← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§228.2-228.34

从天气征兆论晕在云中的生成及其圆形之因

奥林匹奥多鲁解释了亚里士多德如何根据晕的状态变化(留存、撕裂、消退)与天气征兆(雨、风、晴)的对应关系论证晕是在云中生成的,并说明了亚里士多德随后转入探讨其圆形形状成因的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1#1

" Διὸ καὶ σημεῖον ἡ μὲν στάσις ὕδατός ἐστιν." Ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι ἐν τοῖς νέφεσιν ἡ ἅλως γίνεται ἐκ τοῦ τὰ ὅμοια γίνεσθαι1 ἐν τῇ ἅλῳ καὶ ἐν τοῖς νέφεσι. τρία δὲ ταῦτά εἰσιν· ὥσπερ γὰρ τὰ νέφη συνιστάμενα καὶ παχυνόμενα ὕδατος καὶ ὑετοῦ εἰσι ποιητικά, διασπώμενα δὲ ἀνέμων, ἀπορραινόμενα δὲ καὶ διαφορούμενα εὐδίας, οὕτω καὶ ἡ ἅλως παχυτέρα καὶ μελαντέρα ἑαυτῆς2 φαινομένη ὄμβρων ἐστὶ ποιητική, διασπωμένη δὲ καὶ ἐλλιπὴς φαινομένη ἀνέμων, ἀπορραινομένη δὲ καὶ φθειρομένη εὐδίας. ἐπειδὴ γὰρ αἱ δύο ἀναθυμιάσεις ἑαυταῖς συμπλεκόμεναι ἄνεισιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀπόγειον ἀέρα, εἰ μὲν † εἴη καπνώδης, ἀπωθεῖται τὴν ἀτμιδώδη καθάπερ τι φορτίον, ὡς πολλάκις εἴρηται, τηνικαῦτα αὐτὴ μὲν ἀναχωρεῖ πρὸς τὸ συγγενές, ἡ δὲ ἀτμιδώδης ἐν τῷ μέσῳ πλανᾶται περὶ τὸ πέλαγος τοῦ ἀέρος παχυτέρα ἑαυτῆς γινομένη ἢ ψυχομένη διὰ τὴν ἀπουσίαν τῆς καπνώδους ἀναθυμιάσεως. εἶτα ἐπὰν συστῇ ὑπὸ τὴν σελήνην, τηνικαῦτα ποιεῖ τὴν ἅλω μελαντέραν ἑαυτῆς φαίνεσθαι καὶ παχυτέραν διὰ τὸ τὴν ἀτμίδα ταύτην, ἤγουν τὰ νέφη, πεπυκνῶσθαι. καὶ διὰ τοῦτο ἡ τοιαύτη ἅλως ὄμβρου ἐστὶ ποιητική· ὠδίνει γὰρ τὰ νέφη, ἐν οἷς ἐστιν ἡ ἅλως, τὸν ὑετόν. ὅταν δ’ ἡ καπνώδης ἀναθυμίασις ἔτι ἐμπεριέχηται ἐν τῇ ἀτμίδι, εἰ μὲν ἄρξηται διαφορεῖν αὐτὴν ἡ καπνώδης ἀναθυμίασις καὶ ἐκκρίνεσθαι διασπῶσα αὐτήν, τηνικαῦτα γίνονται πνεύματα (εἰ οὖν οὕτως ἐχούσης τῆς ἀτμίδος ὑπὸ τὸ τῆς σελήνης φῶς *, τηνικαῦτα γίνεται ἡ ἅλως διεσπασμένη· ἡ γὰρ μοῖρα τῆς ἀτμίδος, ἣν διασπάσασα ἡ καπνώδης ἀναθυμίασις ἐξῆλθεν, † ἐκείνη τῷ κύκλῳ, καὶ τούτου χάριν ἡ διεσπασμένη ἅλως πνευμάτων ἐστὶ ποιητική)· ὅταν δὲ παχεῖα οὖσα ἡ καπνώδης ἀναθυμίασις μὴ ἐκκρίνηται εὐχερῶς ἀπὸ τῆς ἀτμίδος, ἀλλ’ ἐνίσχηται, ἐπειδὴ ἐνισχομένη λεπτύνει τὴν ἀτμίδα ἢ καὶ λαμπροτέραν ἀπεργάζεται, ὅταν οὖν οὕτως ἔχουσα ἡ ἀτμὶς ὑπὸ τὴν σελήνην φανῇ οἷον ἔκλευκος καὶ ἀπομαραινομένη, τηνικαῦτα εὐδίας ἐστὶ ποιητική. ὁρᾷς, ὁπόση ἐστὶ κοινωνία τοῖς νέφεσι καὶ τῇ ἅλῳ. δεῖ γὰρ νοεῖν τὸ αὐτὸ καὶ ἐπὶ τῶν νεφῶν πάντων ἁπλῶς, ὅταν μὴ ὦσιν ὑπὸ τὴν σελήνην γινόμενα. ἡ ἅλως ἄρα ἐν τοῖς νέφεσι γίνεται. ἐφ’ οἷς ὁ φιλόσοφος δέον εἰπεῖν τὴν γένεσιν τῆς ἅλω3 τὰς αἰτίας πρῶτον λέγει τοῦ κυκλικοῦ αὐτῆς σχήματος, ἵνα ἐκ τῆς αἰτίας γνωσθῇ καὶ ἡ γένεσις αὐτῆς. καὶ ἡμεῖς μὲν πρότερον εἴπομεν περὶ τούτου λεπτομερέστερον δείξαντες, ὅτι δεῖ τὴν ἅλω κυκλικῶς φαίνεσθαι.

“因此,它的留存是雨的征兆……” 哲学家从晕中所发生的现象与云中所发生的现象相同这一事实,论证了晕是在云中生成的。而这些现象共有三点:因为正如云在凝结和增厚时会带来水和雨,在被撕裂时带来风,在散落和消散时带来晴朗一样;同样,晕在显得比自身往常更厚且更暗时会带来暴雨,在被撕裂并显得残缺时带来风,在散落和泯灭时则带来晴朗。因为当这两种蒸发物相互交织着从大地升向远离地面的空气时,如果烟状蒸发物[占优势],它就会像抛弃重负一样把水汽状蒸发物推开(正如经常说到的那样),此时它自身退向同类的处所,而水汽状蒸发物则徘徊在空气汪洋的中层,因烟状蒸发物的缺失而变得比自身往常更厚或变得冷却。随后,一旦它在月亮下方凝结,这时由于这股水汽(即云块)变密,它就使得晕显得比自身往常更暗且更厚。正因如此,这样的晕便会带来暴雨;因为其中形成晕的那些云块正孕育着雨水。但当烟状蒸发物仍包含在水汽中时,如果烟状蒸发物开始吹散水汽并通过撕裂水汽而分离出来,这时就会产生风(因此,如果水汽在处于这种状态且处于月光照射之下[时呈现出来],这时晕就会变成被撕裂的;因为烟状蒸发物撕裂并逸出的那部分水汽[使圆环残缺],正因如此,撕裂的晕便会带来风);然而,当烟状蒸发物虽然浓厚却不易从水汽中分离出来而是滞留其中时,由于滞留其中使得水汽变稀薄甚至更明亮,因此当处于这种状态的水汽在月亮下方显得发白且逐渐消退时,这时它就会带来晴朗。你看,云与晕之间有多么大的契合对应。因为对于所有的云,即便它们不是在月亮下方形成的,也必须纯粹从同样的角度来理解。因此,晕是在云中生成的。在这些之后,哲学家本应阐述晕的生成,却首先阐述了其圆形形状的原因,以便从原因中也能认识其生成。而我们此前已经更详细地谈论过此事,表明了晕必然显现为圆形。

语法注3 条
  1. 3.4.1ἐκ τοῦ τὰ ὅμοια γίνεσθαι

    由介词 ἐκ 支配带有属格冠词 τοῦ 的冠词不定式 γίνεσθαι 构成的句式。τὰ ὅμοια 作不定式的宾格主语,表示论据或原因:“从……相同的事实中/由于发生相同的事”。

  2. 3.4.1παχυτέρα καὶ μελαντέρα ἑαυτῆς

    反身代词单数属格 ἑαυτῆς 作为比较属格,由比较级形容词(παχυτέρα, μελαντέρα)支配,习惯上表示超出通常状态的程度加剧:“比其自身往常更厚且更暗”。

  3. 3.4.1δέον εἰπεῖν τὴν γένεσιν τῆς ἅλω

    非人称动词 δεῖ 的中性宾格分词 δέον 构成的独立宾格(accusative absolute)结构。带有让步或转折对立的语气,修饰并对比主句的谓语动词 λέγει,意为“本应阐述晕的生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:228.2-228.34