- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:236.24-238.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯运用先前给出的三个引理,解释了彩虹的三种颜色(深红、绿、紫红)产生的原因,继而阐释了亚里士多德以内侧彩虹各色带圆周的大小及反射视线的多少来解释颜色排列顺序的论述。
ἐπειδὴ γὰρ τὰ νέφη, ἐν οἷς ἡ ἶρις ἐκφαίνεται, κατακεκερματισμένα ἐστὶν εἰς μικρὰς ῥανίδας καὶ τὰ μὲν αὐτῶν πόρρω κεῖνται τῆς ὄψεως, τὰ δ’ ἐγγυτέρω, αἱ ἐκ τοῦ ὄμματος ἐπ’ αὐτὸ ἐκπεμπόμεναι ἀκτῖνες πλεῖσται οὖσαι αἱ μὲν εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ἀνακλῶνται1 πρὸς τὸ ὁρατόν, τουτέστι τὸν ἥλιον, αἱ δὲ εἰς τὰ πορρωτέρω, αἱ δὲ ἔτι εἰς τὰ πορρωτέρω. ἀλλ’ αἱ μὲν εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ἀκτῖνες ὡς ἂν δι’ ὀλίγου μέλανος ὁρῶσαι αὐτόν, τουτέστι ἀχλυώδους ἀέρος, οὐ πάσχουσι πολλὴν τὴν ἀπάτην ἅτε δὴ μὴ πάνυ ἀσθενήσασαι καὶ δι’ ὀλίγης ἀχλύος αὐτὸν ὁρῶσαι. ὅθεν φοινικοῦν χρῶμα ὁρῶσιν αὐτὸ τοῦ ἡλίου ἐν τοῖς νέφεσιν ἐκείνοις, ἐν οἷς προσπίπτουσι, διὰ τὸ πρῶτον λῆμμα τὸ λέγον, ὅτι ἐὰν πολὺ λαμπρὸν δι’ ὀλίγου μέλανος ὁρᾶται, φοινικοῦν ὁρᾶται, ὅπερ φοινικοῦν οὐ πόρρω ἐκπέπτωκεν τοῦ ἡλιακοῦ χρώματος· οὕτω μὲν οὖν αἱ εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ποιοῦσι τὸ φοινικοῦν χρῶμα. αἱ δὲ εἰς τὰ πόρρω νέφη προσπίπτουσαι ἐπειδὴ καὶ διὰ πλείονος διαστήματος ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ διὰ πολλοῦ ἀέρος ἀχλυώδους ὁρῶσιν αὐτόν, μελάντερον αὐτοῦ τὸ χρῶμα ὁρῶσιν ἐν τοῖς νέφεσι διὰ τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι ἐπὶ πολὺ προϊοῦσα ἡ ὄψις καὶ ἀσθενοῦσα μελάντερον δοκεῖ εἶναι τὸ ὁρώμενον μὴ ὂν τοιοῦτον. ἐντεῦθεν γίνεται τὸ πράσινον χρῶμα μελάντερον ὑπάρχον ἢ κατὰ τὸ φοινικοῦν. αἱ δὲ εἰς τὰ ἔτι πλείονος διαστήματος ἀνακλῶνται2 πρὸς τὸν ἥλιον ἤπερ αἱ λοιπαὶ καὶ διὰ πολλοῦ ἀχλυώδους ἀέρος, ἔτι μᾶλλον μέλανος ἀντιλαμβάνονται τοῦ ἡλιακοῦ χρώματος διὰ τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι οἷον ἀπόφασίς ἐστιν ὄψεως τὸ μέλαν. αὗται γὰρ ἐξασθενοῦσαι διὰ τὸ διάστημα καὶ διὰ τὸν πολὺν ἀχλυώδη ἀέρα ἐλάχιστον αὐτοῦ ἀντιλαμβάνονται, ὡς εἰ καὶ μετὰ δυσμὰς αὐτοῦ ἀντελαμβάνοντο· ἔνθεν τὸ ἁλουργὸν τῆς ἴριδος φαίνεται χρῶμα. εἰ δὲ καὶ ἄλλα γίνεται χρώματα, ἀλλ’ οὖν ἀνεπαίσθητά εἰσι· τοῦτο καὶ τὸ πέμπτον κεφάλαιον. ἕκτον καὶ τελευταῖον ἦν ζητῆσαι τὴν αἰτίαν τῆς τάξεως τῶν χρωμάτων, διὰ τί τῶν δύο ἰρίδων αἱ προσεχεῖς τελευταῖαι μόναι φοινικοῦν ἔχουσι χρῶμα, τουτέστι τὸ πέρας τῆς μιᾶς καὶ ἡ ἀρχὴ τῆς ἐντός, αἱ δὲ παρ’ ἑκάτερα αὐτῶν πράσινον ἔχουσι χρῶμα, αἱ δὲ κατὰ τὰ πέρατα ἁλουργόν. καὶ ὁ μὲν φαινόμενος Ἀριστοτέλης τὴν θέσιν αἰτιᾶται καὶ τὸ μέγεθος· θέσιν μὲν ἐπὶ τῆς μείζονος ἴριδος τῆς ἔξωθεν, μέγεθος δὲ ἐπὶ τῆς ἐλάττονος τῆς ἔνδοθεν. ἀλλὰ τέως ἐπὶ τῆς ἔνδον εἴπωμεν. φησὶ γάρ, ὅτι ἐπειδὴ μείζων ἐστὶν ἡ ζώνη τῆς ἐντὸς ἴριδος ἡ πρώτη, ἐν δὲ τοῖς μείζοσι μεγέθεσι πλείονες προσπίπτουσιν ὄψεις, οὗ δὲ πλείονες προσπίπτουσιν ὄψεις, οὐ γίνεται ἀπάτη ἢ ἔλαττον γίνεται διὰ τὸ ἀκριβέστερον ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ, τούτου χάριν, ἐπειδὴ ἀπὸ μείζονος περιφερείας, τουτέστι ζώνης, πλείονες ἀνακλῶνται ὄψεις πρὸς τὸν ἥλιον, ἔλαττον ἀπατῶνται. καὶ σχεδὸν τοῦ ἡλίου χρῶμα ὁρῶσι νενοθευμένον τῇ ἀχλύι. διὸ ἐπὶ αὐτῆς τῆς περιφερείας φοινικοῦν ὁρᾶται τῷ τὴν ὄψιν ἀπὸ τοῦ νέφους δι’ ἀχλύος ἔρχεσθαι3 πρὸς τὸν ἥλιον, ὡς εἰ ἐκεῖ ὄντος τοῦ ὄμματος, ἔνθα εἰσὶ τὰ νέφη, διὰ ἀχλύος ἐπέμποντο ἀπ’ αὐτοῦ αἱ ὄψεις πρὸς τὸν ἥλιον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης ἀνακλάσεως. οὐδὲν γὰρ διαφέρει τὸ ἀνακλωμένην τὴν ὄψιν ἀπὸ τοῦ ἐνόπτρου φέρεσθαι παρὰ τὸ ὁρατόν, πλὴν ὅτι νῦν μὲν ἀκριβέστερον αὐτοῦ ἀντελαμβάνετο, ὅταν κατ’ εὐθυωρίαν, ἀμυδρότερον δ’ ἐπὶ τῆς ἀνακλάσεως. τοῦτο δὲ διὰ τὸ ἐπὶ πολὺ ἐκπεμπομένην τὴν ὄψιν ἀτονεῖν. τοῦτο δέ, ὅτι μικροῦ ὄντος τοῦ ἐνόπτρου πολλάκις ὀλίγαι προσπίπτουσιν αὐτῷ ὄψεις, αἵτινες ἀνακλώμεναι πρὸς τὸ ὁρώμενον μικρὸν αὗται οἴονται. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ἡ μεγίστη περιφέρεια ἐπὶ τῆς ἐντὸς ἴριδος φοινικοῦν ἐμφαίνει τὸ χρῶμα. ἡ δ’ ἐχομένη αὐτοῦ ἐπειδὴ ἐλάττων ἐστίν, ἐλάττονες αὐτῇ προσπίπτουσιν ὄψεις καὶ ἐλάττονες ἀνακλῶνται πρὸς τὸν ἥλιον καὶ διὰ τοῦτο πλέον ἀπατῶνται καὶ οὐκ ἀκριβῶς ἀντιλαμβάνονται τοῦ ἡλίου. ἔνθεν μετὰ τὸ φοινικοῦν γίνεται χρῶμα τὸ πράσινον. ἐπειδὴ δὲ ἔτι ἐλάττων ἡ τρίτη περιφέρεια, ἔτι ὀλίγαι εἰσὶν αἱ ἀπ’ αὐτῆς ἀνακλώμεναι ὄψεις περὶ τὸν ἥλιον, καὶ τούτου χάριν πλέον ἀπατώμεναι ὡς ἔτι μελάντερον οἴονται τὸν ἥλιον καὶ γίνεται τὸ ἁλουργόν. ταῦτα μὲν οὖν ἐπὶ τῆς ἐντὸς ἴριδος αἰτιᾶται τὸ μέγεθος τῆς τῶν χρωμάτων τάξεως ὁ Ἀριστοτέλης, ἐπὶ δὲ τῆς ἐκτὸς τὴν θέσιν τῶν νεφῶν.
因为既然彩虹显现于其中的云层已被碎裂为微小的水滴,且它们〔云层〕中有的离视线较远,有的较近,所以从眼睛朝向它发射出的光线虽极众多,那些落入近旁云层的光线向可见对象(即太阳)反射,另一些〔落〕入更远的〔云层〕、还有一些〔落〕入还要更远的〔云层,也同样反射〕。但是落入近旁云层的光线,宛如透过少许黑色(即薄雾状的空气)观看太阳,并未遭受很大欺瞒,因其并未全然变微弱,且是透过少许薄雾观看太阳。因此,依据那条声称若极其明亮之物透过少许黑色被观看便被看作深红色的第一引理,它们在自身所落入的那些云层中将太阳本身的颜色看作深红色;这深红色并未远离太阳的本色。这样,落入近旁云层的光线便产生了深红色。而落入远处云层的光线,由于既通过更大的距离向太阳反射,又透过大量薄雾状空气观看太阳,便依据那条声称视线行进极远而变微弱时便将可见对象视作更暗黑(即便它并非如此)的第二引理,在云层中将太阳的颜色看作更暗黑。由此便产生了比深红色更暗黑的绿色。而那些[落入]距离还要更大的[云层中的光线],比其余光线通过更大的距离向太阳反射且透过大量薄雾状空气,便依据那条声称黑色宛如视线的否定的第三引理,将太阳的颜色感知为更加暗黑。因为这些光线由于距离和大量薄雾状空气而全然衰微,极其微少地感知到它,正如它们即便在日落之后感知它一样;由此显现出彩虹的紫红色。即使还有其他颜色生成,它们也是不可感知的;这也是第五章的内容。第六点亦即最后一点,乃是探究颜色顺序的原因:为何在两道彩虹中,唯有彼此相邻的最后色带具有深红色,即一道彩虹的终末与内侧彩虹的始端,而它们两侧的色带具有绿色,处于两端极限的色带具有紫红色。表面上看,亚里士多德将原因归咎于位置和大小:在外侧较大的彩虹上归因于位置,在内侧较小的彩虹上归因于大小。但暂且让我们谈论内侧的彩虹。因为他说,既然内侧彩虹的第一条色带较大,而在较大的尺寸上落入的视线更多,而在更多视线落入之处,由于更准确地感知可见对象,欺瞒不发生或发生得更少,正因如此,由于从更大的圆周(即色带)向太阳反射的视线更多,它们受欺瞒更少。并且它们看到的几乎是由薄雾掺杂的太阳颜色。因此在这一圆周上看到深红色,乃因视线从云层透过薄雾走向太阳,宛如眼睛正处于云层所在之处,视线从它出发透过薄雾向太阳发射一样。这在一切反射的情形中亦同样成立。因为反射自镜面的视线走向可见对象并无任何不同,唯有此时直视时它感知得更准确,而在反射中则感知得更模糊。而这是因为视线发射至遥远距离而丧失力量之故。这又是因为当镜子微小时,往往仅有少数视线落入其上,这些视线向可见对象反射,自己便认为可见对象微小。因此,由于这一原因,内侧彩虹中最大的圆周显现出深红色。紧接着它的圆周由于较小,落入其上的视线较少,向太阳反射的视线也较少,正因如此它们受到更多欺瞒,无法准确感知太阳。由此在深红色之后便产生了绿色。既然第三个圆周还要更小,从它向太阳周围反射的视线还要更少,正因如此它们受到更多欺瞒,认为太阳更加暗黑,紫红色便产生了。因此,在内侧彩虹的情形中,亚里士多德将色彩顺序的原因归咎于大小,而在外侧彩虹的情形中则归咎于云层的位置。
- 3.5.1αἱ ἐκ τοῦ ὄμματος ἐπ’ αὐτὸ ἐκπεμπόμεναι ἀκτῖνες πλεῖσται οὖσαι αἱ μὲν εἰς τὰ πλησίον νέφη προσπίπτουσαι ἀνακλῶνται
主语 αἱ ... ἀκτῖνες πλεῖσται οὖσαι(从眼睛发射出的光线虽极众多)并未直接与单一的谓语动词相连,而是紧接着以部分同位语(全体与部分结构 schema καθ' ὅλον καὶ μέρος)划分为 αἱ μὲν ... αἱ δέ ... αἱ δέ ...,各自作为相应分句的主语,构成破格句(anacoluthon)。
- 3.5.1αἱ δὲ εἰς τὰ ἔτι πλείονος διαστήματος ἀνακλῶνται
根据与前文结构(αἱ δὲ εἰς τὰ πόρρω νέφη προσπίπτουσαι)的平行关系,此处省略了分词及被修饰的名词:εἰς τὰ [νέφη τὰ] ἔτι πλείονος διαστήματος [ὄντα προσπίπτουσαι]。属格 ἔτι πλείονος διαστήματος 是表示性质或距离的描述性属格。
- 3.5.1τῷ τὴν ὄψιν ἀπὸ τοῦ νέφους δι’ ἀχλύος ἔρχεσθαι
带冠词不定式的与格(τῷ + 不定式从句),用以说明前文 διό 的原因(“乃因视线从云层透过薄雾走向……”)。宾格 τὴν ὄψιν 作不定式 ἔρχεσθαι 的逻辑主语。
