← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§235.8-236.24

驳彩虹旧说与色彩形成的三项引理

奥林匹奥多罗阐明了彩虹产生于太阳正对面而非周围的原因,继而借助油灯周围的晕轮与人工喷水形成的彩虹反驳了关于彩虹的通行公理,并提出了论证彩虹颜色所需的三个引理(透过或在黑色中见到的明亮、因距离与反射导致的视线衰减、黑色作为视线的某种否定)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1#2

ἐπειδὴ δὲ μᾶλλον θερμαίνεται ἢ τάχιον μεταβάλλεται εἰς ὕδωρ τῆς συμμεμιγμένης αὐτῷ καπνώδους ἀναθυμιάσεως διαφορουμένης διὰ τὴν ἀλέαν, διαχεῖται καὶ ἀπομαραίνεται.1 ἐπειδὴ οὖν βραχύτατός ἐστιν ἐπὶ τούτου ὁ μέσος χρόνος καὶ οὐ πολύς, τούτου χάριν οὐ γίνεται ἶρις περὶ τὸν ἥλιον, κατὰ διάμετρον δὲ γίνεται· ἐπειδὴ πλείων ἐστὶν ὁ μέσος χρόνος τῆς εἰς ῥανίδας μεταβολῆς καὶ τῆς εἰς ὕδωρ, δύναται συστῆναι ἡ ἶρις ἐκεῖσε. τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἦν δεῖξαι, ὅτι τὰ θρυλλούμενα ἐπὶ πάσης ἴριδος ψευδῆ ἐστιν. ἰδοὺ γὰρ ἡ ἶρις ἡ περὶ τοὺς λύχνους φαινομένη ἐν νοτίῳ καταστήματι, ἐν χειμῶνι ἢ ὅταν ὑγροτέρους ἔχωμεν τοὺς ὀφθαλμοὺς ἢ ὅταν μὴ ἀκριβῶς ἀτενίσωμεν τῷ λύχνῳ· ἀπὸ γὰρ τούτων πάντων γίνεται ἶρις περὶ τοὺς λύχνους. οὔτε τρίχροος ἐστιν, ἀλλὰ μονόχρους, καὶ μονόχρους παντελῶς ἀλλότριον ἔχουσα χρῶμα τῆς ἴριδος τῆς ἐκ τοῦ ἡλίου· οὔτε γὰρ φοινικοῦν οὔτε πράσινον οὔτε ἁλουργόν, ἀλλὰ πορφυροῦν. οὔτε μὴν κατὰ διάμετρον γίνεται τοῦ λαμπροῦ, ἀλλὰ περὶ τὸ λαμπρόν· περὶ γὰρ τὸν λύχνον. οὔτε μὴν ἡμικύκλιον φαίνεται ἢ ἔλαττον ἡμικυκλίου αὕτη ἡ ἶρις, ἀλλ’ ἀεὶ κύκλος· περὶ γὰρ τὸ φῶς. οὔτε γὰρ ἐν κεκερματισμένοις ἐνόπτροις γίνεται ἡ τοιαύτη ἶρις, ἀλλ’ ἐν συνεχεῖ (περὶ γὰρ τὴν περὶ τὸν λύχνον ἀχλύν, ἥτις γίνεται ἐκ τῆς λιγνύος τοῦ λύχνου.) ἔστι δὲ καὶ ἑτέρα ἶρις γινομένη κατά τι μὲν ἐοικυῖα τῇ περὶ τοὺς λύχνους, κατὰ τι δὲ τῇ περὶ τὰ νέφη. ἐὰν γὰρ ὦσι δύο τινές, ὧν ὁ μὲν ἐν τῷ ἐσκιασμένῳ ἵσταται, ὁ δ’ ἐν τῷ καταλαμπομένῳ ὑπὸ τοῦ ἡλίου, ὁ δ’ ἑστὼς ἐν τῷ καταλαμπομένῳ ῥαίνει ὕδωρ, ὥστε τὰς ῥανίδας ἄνω δέξασθαι τὸ χρῶμα τοῦ ἡλίου, ὁ ἐν τῷ ἐσκιασμένῳ ἑστὼς ὁρᾷ ἶριν γενομένην ἐκ τῶν ῥανίδων τῆς ὄψεως ἀνακλωμένης ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον πορφυροῦν ἔχουσαν χρῶμα. αὕτη οὖν ἡ ἶρις κατὰ μὲν τὸ χρῶμα ἔοικε τῇ περὶ τὸν λύχνον ἴριδι, κατὰ δὲ τὸ μὴ εἶναι τέλειον κύκλον ἔοικε τῇ ἐν τοῖς νέφεσι γινομένῃ. ὥστε οὐ πᾶσα ἶρις ἐπιδέχεται τὰ εἰρημένα περὶ ἴριδος ἀξιώματα. τέταρτον ἦν τῶν προτεθέντων τρία λήμματα παραδοῦναι συμβαλλόμενα πρὸς τὴν τῆς ἴριδος ἀπόδειξιν. ὧν τὸ πρῶτον τοιοῦτόν ἐστι· τὸ πολὺ λαμπρὸν ἢ ἐν μέλανι ὀλίγῳ ἢ διὰ μέλανος ὀλίγου θεωρούμενον φοινικοῦν ποιεῖ χρῶμα. ἰδοὺ οὖν ὁ ἥλιος ἀνίσχων καὶ δύνων καὶ οἱ λοιποὶ ἀστέρες δι’ ὀλίγου μέλανος ὁρώμενοι (δι’ ἀχλύος γὰρ τοῦ περιγείου ἀέρος) φοινικοῖ φαίνονται. καὶ καλῶς εἶπον “διὰ μέλανος ἀέρος ὁρώμενοι” καὶ οὐκ ‘ἐν μέλανι’· οὐκ ἐν αὐτῷ γάρ εἰσι (πολὺ γὰρ αὐτοῦ ἀπέχουσιν), ἀλλὰ δι’ αὐτοῦ ὁρῶνται. ἐν μέλανι δὲ θεωρουμένη φλὸξ φοινικοῦν φαίνεται χρῶμα ἔχουσα, τουτέστιν ἐν καπνῷ περὶ αὐτὸν ὄντι (μετὰ γὰρ τοῦ καπνοῦ ἐστιν ἡ φλόξ)· ὅθεν ἐν μέλανι εἶπον ὁρᾶσθαι αὐτήν. τοῦτο πρῶτον λῆμμα. δεύτερον, ὅτι ἡ ὄψις ἐπὶ πολὺ προϊοῦσα ἀσθενὴς γίνεται καὶ ἐλάττων ἑαυτῆς κατὰ τὴν δύναμιν. ὅθεν τὰ πόρρω κείμενα ὁρᾶται μέλανα * * * δοκεῖ εἶναι, καὶ τὰ γωνιαῖα σώματα ἀγώνια * * * εἶναι καὶ τὰ μεγάλα μικρὰ διὰ τὸ μὴ δύνασθαι ἀκριβῶς ἀντιλαμβάνεσθαι. οὐ μόνον δὲ τὰ πόρρω κείμενα, ἀλλὰ καὶ τὰ ἐγγὺς κείμενα, διὰ μακρᾶς δὲ περιόδου ὑποπίπτοντα αὐτῇ, ὥσπερ ἐπὶ τῆς ἀνακλάσεως. οὐδὲν γὰρ ἄτοπον ἐγγὺς μὲν εἶναι τὸ ὁρατὸν ἐκ πλαγίων τῆς ὄψεως, κεῖσθαι δ’ ἔνοπτρον μηκόθεν τῆς ὄψεως καὶ ἐκπέμπεσθαι ἐκεῖσε τὴν ὄψιν καὶ ἀνακλᾶσθαι πρὸς τὸ ἐκ πλαγίων ὁρατόν· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἡ ὄψις πολὺ διάστημα περάσασα γέγονε περὶ τὸ ὁρατόν, εἰ καὶ κατ’ εὐθυωρίαν κείμενον μηκόθεν ἔκειτο.2 καὶ διὰ τοῦτο καὶ μελάντερον δοκεῖ εἶναι. ἰδοὺ γοῦν εἰ κατ’ εὐθυωρίαν ἴδωμεν νέφος λευκὸν ἀτενίσαντες ἐν ὕδατι, μελάντερον αὐτὸ ὁρῶμεν διὰ τὸ ἐπὶ πλέον διάστημα πορευομένην τὴν ὄψιν ἀσθενεῖν. τρίτον λῆμμα, ὅτι ἐπὶ τῆς ἐκπομπῆς τῆς ὄψεως τὸ μέλαν χρῶμα οἷον ἀπόφασίς ἐστι τῆς ὄψεως·3 διὰ γὰρ τὴν ἀσθένειαν καὶ διὰ ἀμυδρότητα γίνεται τῆς ὄψεως. καλῶς δ’ εἶπεν οἷον ἀπόφασις, ἐπειδὴ οὐ παντελὴς γέγονε στέρησις ὄψεως ἐπὶ τῶν μηκόθεν ὁρωμένων· ὅθεν καὶ χρώματα διάφορα ὁρῶνται. εἰ γὰρ ἦν τελεία ἀπόφασις, οὐκ ἂν ἐφαίνετο τὰ διάφορα χρώματα. πέμπτον ἦν ζητῆσαι τὰς αἰτίας τῶν χρωμάτων τῆς ἴριδος.

而由于它被加热得更厉害,要么它更快地转变为水,要么随着与它混杂在一起的烟状蒸发物因温热而消散,它便消解并衰退。因此,既然在这种情况下的中间时间极其短暂而非长久,正因如此在太阳周围不产生彩虹,而在其正对面产生;既然转变为细滴与转变为水之间的中间时间更长,彩虹便能够在那边形成。这也是第二点。第三点是表明关于每一种彩虹所普遍流传的说法皆是虚假的。因为且看在偏南的气象条件下、在冬季、或当我们眼睛较湿润时、或当我们并未准确凝视油灯时,显现在油灯周围的彩虹;因为由这一切都会在油灯周围产生彩虹。而且它并非三色的,而是单色的,并且是具有与来自太阳的彩虹全然不同的色彩的单色;因为它既非深红,亦非绿,亦非紫红,而是暗紫色的。它也决非产生在明亮发光体的正对面,而是围绕着明亮发光体;因为它是围绕着油灯的。而且这道彩虹显现出来的也决非半圆或小于半圆,而始终是一个圆周;因为它是围绕着光亮的。这种彩虹也并非产生在碎裂的镜面中,而是产生在连续的介质中(因为它是围绕着油灯周围的薄雾,而这薄雾是由油灯的煤烟产生的)。还有另一种生成的彩虹,在某一方面类似于油灯周围的彩虹,在另一方面类似于云层周围的彩虹。因为若有两个人,其中一人站在阴影中,另一人站在被太阳照亮处,而站在照亮处的人洒水,使上方的细滴承受太阳的颜色,那么站在阴影中的人便能看到由细滴产生的彩虹——视线经由他向太阳反射——具有暗紫色。因此这道彩虹在颜色方面类似于油灯周围的彩虹,而在并非完整圆周方面则类似于产生在云层中的彩虹。是以并非每一种彩虹都符合关于彩虹所陈述的那些公理。所提出的论点中的第四点,乃是传达有助于彩虹论证的三个引理。其中第一个引理如下:极其明亮之物,当在少许黑色中或透过少许黑色被观察时,会产生深红色。因此,且看升起与落下的太阳以及其余星体,当透过少许黑色(即透过近地空气的薄雾)被观看时,显现为深红色。我说是“透过黑色空气被观看”而非‘在黑色中’,这是很恰当的;因为它们并不在其中(因为它们距离它极远),而是透过它被观看到。但在黑色中被观察的火焰显现为具有深红色,也就是在围绕着它的烟雾中(因为火焰是与烟雾共存的);所以我才说它是在黑色中被观看到。这是第一个引理。第二个引理是,视线行进至极远时便变得微弱,并在力量上减损自身。因此,处于远处的事物被看作黑色并显得……,有角棱的物体显得无棱角……,庞大的事物显得微小,皆因不能准确感知之故。不仅处于远处的事物如此,处于近处却通过漫长的迂回途径落入视线的事物亦然,正如在反射的情形中那样。因为可见对象处于视线侧旁的近处,而镜子位于距视线遥远之处,视线被发射至彼处并向侧旁的可见对象反射,这绝非不合情理;因为即便如此,视线在穿越了很大距离后才到达可见对象处,丝毫不亚于其径直位于遥远之处。正因如此,它也显得更暗黑。例如,如果我们凝视水面而径直观看一朵白云,我们看到它更暗黑,乃是因为视线行进更远的距离而变微弱之故。第三个引理是,在视线的发射中,黑色宛如视线的否定;因为它是由于视线的微弱与模糊而产生的。他说“宛如否定”是很恰当的,因为对于从远处被观看的事物而言,并未发生视线的完全丧失;因此不同的颜色也能被看到。因为如果是完全的否定,各种不同的颜色便不会显现出来。第五点是探究彩虹诸颜色的原因。

语法注3 条
  1. 3.5.1ἢ τάχιον μεταβάλλεται εἰς ὕδωρ τῆς συμμεμιγμένης αὐτῷ καπνώδους ἀναθυμιάσεως διαφορουμένης διὰ τὴν ἀλέαν, διαχεῖται καὶ ἀπομαραίνεται

    连词 ἤ 引导选择关系(“要么更快地转变为水,要么……”)。在第二分句中,插入了属格绝对结构 τῆς... ἀναθυμιάσεως διαφορουμένης 作为状语,后接并列主谓结构 διαχεῖται καὶ ἀπομαραίνεται。

  2. 3.5.1εἰ καὶ κατ’ εὐθυωρίαν κείμενον μηκόθεν ἔκειτο

    带 εἰ καί 的从句在此表达假设性比较(“犹如径直位于遥远之处一般”),与 οὐδὲν ἧττον(丝毫不亚于)相呼应,论证通过反射曲折行进与在直线上远距离放置在视线衰减效果上是等同的。

  3. 3.5.1οἷον ἀπόφασίς ἐστι τῆς ὄψεως

    词语 οἷον(宛如/可以说)限定了 ἀπόφασις(否定),表明黑色并非严格意义上的逻辑否定或视觉的完全丧失(στέρησις),而是视力衰减导致的知觉匮乏。注解者在后文中明确解释这并非“完全的丧失”(παντελὴς στέρησις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:235.8-236.24