← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§230.28-232.6

晕的状态预示的天气征兆与反射原理

奥林匹奥多罗评注亚里士多德《气象学》372b18–373a35,阐明了晕的形状、浓度与缺口所预示的气象征兆(雨、风、晴天)的原因,指明晕为圆形的几何定理命题,并引出在讨论彩虹前关于反射的概览。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.2

" Διὸ καὶ σημεῖον ἡ μὲν σύστασις ὕδατος, [τοῦτ’] ἔστιν, αἱ μέντοι διασπάσεις, αὗται μὲν εὐδιῶν, αἱ δὲ διαστάσεις πνεύματος. " Ἐπειδὴ εἶπεν ἀνωτέρω, ὅτι συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν νηνεμίας οὔσης, ἐπήγαγεν, ὅτι διὰ τοῦτο τεκμήριον γίνονται αἱ μέλανες ἅλως ὑετοῦ, αἱ δὲ διεσπασμέναι ἀνέμων, αἱ δὲ ἀσθενεῖς εὐδίας, ἐπειδὴ ἐπὶ τῆς ἀτμίδος γίνεται ἡ ἅλως, τουτέστιν ἐν τοῖς νέφεσι. τούτων δὲ τοίως ἢ τοίως συνισταμένων γίνονται ταῦτα.

“因此凝结是雨水的征兆;然而消散是晴天的征兆,开裂则是风的征兆。” 由于他前面说过,当空气即水汽凝结时,晕便生成,也就是在无风的时候,因而他接着指出,正因如此,黑暗的晕成为降雨的征兆,消散的晕成为风的征兆,而微弱的晕则成为晴天的征兆,因为晕生成在水汽之上,也就是在云中。随着这些以这样或那样的方式凝结,便产生了这些现象。

§3.4.3

"Ἡ γὰρ διαίρεσις ὑπὸ πνεύματος γέγονεν ἤδη μὲν ὄντος, οὔπω δὲ παρόντος." Ὄντος μὲν ἄνω, οὔπω δὲ παρ’ ἡμῖν γεγονότος, μέλλοντος δὲ ὅσον οὔπω.

“因为分裂是由已经存在但尚未到来的风造成的。” 它确实存在于上方,但尚未在我们身边产生,不过随时都会到来。

§3.4.4

"Σημεῖον δὲ τούτου, ὅτι ἐντεῦθεν γίνεται ὁ ἄνεμος, ὅθεν ἂν γένηται διάστασις." Ὅρα, τί σαφῶς λέγει ὁ Ἀριστοτέλης αἰτίαν εἶναι τοῦ που μὴ φαίνεσθαι τέλειον τὸν κύκλον τῆς ἅλω τὴν εἰς πνεῦμα διάσπασιν αὐτῆς1 ἐκείνου τοῦ μέρους, ἐν ᾧ ἡ ἔλλειψις τοῦ κύκλου. εἰ γὰρ ἐκεῖθεν γίνεται ὁ ἄνεμος, ὅθεν ἡ ἔλλειψις, δῆλον ὅτι αὐτὸς αἴτιός ἐστι τῆς ἐλλείψεως, τουτέστιν ἡ δι’ αὐτοῦ διάσπασις τοῦ νέφους.

“这一点的征兆在于,风正是从开裂发生的方向吹来的。” 看亚里士多德说得多清楚:晕圈在某处显现得不完整的原因,正是它在圆圈残缺的那一部分消散为风。因为如果风恰恰从残缺发生的方向吹来,显而易见,风本身就是残缺的原因,也就是由风引起的云的消散。

§3.4.5

"Εἰ γὰρ μὴ διέκειτό πως οὗτος ὁ ἀήρ, ὥστε κρατεῖν τοῦ ἐναπολαμβανομένου θερμοῦ, μηδ’ ἔρχεται εἰς πύκνωσιν ὑδατώδη, δῆλον ὡς οὔπω ἡ ἀτμὶς ἀνακέκριται τῆς ἀναθυμιάσεως." Εἰ οὕτως, φησίν, ἐστὶν ὁ ἀὴρ ἐπιτήδειος, τουτέστιν ἡ ἀτμίς, ὥστε ἐντὸς αὐτῆς εἶναι τὴν καπνώδη ἀναθυμίασιν διὰ τὴν αὐτοῦ παχυμέρειαν, δηλονότι οὐκ ἔρχεται αὕτη εἰς σύστασιν ὑδατώδη, ἐπειδὴ ἐντὸς οὖσα αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις πολλαπλασιάζεται καὶ λεπτύνει αὐτήν. εἰ δὲ τοῦτο, δῆλον ὅτι οὐ διακέκριται αὐτῆς, ἀλλὰ σύνεστιν αὐτῇ. καὶ ἀνάγκη κατὰ μέρος ἐκδαπανᾶν τὴν ἀτμιδώδη λεπτύνουσαν αὐτήν.2 καὶ ἐντεῦθεν εἰς εὐδίαν τελευτᾷ τὸ γινόμενον.

“因为如果这团空气没有处于足以制服封闭于其中的热的状态,也没有进入水状的凝结,显而易见,水汽尚未从蒸发物中分离出来。” 他说,如果空气即水汽具有这样的性质,以至于由于自身的浓密而将烟状蒸发物包容在内,那么显然它不会进入水状凝结,因为烟状蒸发物在它内部不断增殖并使其变稀薄。如果是这样,显而易见,它并未与水汽分离,而是与它共存。而且必然是[烟状蒸发物]在使水汽蒸发物变稀薄的同时将其逐渐消耗殆尽。由此,所发生的事情最终以晴天告终。

§3.4.6

"Ἀνακλᾶται δὲ ὑπὸ τῆς συνισταμένης ἀχλύος περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἡ ὄψις." Ἐντεῦθεν μετὰ τὸ ἀποδεῖξαι, ὅτι ἡ ἅλως ἐν τοῖς νέφεσι γίνεται, μέλλων περὶ τῆς γενέσεως αὐτῆς λέγειν πρῶτον περὶ τῆς αἰτίας, δι’ ἣν ἀπείληφε τὸ κυκλικὸν σχῆμα, διαλέγεται.

“视线被太阳或月亮周围凝结的薄雾所反射。” 由此,在证明了晕是在云中生成之后,当正要谈论其生成时,他首先论述了它获得圆形外观的原因。

§3.4.7

"Ἀπὸ γὰρ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς ἀεί." * * * Ἰδοὺ πρότασις τοῦ θεωρήματος, δι’ οὗ ἀποδείκνυσιν, ὅτι κυκλοτερὴς γίνεται ἡ ἅλως. ἡμεῖς τὸ θεώρημα ἐν τῇ θεωρίᾳ παραδεδώκαμεν.

“因为从同一点到同一点,相等的线将始终在一个圆上发生折射。” 看,这就是他借以证明晕生成为圆形的定理的命题。我们在理论讨论中已经给出了这个定理。

§3.4.8

"Ἀνακλωμένη οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν λείων." Ἐντεῦθεν εἰς τὸν περὶ ἴριδος μέλλων εἰσβάλλειν λόγον πρῶτον ἀναβρασμῷ τινι κέχρηται περὶ τῆς ἀνακλάσεως.

“因此,视线显然是从一切光滑的物体反射的。” 由此,在即将进入关于彩虹的论述时,他首先运用了关于反射的一种概览。

语法注2 条
  1. 3.4.4αἰτίαν εἶναι τοῦ που μὴ φαίνεσθαι τέλειον τὸν κύκλον τῆς ἅλω τὴν εἰς πνεῦμα διάσπασιν αὐτῆς

    在接续动词 λέγει 的不定式结构中,αἰτίαν 为宾语补足语(谓词性宾格),后置的名词短语 τὴν εἰς πνεῦμα διάσπασιν 为不定式的主语(主格性宾格)。带属格冠词的不定式从句 τοῦ που μὴ φαίνεσθαι τέλειον τὸν κύκλον τῆς ἅλω 作为修饰 αἰτίαν 的属格补足语(“晕圈在某处显现不完整的原因”)。

  2. 3.4.5κατὰ μέρος ἐκδαπανᾶν τὴν ἀτμιδώδη λεπτύνουσαν αὐτήν

    在非人称表达式 ἀνάγκη [ἐστί] 所辖的不定式 ἐκδαπανᾶν 中,其逻辑主语承前省略了“烟状蒸发物”(ἡ καπνώδης ἀναθυμίασις)。阴性主动分词 λεπτύνουσαν(宾格单数)在语法上与不定式的这一隐含宾格主语[τὴν καπνώδη ἀναθυμίασιν]一致,并以 αὐτήν(即 τὴν ἀτμιδώδη)为宾语,表示主语的伴随方式(即“烟状蒸发物在使水汽蒸发物变稀薄的同时将其逐渐消耗”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:230.28-232.6