← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§229.1-230.27

晕呈圆形的几何论证及其生成条件

奥林匹奥多鲁斯通过几何定理和作图论证了晕为何显现为圆形,阐明了晕生成的各项物理条件(高度、天体、昼夜、天球位置)的原因,并概述了空气、薄雾、水和镜子的各种反射形式,以此引出关于彩虹的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1#2

καὶ νῦν δὲ πάλιν αὐτὸς τοῦτο κατασκευάζει. ἐκτίθεται γὰρ ὡς ἐπὶ διαγράμματος θεώρημα, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· ἀπὸ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμαί.1 εἶτα ἐπιφέρει καὶ τὴν κατασκευήν. ἔστω γάρ, φησίν, ἀπὸ τοῦ σημείου ἐφ’ ᾧ τὸ Α πρὸς τὸ Β κεκλασμένη ΑΒΓ καὶ ΑΔΒ καὶ ΑΖΒ. ἴσαι δ’ ἔστωσαν αἱ ΑΓ, ΑΖ, ΑΔ, καὶ πρὸς τῷ Β ἀλλήλαις ἀνακλάσεις ΒΓ, ΒΖ, ΒΔ. καὶ ἐπεζεύχθω ἡ ΑΕΒ, ὥστε τὰ τρίγωνα ἴσα. καὶ γὰρ ἐπ’ ἴσης τῆς ΑΕΒ ἤχθωσαν δύο κάθετοι ἐπὶ τὴν ΑΕΒ ἐκ τῶν γωνιῶν, ἀπὸ μὲν τῆς Γ ΕΓ, ἀπὸ δὲ τῆς Ζ ΕΖ, ἀπὸ δὲ τῆς Δ ἡ ΔΕ. ἴσαι δὴ αὗται· ἐν ἴσοις γὰρ τριγώνοις (τοῦτο δ’ εἶπεν, ἐπειδὴ δέδεικται, ὅτι ἐν ἴσοις τριγώνοις ἴσαι εἰσὶν αἱ κάθετοι) καὶ ἐν ἑνὶ ἐπιπέδῳ πᾶσαι. δέδεικται γὰρ ἐν τῷ τετάρτῳ θεωρήματι τοῦ ια βιβλίου τῆς Στοιχειώσεως, ὅτι ἐὰν εὐθεῖά τις εὐθείαις τισὶ τεμνούσαις ἀλλήλας πρὸς ὀρθὰς ἐπὶ τῆς τομῆς ἐπισταθῇ καὶ τῷ ἑνὶ αὐτῶν ἐπιπέδῳ, ἴσαι εἰσὶ πᾶσαι αἱ κάθετοι· ἡ γὰρ ΑΒ κάθετος ἐπὶ ταύτας ἐνήνεκται. οὐ μόνον ἐν ἑνὶ ἐπιπέδῳ εἰσίν, ἀλλὰ καὶ ἐφ’ ἓν σημεῖον τὸ Ε συνάπτουσι. κύκλος ἄρα ἔσται ἡ γραφομένη γραμμή, κέντρον δὲ τὸ Ε· ἔστω δὴ τὸ μὲν Β τὸ λαμπρόν, τὸ δὲ Α ἡ ὄψις. αὕτη μὲν ἡ αἰτία τοῦ κυκλικὸν φαίνεσθαι τὸ σχῆμα τῆς ἅλω. ἐκ τούτου δὲ δῆλον γέγονε καὶ περὶ τῆς γενέσεως αὐτῆς, ὅτι τῆς ὄψεως ἐκπεμπομένης ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένης πρὸς τὴν σελήνην ἡ ἅλως γίνεται. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ τὰς αἰτίας τῶν ἄλλων ὑπαρχόντων τῇ ἅλῳ ἀποδίδωσι. μᾶλλον γάρ, φησί, φαίνεται περὶ τὸν περίγειον ἀέρα, ἐπειδὴ νηνεμώτερός ἐστιν οὗτος ὁ τόπος, ὡς εἴρηται. ἀλλὰ μὴν καὶ περὶ τὸν ἥλιον ἧττον γίνεται ἡ ἅλως, μᾶλλον δὲ περὶ τὴν σελήνην, ἐπειδὴ ὁ μὲν ἥλιος ἐξαναλίσκει τὴν ἀναθυμιωμένην ὑπ’ αὐτοῦ ἀτμίδα, οὐκ ἐξαναλίσκει δ’ αὐτὴν ἡ σελήνη, ἀλλ’ ὑφ’ αὑτὴν ὑφίσταται· καὶ λοιπὸν συνισταμένης αὐτῆς γίνεται ἡ ἅλως. ἐκ δὲ τούτου ἔχεις καὶ διὰ τί νύκτωρ μᾶλλον γίνεται ἢ μεθ’ ἡμέραν, ἐπειδὴ τῇ ἡμέρᾳ ἐξαναλίσκεται ἡ ἀτμίς, νύκτωρ δὲ συνίσταται. ἀλλὰ μὴν καὶ ἐν τῷ μεσημβρινῷ μᾶλλον γίνεται, ἧττον δὲ καὶ περὶ τὸν ὁρίζοντα, ἐπειδὴ πολλοῦ δεῖται τόπου πρὸς τὸ συστῆναι· κατελείφθη γὰρ τεσσαράκοντα μοιρῶν ἡ διάμετρος οὖσα τῆς ἅλω. οὐκοῦν ἐπειδὴ ἐν τῷ μεσημβρινῷ μᾶλλόν ἐστιν εὐρυχωρία ἢ περὶ τὸν ὁρίζοντα, τούτου χάριν ἐν αὐτῷ μᾶλλον γίνεται. ταῦτα περὶ τῆς ἅλω διαλεχθεὶς ὁ φιλόσοφος μέλλων καὶ εἰς τὸν περὶ ἴριδος ἐμβάλλειν λόγον πρότερον καὶ ὅσον τινὰ ἀναβρασμὸν παραδίδωσι τῆς ἀνακλάσεως.2 γίνεται γάρ, φησίν, ἀνάκλασις καὶ ἀπὸ ἀέρος, γίνεται καὶ ἀπὸ ἀχλύος, γίνεται καὶ ἀπὸ ὕδατος, γίνεται καὶ ἀπὸ στερεοῦ καὶ λείου καὶ διαφανοῦς σώματος. ἀπὸ μὲν ἀέρος, ὥσπερ γέγονεν Ἀντιφέροντι τῷ Ταραντίνῳ οὕτω· οὗτος γὰρ ἀσθενεῖς ἔχων τὰς ὄψεις ἐκ τοῦ βαδίζειν αὐτὸν ἡ ἐκπεμπομένη αὐτοῦ ὄψις ψαύουσα τοῦ ἀέρος, ὡς κατὰ ἀντιτύπου τινὸς φερομένη, δι’ ἐσχάτην ἀσθένειαν ἀνεκλᾶτο πρὸς αὐτόν.3 καὶ ἐδόκει εἴδωλον ὁρᾶν αὐτῷ προσέχον διὰ τὸ ἐνοπτρίζεσθαι αὐτὸν ἐν τῷ ἀέρι καὶ ὁρᾶν ἑαυτόν. ἀπὸ δὲ ἀχλύος, ὅταν ἀμελέστερον ἀπίδωμεν εἰς τὸ λυχνιαῖον φῶς· τηνικαῦτα γὰρ ἄτονος ὑπάρχουσα ἡ ὄψις φερομένη κατὰ τῆς λιγνύος τοῦ λύχνου ἀνακλᾶται ὡς πρὸς τὸν λύχνον· καὶ ἐντεῦθεν ἰριοειδῆ χρώματα νομίζομεν εἶναι περὶ τὸν λύχνον. ἀλλὰ μὴν καὶ ἀπὸ ὕδατος ἀνάκλασις γίνεται καὶ οὐ μόνον διάκλασις συνεχοῦς τε ὄντος καὶ εἰς ῥανίδας διαιρεθέντος. ὁρῶμεν γὰρ πολλάκις τὸν ἥλιον ἐν ὕδατι συνεχοῦς τε αὐτοῦ ὄντος καὶ διῃρημένου· ἀλλὰ ποῦ μὲν τὸ χρῶμα μόνον, ποῦ δὲ καὶ τὸ χρῶμα καὶ τὸ σχῆμα. γίνεται δὲ ἀνάκλασις καὶ ἀπὸ τῶν κατόπτρων, ὡς πολλάκις εἴρηται. οὗτος ὁ ἀναβρασμὸς τῆς ἀνακλάσεως. ταῦτα ἔχει ἡ θεωρία.

而现在他自己又在确证这一点。因为他像在图形上一样提出了一个定理,其命题如下:“从同一点到同一点,相等的[折]线将在一个圆上发生折射。”随后他又给出了作图。因为他说:“设从标有Α的点向Β折射出ΑΒΓ、ΑΔΒ和ΑΖΒ。设ΑΓ、ΑΖ、ΑΔ相等,且在Β处的反射ΒΓ、ΒΖ、ΒΔ也彼此相等。连接ΑΕΒ,从而各三角形相等。事实上,在相等的ΑΕΒ上,从各角向ΑΕΒ作两条垂线:从Γ引出ΕΓ,从Ζ引出ΕΖ,从Δ引出ΔΕ。这些垂线确实相等;因为它们在相等的三角形中(他说这话是因为已经证明,在相等的三角形中垂线相等),并且全在同一平面内。因为在《几何原本》第十一卷第四定理中已经证明,如果一条直线在交点处与若干相交的直线垂直立起,并与其单一平面垂直,则所有的垂线都相等;因为ΑΒ已作为垂线引向它们。它们不仅在同一平面内,而且交于同一单一点Ε。因此,所描绘的线将是一个圆,其圆心为Ε。设Β为发光体,Α为视线。”这就是晕的形状显现为圆形的原因。由此关于其生成也变得清楚了,即当视线发射到云上并向月亮反射时,晕就形成了。在此之后,哲学家还给出了晕所具有的其他特性的原因。因为他说,它更多显现在靠近地面的空气周围,正如所说过的,因为这个地方更无风。不仅如此,晕在太阳周围生成较少,而在月亮周围生成较多,因为太阳消耗了由它蒸发出来的水汽,而月亮并不消耗它,而是使它存留在自己下方;最后,当水汽凝结时,晕便生成了。由此你也明白了为什么它在夜间比在白天更容易生成,因为在白天水汽被消耗,而在夜间则凝结。此外,它在子午圈上生成较多,而在地平线附近较少,因为凝结需要很大的空间;事实上,晕的直径已被确定为四十度。因此,由于子午圈处的空间比地平线附近更宽广,正因如此它在子午圈上更容易生成。在论述了关于晕的这些内容之后,哲学家正要进入关于彩虹的论述,首先也给出了关于反射的一种概览。因为他说,反射既由空气产生,也由薄雾产生,由水产生,并且由坚硬、光滑且透明的物体产生。来自空气的反射,就像塔兰托的安蒂佩隆所经历的那样:因为他视力孱弱,由于他在行走,他发射出的视线触碰到空气,如同撞击在某种阻挡物上一样,由于极度的孱弱而向他自身反射回来。由于他在空气中映照出自己并看到自己,他似乎看到了一个伴随着他的幻影。而来自薄雾的反射,则是当我们漫不经心地注视灯光之时;因为此时视线松弛无力,落在油灯的煤烟上,便如同朝向灯本身一样反射回来;由此我们便以为灯周围有彩虹般的色彩。不仅如此,反射也由水产生,而不仅仅是折射,无论水是连续的还是分散成水滴的。因为我们经常在水中看到太阳,无论水是连续的还是分散的;但在某些情况下只有颜色,而在另一些情况下既有颜色又有形状。而正如经常说到的那样,反射也由镜子产生。这就是反射的概览。理论探讨包含这些内容。

语法注3 条
  1. 3.4.1ἀπὸ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμαί

    几何定理的命题陈述。αἱ ἴσαι γραμμαί(相等的线)为主语,κλασθήσονται 为被动态直陈语气将来时。ἐπὶ κύκλου 表示折射/反射点位于“圆周之上”。

  2. 3.4.1ὅσον τινὰ ἀναβρασμὸν παραδίδωσι τῆς ἀνακλάσεως

    ἀναβρασμός 字面意义为“沸腾、喷发”,在此处引申比喻为各种实例的“喷发、汇集、概览”。ὅσον 与 τινά 连用,起副词性或限制性作用修饰 ἀναβρασμόν,意为“反射现象的某种概览/汇述”。

  3. 3.4.1ἐκ τοῦ βαδίζειν αὐτὸν ἡ ἐκπεμπομένη αὐτοῦ ὄψις ψαύουσα τοῦ ἀέρος, ὡς κατὰ ἀντιτύπου τινὸς φερομένη, δι’ ἐσχάτην ἀσθένειαν ἀνεκλᾶτο πρὸς αὐτόν

    句首定冠词加不定式短语 ἐκ τοῦ βαδίζειν αὐτόν(由于他行走)表示原因或附带情况。主句主语为 ἡ ἐκπεμπομένη αὐτοῦ ὄψις(他发射出的视线),主要动词为 ἀνεκλᾶτο(被反射)。句首原本由主格短语 οὗτος γὰρ ἀσθενεῖς ἔχων τὰς ὄψεις(因为他视力孱弱)引导,但随后主语转为视线本身,构成了破格语法(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:229.1-230.27