- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:226.14-227.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐释了亚里士多德为论证晕的生成而引入的第二和第三条预备命题(小镜子中形状的消失,以及由于颜色混合或视线微弱所致的变暗),并由此开始讨论晕凝结形成圆环的机制与条件。
" Καὶ διότι τῶν ἐνόπτρων, ἐν οἷς μὲν καὶ τὰ σχήματα ἐμφαίνεται." Τὸ δεύτερον λῆμμα τὸ λέγον· ἐν τοῖς σμικροτέροις ἐνόπτροις τὸ χρῶμα τοῦ λαμπροῦ μόνον φαίνεται, οὐ τὸ σχῆμα. συνεβάλετο δὲ ἡμῖν καὶ τοῦτο εἰς τὸ δεῖξαι, ὅτι μικρὰ νέφη εἰσὶ τὰ ποιοῦντα τὴν ἅλω τὸ χρῶμα τῆς σελήνης μόνον δεχομένην, οὐ μὴν καὶ τὸ σχῆμα· ἐκ πάντων δὲ ἅμα τῶν ἐν τοῖς νέφεσι χρωμάτων συνίστασθαι ἓν χρῶμα συμπεριφερές, ὅπερ ἐστὶν ἡ ἅλως.
“并且因为在诸镜子中,在一些镜子中连形状也会显现……” 第二条预备命题是说:在较小的镜子中,只能看见发光体的颜色,而看不见其形状。而这也帮助我们表明:造成晕的是微小的云块,它只接收月亮的颜色,绝不接收其形状;并且由云中所有的颜色一同构成单一的环状颜色,这正是晕。
"Τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δὲ ἧττον, τῷ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως." Ἐν ὑπερβατῷ ἀνάγνωθι·1 τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμπρὸν φαίνεται, ὁτὲ δὲ ἧττον· εἶτα ἐπάγει καὶ τὰς αἰτίας [τοῦ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι]· τὸ γὰρ χρῶμα τοῦ λαμπροῦ ἀμαυρὸν γίνεται ἢ διὰ τὸ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι, ὥσπερ τὸν ἥλιον εἰ διά τινος ἀχλύος τις θεάσοιτο, ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, καὶ ἔχεις ἐντεῦθεν τὸ τρίτον λῆμμα. συνεβάλετο ἡμῖν τοῦτο εἰς τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν τῶν ἐπὶ πλαγίου πεμπομένων ἀκτίνων γίνεται ἡ ἀνάκλασις. ὅθεν ὁ κύκλος οὐ φαίνεται τύμπανον, ἀλλὰ κρίκος. καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες καὶ αὕτη δὲ ἡ κάθετος ἀγομένη πρὸς τὴν σελήνην ἀκτῖνες ἰσχυραὶ οὖσαι φέρονται πρὸς τὴν σελήνην μὴ κλώμεναι ὑπὸ νέφους.2
“发光体的颜色有时显得明亮,有时则因与镜子的颜色混合、或因视线的微弱而显得不那么明亮。” 当按倒置读作:“发光体的颜色有时显得明亮,有时则不那么明亮”;随后他又补充了原因[与镜子的颜色混合]。因为发光体的颜色变暗,或是由于与镜子的颜色混合(宛如有人透过某种薄雾观看太阳一样),或是由于视线的微弱,由此你便得到了第三条预备命题。这帮助我们表明,反射的发生是由于侧向投射的光线的微弱。因此这圆圈看起来不像鼓面[实心圆面],而像圆环。因为位于垂线旁的光线,以及这引向月亮的垂线本身,作为强有力的光线,在不被云块折射的情况下射向月亮。
"Διὸ τὰ μὲν λέγομεν, τοῖς δὲ ὡς ὑπάρχουσι χρησόμεθα αὐτοῖς." Ταῦτα, φησίν, εἴρηνται ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ λόγοις πλατύτερον· εἴρηται γὰρ ἐκεῖ, πῶς ἀσθενοῦσα ἡ ὄψις ἀμαυρὸν ὁρᾷ τὸ λαμπρόν. ἀλλὰ νῦν τὰ μὴ εἰρημένα ἐκεῖσε εἴπωμεν, τουτέστι πῶς κατὰ ἔμφασιν ὁρᾷ τὴν ἶριν καὶ τὴν ἅλω ἡ ὄψις καὶ τὰ λοιπά· τοῖς δὲ ἐκεῖ ἀποδεδειγμένοις νῦν χρησόμεθα ὡς λήμμασιν. οὐκοῦν εἴπωμεν πρῶτον περὶ τῆς ἅλω, τίς τε ἡ γένεσις αὐτῆς καὶ τίς ἡ αἰτία τῆς γενέσεως.
“因此,这些事情我们予以阐述,而另一些事情我们将作为已确立的属性而直接使用。” 他说,这些在《论感觉与感觉对象》的讨论中已被更广泛地论述了;因为在那里已经讲过,微弱的视线是如何将明亮之物看作暗淡的。但现在让我们讲一讲在那里未曾讲述的事情,即视线如何通过映象看到彩虹、晕以及其他现象;而我们将把那里已经论证的事情现在用作预备命题。那么,让我们首先谈论晕,它的生成是什么,以及其生成的原因是什么。
"Γίνεται μὲν οὖν ἀνάκλασις τῆς ὄψεως συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος." Μετὰ τὸ εἰπεῖν τὰ λήμματα συμβαλλόμενα αὐτῷ μετέρχεται ἐπὶ τὴν γένεσιν τῆς ἅλω. καί φησιν, ὅτι συνισταμένης τῆς ἀτμίδος, τουτέστι μετρίαν ἐχούσης παχύτητα, καὶ συστάσεως, ὥστε νέφη ἀμυδρὰ συστῆναι, καὶ τοῦ ἀέρος συνισταμένου,3 τουτέστι νηνεμίας οὔσης καὶ μὴ καταπνεομένου τοῦ ἀέρος ὑπὸ τῶν ἀνέμων (δεῖ γὰρ στάσιν εἶναι διὰ τὸ μὴ διώκεσθαι τὰ νέφη) γίνεται ἀνάκλασις ἀπὸ τῆς ὄψεως ἐπὶ τὰ νέφη καὶ ἀπὸ τῶν νεφῶν ἐπὶ τὴν σελήνην. καὶ οὕτω συνεχῶς ἐκπεμπομένων τῶν ἀκτίνων καὶ ἀνακλωμένων ἐπὶ τὴν σελήνην γίνεται ἡ ἅλως. καὶ αὐτὸς μὲν τοῦτο λέγει νῦν μόνον, ἡμεῖς δὲ ἐν τῇ θεωρίᾳ πάντα ἐδείξαμεν, καὶ πῶς ἡ ἀνάκλασις γίνεται καὶ πῶς τὸ κυκλικὸν σχῆμα ἀπολαμβάνει· καὶ πάντα τὰ συμβαλλόμενα πρὸς τὸ ἀποδεῖξαι, ὅτι κατὰ ἀνάγκην κυκλικὸν γίνεται, παραδεδώκαμεν. ἐρεῖ μέντοι καὶ αὐτὸς ἐφεξῆς, ἀλλ’ οὐχ ὅσον τὴν ἀκοὴν ἐμπλῆσαι.
“因此,视线的反射在空气与水汽凝结时发生。” 在讲完对他有帮助的预备命题之后,他便转向了晕的生成。他说,当水汽凝结时——也就是具有适度的稠度,并且凝缩到足以形成薄暗的云块——以及空气凝结时——也就是当处于无风、空气不被诸风吹散时(因为必须保持静止以免云块被驱散)——视线向云块的反射以及从云块向月亮的反射便发生了。诸光线如此连续不断地发射并反射到月亮上,晕便由此生成。他本人现在只说了这一点,但我们在通论中已经展示了所有方面,既包括反射如何发生,也包括它如何获得圆形;我们还传授了有助于论证它必然生成为圆形的所有要点。不过他随后自己也会谈及,但不足以让听闻者感到满足。
"Ἐὰν ὁμαλὴς καὶ μικρομερὴς συνισταμένη τύχῃ." Ἰδοὺ τὸ λοιπὸν ὑπάρχον τῆς ἅλω, ὅτι ἐν ὁμαλοῖς συνίσταται νέφεσι καὶ ὁμοιομερέσι μικροῖς. καὶ σὺ ἐντεῦθεν σκόπησον, ὅτι οὐκ ἔστι συνεχές, ἀλλὰ μικρὰ πολλά.
“若是碰巧在凝结时是均匀且由微细部分构成的。” 看哪,晕的其余属性:它是在均匀、同质且微小的云中形成的。你也由此考察:它不是连续的单一体,而是许多微小的部分。
- 3.3.14Ἐν ὑπερβατῷ ἀνάγνωθι
针对底本引文中的语序“Τὸ δὲ χρῶμα ὁτὲ μὲν λαμπρὸν φαίνεται τῶν λαμπρῶν, ὁτὲ δὲ ἧττον”,属格 τῶν λαμπρῶν 与其所修饰的主语名词 τὸ χρῶμα 分隔开来,注疏者指出此处应当作倒置(hyperbaton)处理,即理解为“τὸ δὲ χρῶμα τῶν λαμπρῶν ὁτὲ μὲν λαμπρὸν φαίνεται, ὁτὲ δὲ ἧττον”。
- 3.3.14καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες καὶ αὕτη δὲ ἡ κάθετος ἀγομένη πρὸς τὴν σελήνην ἀκτῖνες ἰσχυραὶ οὖσαι φέρονται πρὸς τὴν σελήνην μὴ κλώμεναι ὑπὸ νέφους
句首短语 καὶ γὰρ πρὸς τῇ καθέτῳ ἀκτῖνες 以及接续的主语成分 καὶ αὕτη δὲ ἡ κάθετος 之后,插入了同位或因果分词短语 ἀκτῖνες ἰσχυραὶ οὖσαι(“作为强有力的光线”),并统领复数动词 φέρονται,存在明显的破格(anacoluthon)现象。整体结构应理解为复合主语(“垂线旁的光线,以及引向月亮的垂线本身,作为强光线……射向……”)。
- 3.3.16συνισταμένης τῆς ἀτμίδος... καὶ συστάσεως... καὶ τοῦ ἀέρος συνισταμένου
在阐释亚里士多德原文中的属格独立结构 συνισταμένου τοῦ ἀέρος καὶ τῆς ἀτμίδος 时,奥林匹奥多罗将水汽与空气各自的凝结条件拆解为两个属格独立结构(συνισταμένης τῆς ἀτμίδος 与 τοῦ ἀέρος συνισταμένου),并并列了属格名词短语 καὶ συστάσεως(意为“[具备如此的]凝缩程度以致……”)来进一步限定水汽的状态。
