← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§233.20-235.8

虹与晕的色彩差异及彩虹出现位置之探讨

奥林匹奥多罗依据亚里士多德《气象论》373b32提出注疏的六大要点,并详细阐释了第一点(为何晕显现为白色而彩虹显现为三色)与第二点(为何彩虹多半只出现于太阳正对面)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1#1

" Ὅτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν ἥλιον, φανερόν." Ἡ παροῦσα λέξις ἓξ ἡμῖν τινα παραδίδωσι. πρῶτον μὲν τὴν αἰτίαν, δι’ ἣν ἄμφω κατὰ ἀνάκλασιν γινομένων ἴριδός τε καὶ ἅλω1 ἡ μὲν ἅλως λευκὸν φαίνεται ἔχουσα χρῶμα, ἡ δὲ ἶρις ποικίλον. τρίχρους γὰρ φαίνεται καὶ οὐδέτερον τῶν χρωμάτων αὐτῆς ταὐτόν ἐστι τῷ τῆς ἅλω· ἐκεῖνο μὲν γάρ ἐστι λευκότατον, τῆς δὲ τὸ μὲν φοινικοῦν ἐστι, τὸ δὲ πράσινον, τὸ δὲ ἁλουργόν. δεύτερον, δι’ ἣν αἰτίαν ὡς ἐπὶ τὸ πλεῖστον κατὰ διάμετρον τοῦ ἡλίου φαίνεται ἡ ἶρις, σπανίως δὲ περὶ αὐτὸν τὸν ἥλιον, καίτοι παρηλίων τε καὶ ῥάβδων τοῖς πλαγίοις τοῦ ἡλίου φαινομένων. τρίτον, ὅτι τὰ θρυλλούμενα ἐπὶ τῆς ἴριδος, ταὐτὸν δ’ εἰπεῖν τὸ κατὰ διάμετρον αὐτὴν γίνεσθαι τοῦ λαμπροῦ, καὶ τὸ ἐν κατακεκερματισμένοις ἐνόπτροις γίνεσθαι αὐτήν, καὶ τὸ μηδέποτε κύκλον τέλειον αὐτὴν φαίνεσθαι, ἀλλ’ ἡμικύκλιον ἢ ἔλαττον ἡμικυκλίου, καὶ τρίχροον αὐτὴν εἶναι, [ἢ] ψευδῆ.2 φαίνεται γὰρ ἴσως μηδὲν τούτων ἔχουσα. τὸ τέταρτον τρία λήμματα παραδίδωσι συμβάλλοντα πρὸς τὴν τῆς ἴριδος ἀπόδειξιν. πέμπτον τὴν αἰτίαν τῶν χρωμάτων παραδίδωσιν. ἕκτον τὴν τάξιν τῶν χρωμάτων, δι’ ἣν αἰτίαν τῆς ἐντὸς ἴριδος ἡ μείζων ζώνη καὶ τῆς ἐκτὸς ἡ ἐλάττων φοινικοῦν ἔχουσι χρῶμα, αἱ δὲ παρακείμεναι ταῖς φοινικαῖς ζώναις πράσινον ἔχουσι χρῶμα ἐφ’ ἑκατέρας ζώνης, αἱ δ’ ἐκτὸς τοῦ πρασίνου χρώματος ζῶναι ἁλουργὸν ἔχουσι τὸ χρῶμα ἐφ’ ἑκατέρας ζώνης, ὥστε λαμβάνεσθαι τὰς δύο ἴριδας ὑπὸ ἁλουργοῦ χρώματος.3 ταῦτα ἡμῖν τὰ ἓξ παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις. Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου, τίς ἡ αἰτία τοῦ τὴν μὲν ἅλω λευκὴν φαίνεσθαι, τὴν δὲ ἶριν τὸ χρῶμα ποικίλον ἔχουσαν μήτε ὅμως ὅμοιον τῇ ἅλῳ. τούτου παραδίδωσι δύο αἰτίας ὁ φιλόσοφος· πρῶτον μέν, ὅτι ἡ ἅλως ἀπὸ λευκοτάτου καὶ λεπτοτέρου γίνεται νέφους καὶ ἧττον ὑγροῦ, ἡ δὲ ἶρις ἀπὸ μελαντέρου καὶ παχέος καὶ καθύγρου. τὰ δὲ κάθυγρα μελάντερα φαίνονται δίκην τῶν ἐν ὕδατι βεβρεγμένων ἱματίων· καὶ διὰ τοῦτο ποικιλώτερον χρῶμα ἴσχει ἡ ἶρις, λευκὸν δὲ ἡ ἅλως. δεύτερον δέ, ὅτι ἐπὶ μὲν τῆς ἅλω ἔλαττον ποιεῖ διάστημα ἡ ὄψις4 πρὸς τὴν σελήνην (κατὰ κάθετον γὰρ ἐκπέμπεται), καὶ ὡς ἔλαττον ποιοῦσα διάστημα * * * καὶ γὰρ ἡ ὄψις ὧν ἀμυδρῶς διαλαμβάνεται κατὰ ἀσθένειαν, μελάντερα δοκεῖ εἶναι. ἰδοὺ γοῦν τὸν οὐρανὸν κυανοῦν χρῶμα δοκοῦμεν ἔχειν καὶ τὴν θάλασσαν πορφυροῦν διὰ τὸ ἐπὶ πλέον ἐκτεινομένην 〈τὴν ὄψιν〉 διάστημα ἐξασθενεῖν, καίτοι τοῦ Ἀριστοτέλους βουλομένου ἀχρωμάτιστα εἶναι τὰ οὐράνια σώματα διὰ τὸ εἶναι ταῦτα τῆς πέμπτης οὐσίας, πᾶν δὲ χρῶμα ἐκ τῶν τεσσάρων στοιχείων. οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ ἔλαττον ἡ ὄψις διάστημα ποιεῖ ἐπὶ τῆς ἅλω, οὐκ ἐξασθενεῖ καὶ τούτου χάριν λευκὸν χρῶμα φαίνεται ἔχουσα· ἐπὶ δὲ τῆς ἴριδος, ἐπειδὴ ἐπὶ πλέον ἐκτείνεται (ἀπὸ γὰρ ἡμῶν ἐπὶ τὸ νέφος καὶ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον κατὰ διάμετρον ὄντα τοῦ νέφους· μεῖζον γὰρ διάστημά ἐστι τὸ διάμετρον τῆς καθέτου), τούτου χάριν ἐξασθενοῦσα ἡ ὄψις ποικίλα χρώματα ὁρᾷ ἐπὶ τὸ μελάντερον ὁδεύοντα. τοῦτο μὲν τὸ πρῶτον. δεύτερον ἦν, δι’ ἣν αἰτίαν περὶ μὲν τὸν ἥλιον οὐ γίνεται ἶρις ἢ σπανίως γίνεται, κατὰ διάμετρον δὲ αὐτοῦ ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἀλλ’ ἵνα τοῦτο νοήσωμεν, δεῖ πρῶτον ἐκεῖνο μὴ ἀγνοεῖν, ὅτι ἡ ἀναθυμιωμένη ἀπὸ τῶν ὑδάτων ἀτμιδώδης ἀναθυμίασις μετεωριζομένη καὶ παχυνομένη ἐν τῷ ἀπογείῳ τοῦ περιγείου ἀέρος μεταβάλλεται εἰς ὕδωρ νεφουμένη καὶ γίνεται ὑετός, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηται. ἀλλ’ οὐκ ἀθρόον εἰς ὕδωρ μεταβάλλεται, ἀλλ’ εἰς ῥανίδας, τουτέστι ψεκάδας. εἶτα τούτων τῶν ῥανίδων συνερχομένων ἀλλήλαις γίνεται ὕδωρ καὶ κατέρχεται ὑετός. ἡ οὖν ἶρις ἐν τῷ μεταξὺ χρόνῳ τῶν ψεκάδων καὶ τοῦ ὕδατος ἔχει τὴν γένεσιν. τῆς γὰρ ὄψεως φερομένης ἐπὶ τὰς ῥανίδας ἐκείνας καὶ ὡς ἐπὶ ἐνόπτρου ἐπὶ τὸν ἥλιον ἀνακλωμένης κατὰ διάμετρον τοῦ ἡλίου χρῶμα ἐν ταῖς ῥανίσιν ὁρᾷ. καὶ αὕτη ἡ ἔμφασις τοῦ χρώματος τοῦ ἡλίου τοῦ ἐν ταῖς ῥανίσιν ἐστὶν ἡ ἶρις. ὅθεν καὶ ὑετόμαντις λέγεται παρὰ τοῖς ποιηταῖς ἡ ἶρις, διὰ τὸ ὅσον οὔπω τὰς ῥανίδας ἐκείνας συναγομένας, ἐν αἷς ἐμφαίνεται ἡ ἶρις, ποιεῖν τὸν ὑετόν. τούτων οὕτως ἐχόντων εἰ ἐγγὺς εἴη τοῦ ἡλίου τὸ νέφος ἐκεῖνο, ἐν ᾧ εἰσιν αἱ ῥανίδες, ἤγουν περὶ αὐτὸν τὸν ἥλιον, διὰ τὸ τὰς ἀκτῖνας αὐτοῦ σφοδροτέρας φαίνεσθαι ἐπὶ τὸ νέφος, συμβαίνει μᾶλλον αὐτὸ θερμαίνεσθαι διὰ τὴν παράτριψιν τῶν ἀκτίνων ἤπερ εἰ ἦν πόρρω.

“因此,彩虹是视线朝向太阳的反射,这是显然的。” 当前的文本向我们传达了六点。第一,为何彩虹与晕二者虽皆由反射产生,晕却显现为具有白色的色彩,而彩虹则显得多彩的原因。因为彩虹显现为三色的,且其各种颜色皆与晕的颜色不同;因为后者极其洁白,而前者的色彩一部分为深红色,一部分为绿色,一部分为紫红色。第二,因何缘故彩虹多半显现在太阳的正对面,而罕见于太阳本身周围,尽管幻日与光柱都显现在太阳的两侧。第三,关于彩虹所普遍流传的说法——即它产生于明亮发光体的正对面,它产生于碎裂的镜面中,它绝不显现为完整的圆周而是半圆或小于半圆,以及它是三色的——[抑或]这些说法是虚假的;因为彩虹似乎全不具备这些特征。第四,它传达了有助于彩虹论证的三个引理。第五,它传达了诸颜色的原因。第六,诸颜色的顺序:因何缘故内侧彩虹较大的带与外侧较小的带具有深红色,而在两条彩虹中与深红带相邻的带皆具绿色,在两条彩虹中位于绿带之外的带皆具紫红色,以致两道彩虹皆被紫红色所围拢。这便是手头文本向我们传达的六点。因此,让我们从第一点开始:为何晕显现为白色,而彩虹具有多彩的颜色且并不与晕相似?哲学家对此传达了两个原因:其一,晕由极白、较薄且湿气较少的云产生,而彩虹则由更暗黑、浓密且极度湿润的云产生。极度湿润的物体就像浸入水中的衣服一样显得更暗黑;正因如此,彩虹具有更多样的颜色,而晕具有白色。其二,在晕的情形中,视线朝向月亮形成较短的距离(因为它是沿垂线发射的),而作为形成较短距离的……因为视线因微弱而只能模糊分辨的事物,确实会被判定为更暗黑。例如,由于视线延伸至更大的距离而变弱,我们便认为天空具有湛蓝色,大海具有深紫色,尽管亚里士多德主张天体因属于第五元素而无色,且一切颜色皆来自四元素。因此正如我所说的,既然在晕的情形中视线形成较短的距离,它并未变弱,正因如此〔晕〕显现为具有白色;但在彩虹的情形中,既然它延伸至更大的距离(因为它是从我们到云,又从云到与云正对的太阳;因为对角线距离大于垂线距离),视线正因变弱而看到趋向更暗黑的多彩颜色。这是第一点。第二点是,为何在太阳周围不产生彩虹或罕有产生,而在其正对面却多半会产生。但为了理解这一点,首先不可不知:从水汽化而出的水蒸气蒸发物,被托举并在接近大地的空气上层变浓密时,成云而化为水,化为降雨,正如在前面的论述中已说过的。但它并非一下子完全化为水,而是变成细滴,即细雨。然后当这些细滴彼此汇聚时便生成水,降雨遂落下。因此,彩虹乃是在细雨与水之间的过渡时期中生成的。因为当视线投向那些细滴并如同在镜面中一样向太阳反射时,在太阳的正对面便在细滴中看到颜色。而太阳颜色在细滴中的这种显现就是彩虹。因此在诗人们那里彩虹也被称为“暴雨预言者”,因为显现出彩虹的那些细滴即刻便要汇聚形成降雨。在这些情况之下,如果细滴所在的云靠近太阳,也就是在太阳本身周围,由于其光线更强烈地投射在云上,光线的摩擦使得它比起处于远处的情形被加热得更厉害。

语法注4 条
  1. 3.5.1ἄμφω κατὰ ἀνάκλασιν γινομένων ἴριδός τε καὶ ἅλω

    此句为属格绝对结构,属格名词 ἴριδός τε καὶ ἅλω 与分词 γινομένων 结合,而形式上为主格/宾格的 ἄμφω 前置作为该分词从句意义上的主语,体现了 ἄμφω 在后世希腊语中兼作通格或同位强调的用法。

  2. 3.5.1τρίτον, ὅτι τὰ θρυλλούμενα ἐπὶ τῆς ἴριδος, ταὐτὸν δ’ εἰπεῖν ... [ἢ] ψευδῆ.

    ὅτι 从句的主语为 τὰ θρυλλούμενα,其后由插入语(ταὐτὸν δ’ εἰπεῖν...)引出一系列同位的不定式短语(τὸ ... γίνεσθαι 等)罗列关于彩虹的四种通行观点,最后由谓语形容词 ψευδῆ(省略 ἐστί)作结。

  3. 3.5.1ὥστε λαμβάνεσθαι τὰς δύο ἴριδας ὑπὸ ἁλουργοῦ χρώματος

    表示结果的 ὥστε + 不定式结构。动词 λαμβάνεσθαι 为被动态,意为“被环绕/夹在其中”,描述内侧彩虹的最内层与外侧彩虹的最外层为紫红色(ἁλουργόν),从而使得整个构造在边界上皆被紫红色所封闭。

  4. 3.5.1καὶ ὡς ἔλαττον ποιοῦσα διάστημα * * * καὶ γὰρ ἡ ὄψις

    此处文本存在脱文(lacuna)。在 ὡς ἔλαττον ποιοῦσα διάστημα 之后,包含主谓语(如“视线不致变弱”或“视线辨识出白色”)的归结从句脱落,其后紧接的 καὶ γὰρ 引导之从句在语境上正是为该脱落的主句提供论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:233.20-235.8