← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§22.17-23.30

高空不生云的难问与四种错误解释

奥林匹奥多鲁提出为何高空不生云这一难题,作为确立火之天球的存在与界限的前提,并驳斥了对此提出的四种错误解释(星辰之热、反冲光线、气之转化能力的差异以及水汽的存否)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1#1

" Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν ταῦτα μὴ γίνεσθαι ἐξ ἀλλήλων." Ἡ μετὰ χεῖρα λέξις δύο τινὰ προβλήματα περὶ τῆς ὁλότητος τοῦ πυρὸς παραδίδωσιν· ἓν μέν, εἰ ὅλως ἐστίν, ἕτερον δέ, εἰ καὶ ἔστι, μέχρι τίνος· κατὰ δύο γὰρ ἀμφίβολα ἐποίησε τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα.1 πρὸ δὲ τῶν δύο προβλημάτων ἀπορίαν τινὰ προβάλλεται καὶ τῆς ἀπορίας λέγει τέσσαρας ψευδεῖς ἐπιλύσεις καὶ διελέγχει αὐτάς· καὶ τελευταῖον τὴν ἀληθῆ ἐπάγει ἐπίλυσιν. τὴν δὲ ἀπορίαν προλαμβάνει, διότι ἡ ἐπίλυσις τῆς ἀπορίας τῶν δύο προβλημάτων ἐστὶ κατασκευαστική. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· τί δήποτε ἐν τῷ ἀπογείῳ ἀέρι οὐ συνίστανται νέφη; καίτοι μᾶλλον ἔδει συνίστασθαι, διότι ψυχρότερός ἐστιν ὁ ἀπόγειος ἀήρ. διὰ τί δὲ μαθησόμεθα, ὅτι οὐ συνίστανται νέφη ἐκεῖσε, δηλοῖ ἡ ἱστορία. φησὶ γὰρ ὁ Ἀλέξανδρος, ὅτι ἐν Κυλλήνῃ ὄρος ὑψηλότατον, ἐν ᾧ ἐγίνοντο θυσίαι, καὶ ἐν αὐτῇ τῇ τέφρᾳ ἔγραφον γράμματα· καὶ ταῦτα ἔμενον μὴ ἐξαλειφόμενα ὅλον τὸν ἐνιαυτόν, ἐπειδὴ οὐδ’ ἄνεμος εἰς αὐτὸ κατέπνεεν. ἄνωθεν γὰρ τοῦ ὄρους οὐδὲ ἀτμὶς οὐδὲ ὑγρότης γίνεται, κάτω δὲ ἐν τῷ περιγείῳ ἀέρι συνίσταται νέφος. αὕτη μὲν ἡ ἀπορία. καὶ μὴ λέγωσί τινες, ὅτι ἐν τῷ ἀπογείῳ ἀέρι διὰ τοῦτο οὐ συνίσταται νέφη, διότι τὰ ἄστρα πυρεῖα ὄντα κατὰ τὸν Ἡράκλειτον ἢ θερμοποιὰ κατὰ Ἀριστοτέλην ἐκεῖνον τὸν ἀέρα, ὃς ἂν μᾶλλον αὐτοῖς ἐγγίζει, πλησιάζοντα ἐκθερμαίνουσι2 καὶ οὐ συγχωροῦσι συστῆναι νέφος. οὐ γὰρ τοῦτο ἀληθές, διότι μὴ ὄντος ὑπεκκαύματος κατ’ αὐτοὺς οὐκ ἔστι πολλὴ ἡ διαφορὰ τῶν διαστημάτων ἐκ τοῦ ἀπογείου ἀέρος μέχρι τῶν ἄστρων καὶ ἐκ τοῦ περιγείου μέχρι τῶν ἄστρων. μηδὲ πάλιν τινὲς λεγόντων, ὅτι αἱ τοῦ ἡλίου ἀκτῖνες παρατριβόμεναι πρὸς τὸν ἀέρα καὶ πάλιν φερόμεναι ὡς πρὸς τὰς σφαίρας μᾶλλον ἐκθερμαίνουσι τὸν ἀπόγειον ἀέρα, καὶ διὰ τοῦτο οὐ συνίστανται νέφη ἐν αὐτῷ. ἄτοπον γὰρ τοῦτο· τὸ γὰρ ἐναντίον αἱ ἀκτῖνες μᾶλλον ἐκθερμαίνουσι τὸν περίγειον ἀέρα, διότι ὡς εἰς κέντρον ἐκεῖσε συνερχόμεναι στενοῦνται καὶ μᾶλλον ἀλλήλων ἐφάπτονται· ἐν δὲ τῷ ἀπογείῳ ἀέρι ὡς διιστάμεναι καὶ περὶ πλείστων διακρινόμεναι οὐχ οὕτως ἐκθερμαίνουσι. μηδὲ πάλιν λεγέτωσάν τινες, ὅτι τοῦ ἀέρος πέφυκεν ὁ μὲν περίγειος εἰς ὕδωρ μεταβάλλειν, ὁ δὲ ἀπόγειος οὐκέτι· διὰ τοῦτο ποῦ μὲν συνίσταται νέφη, ποῦ δὲ οὔ· ἀποκληρωτικὸν γάρ ἐστι τὸ τοιοῦτον. μηδὲ πάλιν τινὲς λεγέτωσαν, ὡς ὅλος μὲν ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ, ἀλλ’ οὐχ ὁμοίως· ὁ μὲν γὰρ περίγειος ῥᾳδίως, δυσχερῶς δὲ ὁ ἀπόγειος· τούτου δὲ αἴτιον τὸ τὸν μὲν περίγειον ἀτμίδα ἔχειν πολλήν, τὸν δὲ ἀπόγειον μὴ ἔχειν. ἄτοπος γὰρ οὗτος ὁ λόγος· εὑρεθήσεται γὰρ τὸ ὕδωρ ἀπείρῳ μεγέθει διαλλάττον τῆς γῆς, εἰ μέχρι τοῦ ἀπογείου ἀέρος ὑποθώμεθα τὸ ὕδωρ (οὐδὲν γὰρ ἄλλο ἐστὶ λέγειν ἀτμίδα ἢ ὕδωρ, ἡ γὰρ ἀτμὶς οἷον ὕδωρ), ὅπερ ἄτοπον. οὐκέτι γὰρ ἐκεῖνος φυλάττεται ὁ κανών, ὅτι ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· οὐ γὰρ εἰς ἄπειρον ὕδωρ ὀλίγη γῆ μεταβάλλει, ὅπερ ἔδει διὰ τὴν τῶν ταῦτα λεγόντων δόξαν.3

“因为即使有人声称这些并非互为生成,也毫无区别。” 眼前的这段话传授了关于火之总体的两个问题:其一,它究竟是否存在;其二,即使存在,扩展至何处为止;因为助燃物不可见这一事实,在两方面造成了疑难。在讨论这两个问题之前,他提出了一个难题,并就该难题陈述了四种错误的解答且予以驳斥,最后提出了真正的解答。他之所以预先提出该难题,是因为对该难题的解答构成了确立这两个问题的基础。该难题如下:究竟为什么远离大地的空气中没有形成云呢?然而本来更应当形成云,因为远离大地的空气更为寒冷。我们依据什么得知那里没有形成云,相关记述已阐明了这一点。因为亚历山大说,在库勒涅有一座极高的山,其上曾举行祭祀,人们在祭灰中写下文字;而这些文字一整年都没有被抹去,因为甚至没有风向下吹拂它。因为在山峰之上既无水汽亦无湿气生成,而在下方、即近地的空气中却形成了云。这是该难题。某些人不可说,在远离大地的空气中之所以没有形成云,是因为星辰依赫拉克利特而言是火性的,依亚里士多德而言是产热的,它们靠近并加热了更加接近它们的空气,从而不允许云形成。因为这并非实情,因为若按照他们的主张不存在助燃物,从远离大地的空气到星辰的距离,与从近地空气到星辰的距离,两者之间的差距并不大。某些人也不可再说,太阳光线由于摩擦空气并再次向天球方向运动,从而更加加热了远离大地的空气,并因此在其中没有形成云。因为这是荒谬的;因为相反,光线更加加热了近地的空气,因为光线汇聚于彼处犹如朝向中心,从而被压缩并更加彼此接触;而在远离大地的空气中,由于彼此分散并在极其广大的范围内被隔开,因而并没有这样加热。某些人也不可再说,在空气中,近地的空气自然倾向于转化为水,而远离大地的空气则不再如此,正因此云在此处形成而在彼处不形成;因为这类断言完全是武断的。某些人也不可再说,整个空气虽自然倾向于转化为水,但并非以同样方式,因为近地的空气容易转化,而远离大地的空气难以转化,其原因在于近地的空气含有大量水汽,而远离大地的空气则不含有。因为这种论述是荒谬的;因为如果我们假设水一直延伸到远离大地的空气(因为说水汽无异于说水,水汽宛如水一般),水将被发现与大地的体积有着无可估量的差异,而这是荒谬的。因为那一准则将不再得到保持,即部分之于部分具有何种关系,整体之于整体亦具有何种关系;因为少量的土绝不会转化为无限的水,而按照持有这些说法的人的观点,本应如此转化才对。

语法注3 条
  1. 1.4.1κατὰ δύο γὰρ ἀμφίβολα ἐποίησε τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα

    该句的主语是带冠词的不定式短语 τὸ μὴ ὁρᾶσθαι τὸ ὑπέκκαυμα(助燃物不可见这一事实),述谓动词 ἐποίησε 的宾语为 ἀμφίβολα(可疑之事/疑难),κατὰ δύο 则作状语修饰动词,意为“在两方面”。

  2. 1.4.1πλησιάζοντα ἐκθερμαίνουσι

    限定动词 ἐκθερμαίνουσι(加热)的主语为中性复数名词 τὰ ἄστρα(星辰)。中性复数主格分词 πλησιάζοντα 与该主语一致,作表伴随或方式的副词性修饰(“在靠近的同时”)。

  3. 1.4.1ὅπερ ἔδει διὰ τὴν τῶν ταῦτα λεγόντων δόξαν

    关系代词 ὅπερ 指代前述命题“少量的土转化为无限的水”。未完成过去时直陈式 ἔδει 表示与事实相反的必要后果(“按照这些人的观点本应当如此,但事实并非如此”),构成了归谬反驳的核心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:22.17-23.30