所阐明的那样,来陈述色彩顺序的原因。因为在从眼睛落下的光线中,向可见对象垂直行进的光线(它亦是所生成的圆锥的轴线)比非垂直行进而是倾斜行进的光线更强力(且在这些倾斜光线中,靠近垂线的光线比远离垂线的光线更强力),由此便造成:垂线作为最强力者不受欺瞒或极少受欺瞒,而靠近垂线的光线虽受欺瞒,但所受甚微,远离的光线则受极大欺瞒。在这些情况如此这般的情形下,在彩虹处朝向云层显现出许多视线,其中一条是垂线,另一些落在垂线之旁,还有一些落在远离垂线之处。然而垂线落在两道彩虹之间,落在两条深红色圆周之间,在那里完全不显现出欺瞒性的颜色;因为在两道彩虹之间存在着某种没有欺瞒性颜色的区域。因此,既然垂线强力地感知它所落入的那一处所,正因如此在那里看不到欺瞒性的颜色。因为这正是我们关于光晕为何显现为环形而非圆盘状所说过的事情:因为向月亮垂直行进的视线既然强力便不受欺瞒,而是准确感知;因此在此处亦发生同样的事,在垂线落入之处不产生外来的颜色。而落在垂线之旁的直光线,既然既不像垂线那样强力,也不像远离垂线的光线那样微弱,正因如此它们虽造成欺瞒,但极其微小。并且它们几乎看到由薄雾掺杂的太阳本身的颜色。因此,在垂线所到达的那处没有颜色的处所之后,它周围的圆周便具有深红色;因为按相似性而言深红色几乎与明亮之物相近。而落在远离垂线之处、落于远处云层的视线,既然走过了更大的距离并向太阳反射且变微弱,正因如此,根据第二引理由于感知更模糊,便在每道彩虹中于深红色之后产生绿色。那些落在离垂线更远之处的视线,既然作为透过很大距离反射者而更加衰弛,便仍模糊地感知明亮之物,并产生比绿色更暗黑、在每道彩虹中紧接着绿色放置的紫红色。伟大的哲学家给出了色彩顺序的这一原因。来吧,让我们如同向亚里士多德偿还养育之恩一样,表明他所说的乃是同样的事情,而非按表面字面所示。因为他自己在原文中说道:“因此外侧的第一条色带具有深红色;因为从最大的圆周有最多的视线朝向太阳落入。”但“最多的”不应依据光线的数量来理解,正如我们此前所说,从较大的圆周向太阳反射的众多视线感知得更准确,而应依据能力理解为“最多的”,亦即“强力的”。因此,既然落入较大圆周的视线离垂线[很近],正因如此作为比其余视线更强力者受欺瞒更少,并产生深红色。因为他虽然说了从那里反射的视线是“最多的”(亦即强力的),却对它为何强力的原因保持了沉默,即因为它靠近垂线之故。由此人们便以为他将色彩顺序的原因归咎于圆周的大小、视线的数量以及云层的位置。以上便是理论阐述的内容。
- 3.5.1τὰ δ’ ἄλλα νέφη, ἐν οἷς εἰσιν αἱ ἄλλαι περιφέρειαι, πόρρω μὲν ὄντα, ἐπειδὴ ἐκ διαστήματος ὄψις ἀνακλᾶται πρὸς τὸν ἥλιον, ἐξασθενεῖ
句首的 τὰ δ’ ἄλλα νέφη ... πόρρω μὲν ὄντα 构成了悬置主格结构(破格文法);原因从句 ἐπειδὴ ... ὄψις ἀνακλᾶται 中引入的主语 ὄψις 直接转为主句动词 ἐξασθενεῖ 和 ποιεῖ 的语法主语。
- 3.5.1ἐπειδὴ οὖν πόρρω εἰσὶ τῆς καθέτου
传抄文本作 πόρρω(远离),但根据上下文脉络(前面的论证以及后文明确指出的 ὅτι διὰ τὸ πλησίον αὐτὴν εἶναι τῆς καθέτου),此处论据显然应为“靠近”垂线。译文依照整体逻辑要求处理,读者需注意抄本词形与义理的张力。
