- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:232.7-233.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德所引用的安提佩隆因视力微弱而产生影像反射的例子,以及海上岬角显现为托举漂浮的现象。针对后者,注疏者指出这是折射而非反射所致,从而批评了亚里士多德例证的不精确性,并解释了晨雾与海水的相似性如何导致视觉错觉的机制。
" Οἷόν τινι συνέβαινέ τι πάθος ἠρέμα καὶ οὐκ ὀξὺ βλέποντι." Ἐντεῦθεν πιστοῦται, τί ἀπὸ τοῦ ἀέρος γίνεται ἀνάκλασις1 ἐπ’ ἀσθενεστάτης ὄψεως, ὅταν οὕτως ᾖ ἀσθενής, ὡς καὶ τὸ τυχὸν σῶμα μὴ δύνασθαι ὠθεῖν, ὥσπερ ἐγίνετο Ἀντιφέροντι τῷ Ταραντίνῳ. τοσοῦτον γὰρ ἦν ἡ αὐτοῦ ὄψις ἀσθενής, ὅτι οὐδὲ τὸ λεπτότατον σῶμα, τοῦ ἀέρος λέγω δή, ἠδύνατο ὠθεῖν, ἀλλ’ ἀνεκλᾶτο, ὡς φαίνεσθαι τὸ εἴδωλον αὐτοῦ ἐν τῷ ἀέρι. καὶ ἐνταῦθα μὲν μόνον τὸ γινόμενον εἶπεν, ἐν δὲ τοῖς Ἠθικοῖς καὶ τὸ ὄνομα εἶπε τοῦ πάσχοντος.
“如同发生在某位视力微弱且不敏锐之人身上的情形那样。” 由此他确证,当视力极度微弱,以至于连任意的物体都无法推开时,从空气中就会产生反射,正如发生在塔兰托的安提佩隆身上的那样。因为他的视力如此微弱,以至于连最稀薄的物体——我当然是指空气——都无法推开,反而发生反射,以至于他自身的影像显现在空气中。在此处[亚里士多德]仅谈到了所发生的事象,但在《伦理学》中他还指出了受此影响之人的名字。
"Καὶ οὐκ ἠδύνατο ἀπωθεῖν ὥσπερ οἱ πόρρω." Οὐκ ἠδύνατο τῇ ὄψει οὗτος Ἀντιφέρων ἀπωθεῖν τὸν ἀέρα ὥσπερ οἱ πόρρω ὁρῶντες ἀπωθοῦσιν αὐτόν.
“并且他无法像看远方的人那样推开它。” 这位安提佩隆无法用视线推开空气,正如那些看远方的人推开空气一样。
"Διόπερ αἵ τε ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ." Παράδειγμα νῦν λέγει τῆς ἐκ τῆς ἀχλύος γινομένης ἀνακλάσεως οὐκ ἀκριβές. σημεῖον γάρ, φησίν, ὅτι ἐκ τῆς ἀχλύος γίνεται ἡ ἀνάκλασις, ὅτι ἕωθεν τὰς ἄκρας τῶν ὀρέων, τουτέστι τὰ ἀκρωτήρια μείζονα ὁρῶμεν καὶ οἷον ἐπινηχόμενα τῇ θαλάττῃ ἀνεσπασμένα τῆς ῥίζης [τε] αὐτῶν. καὶ ὅτι τὰ ἄστρα περὶ τὸν ὁρίζοντα μεγάλα ὁρώμενα, ταῦτα διακλάσεώς ἐστιν,2 οὐκ ἀνακλάσεως, ὦ Ἀριστότελες. τὰ γὰρ δι’ ὑγροῦ μείζονα φαινόμενα ἐκεῖνα κατὰ διάκλασιν ὁρᾶται. ἢ φαμεν, ὅτι ἔθος αὐτῷ καταφρονεῖν τῶν παραδειγμάτων. αὐτὸς γάρ πού φησι· ‘ληπτέον δὲ βέλτιον τοὺς ὅρους’. οὐκοῦν μᾶλλον παράδειγμα ληπτέον τῆς γινομένης ἐκ τῆς ἀχλύος ἀνακλάσεως τὴν περὶ τοὺς λύχνους φαινομένην ἶριν, ὡς εἴρηται. ἀλλ’ ἐπειδὴ λόγος ἡμῖν γέγονε περὶ τῶν ἀκρωτηρίων, ζητητέον, ποίῳ λόγῳ φαίνονται ὡς ἀνεσπασμένα καὶ ἐπινηχόμενα τῇ θαλάττῃ ἕωθεν. ἐπειδὴ γὰρ ἀχλὺς κέχυται περὶ ταύτην (ἔστι γάρ, ἥτις ἐστὶ δίυγρος), μᾶλλον δὲ περὶ τὰς ῥίζας αὐτῶν ἤπερ περὶ τὰ ἄκρα φαινομένη, ἡ ἀκτὶς ἀπὸ τοῦ ὄμματος ὥσπερ τις εὐθεῖα ἐπάνω τοῦ ὕδατος τῆς θαλάσσης προσπίπτει τῇ ἀχλύϊ ἐκείνῃ τῇ ὑδατώδει, ἥτις ἐστὶ πρὸς τῇ ῥίζῃ τοῦ ἀκρωτηρίου. καὶ ἐπειδὴ κἀκείνη δίυγρός ἐστι, παράκειται δὲ καὶ τὸ ὕδωρ τῆς θαλάσσης, λανθάνει ἡ ὄψις διὰ τὴν ὁμοιότητα καὶ οἴεται καὶ αὐτὴν τὴν ἀχλὺν ὕδωρ.3 ἐπειδὴ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους ἐστὶν ἡ ἀχλύς, ἀπατωμένη νομίζει ἐπάνω τοῦ ὕδατος εἶναι τὸ ὄρος.
“因此海中的海角也显现为被托举起来的样子。” 他现在给出了一个关于由薄雾产生的反射的不准确范例。因为他说,反射由薄雾产生的征兆在于:清晨我们看到山峰的顶端,即海角显得更大,并且宛如漂浮在海面上、从其根部被托举起来一样。而地平线附近显得巨大的星辰——这些现象乃是折射的结果,而非反射,亚里士多德啊!因为透过湿气显得更大的那些东西,乃是依凭折射被看见的。或者我们应说,轻视范例乃是他的习惯?因为他自己在某处就说过:“倒不如更好地把握定义。”因此,对于薄雾产生的反射,人们更应当采用的范例是如前所述显现在油灯周围的虹圈。但是,既然我们在谈论海角,就必须探究依据何种道理它们在清晨显现为宛如被托举起来并漂浮在海面上。因为当薄雾弥漫在这〔大海〕周围(因为存在着极度湿润的〔薄雾〕),且更多显现在它们〔海角〕的根部而非顶部周围时,从眼睛发出的光线如同一条位于海水之上的直线,投射在海角根部那团水状的薄雾上。又因为那团薄雾也是极度湿润的,加之海水也与之相邻,视线因两者的相似性而发生迷误,认为那团薄雾本身也是水。既然薄雾处于山脚根部,[视线]受其蒙骗,遂认为山是位于水面之上的。
"Ἀπὸ δὲ ὕδατος μάλιστα ἀνακλᾶται καὶ ἀπὸ ἀρχομένου γίνεσθαι μᾶλλον ἐστιν ἢ ἀέρος." Γίνεται δὲ καὶ ἀπὸ ὕδατος ἢ μέλλοντος γίνεσθαι ἢ ἤδη γεγενημένου, μέλλοντος γίνεσθαι, ὥσπερ ἐν τῇ ἴριδι· ἐκεῖσε γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ ἤρξατο μεταβάλλεσθαι, οὔπω δὲ τελείως μετεβλήθη. ὅθεν ἕπεται τῇ ἴριδι ὄμβρος· καὶ μᾶλλον ἐν τούτῳ γίνεται ἡ ἀνάκλασις ἤπερ ἐν τῇ ἀχλύϊ, μᾶλλον ἐν τῷ ἤδη γενομένῳ ὕδατι ἤπερ ἐν τῷ νῦν ἀρξαμένῳ· μαλακώτερον γάρ ἐστι τούτου ἤδη γεγονότος.
“而且从水中反射得最为强烈,从开始变成水的东西中的反射比从空气中更多。” 而[反射]也由水产生,无论是由将要变成水的东西,还是由已经变成水的东西产生;由将要变成水的东西产生,就像在彩虹中那样:因为在那里的水汽开始转变成水,但尚未完全转变。由此彩虹之后伴随着降雨;而在这种状态中的反射比在薄雾中更多,在已经生成的水中的反射又比在刚开始变成水的东西中更多;因为与已经生成的水相比,这种[刚开始的状态]更为柔弱。
- 3.4.9πιστοῦται, τί ἀπὸ τοῦ ἀέρος γίνεται ἀνάκλασις
文本中的 τί 在此被理解为 ὅτι 的等价用法,引导充当 πιστοῦται(“确证/证明”)宾语的陈述从句,表示“从空气中产生反射这一事实”。
- 3.4.11καὶ ὅτι τὰ ἄστρα περὶ τὸν ὁρίζοντα μεγάλα ὁρώμενα, ταῦτα διακλάσεώς ἐστιν
此处为一个破格句(anacoluthon):在承接前文 ὅτι 从句结构的同时,中途转入了注疏者对亚里士多德的直接呼告(ὦ Ἀριστότελες)。指示代词 ταῦτα 总结前置的分词短语(τὰ ἄστρα... ὁρώμενα),作为主语与属格谓语 διακλάσεώς ἐστιν(“属于折射的”)相连。
- 3.4.11λανθάνει ἡ ὄψις διὰ τὴν ὁμοιότητα καὶ οἴεται καὶ αὐτὴν τὴν ἀχλὺν ὕδωρ
动词 λανθάνει 在此作不及物/绝对用法,意为“产生迷误/不自觉”,主语为 ἡ ὄψις。随后的 οἴεται 支配带有省略 εἶναι 的双宾格结构:καὶ αὐτὴν τὴν ἀχλὺν(“那团薄雾本身也”)为宾格主语,ὕδωρ(“[是]水”)为谓词宾格。
