← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§224.26-226.13

彩虹三原色与幻日及杆状光的基本前提

奥林匹奥多罗阐明了亚里士多德关于画家无法调配的彩虹三色以及晕、幻日和杆状光属性的论述,批判了亚历山大区分反射与屈折的见解,并引入了用于论证其生成的前提命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.6

" Ἔστι δὲ τὰ χρώματα, ἅπερ μόνα σχεδὸν οὐ δύνανται ποιεῖν οἱ γραφεῖς." Ταῦτα, φησί, τὰ χρώματα τῆς ἴριδος, τὸ φοινικοῦν καὶ τὸ πράσινον καὶ τὸ ἁλουργόν, οὐ δύνανται μιμήσασθαι, ἐπειδὴ αὐτοὶ κεραννύντες τὰ χρώματα γράφουσι, ταῦτα δὲ ἁπλᾶ ἐστιν. ἔστι γὰρ τὸ μὲν φοινικοῦν οἷον τὸ ὀρόβινον ἄλευρον, τὸ δὲ πράσινον οἷον αὐτὸ τὸ πράσον, τὸ δὲ ἁλουργὸν οἷον τὸ τῆς ἁλουργίδος βαθύτερον ὂν τῶν ἄλλων χρωμάτων. εἰσὶ δὲ καὶ ἄλλα χρώματα, ἃ οὐ δύνανται μιμήσασθαι οἱ ζωγράφοι. ὅθεν ἐπήγαγε τὸ ‘σχεδὸν μόνα ταῦτα οὐ δύνανται μιμήσασθαι’.

“而这些颜色大致是画家们唯一不能调配出来的。” 他说,彩虹的这些颜色——深红、葱绿与紫红——他们无法模仿,因为他们自己是通过调和颜色来进行绘画的,而这些则是单纯的。因为深红宛如野豌豆粉,葱绿宛如韭葱本身,而紫红宛如紫袍的颜色,比其他颜色更为深沉。画家们还有其他无法模仿的颜色;故而他补充道“大致只有这些是他们无法模仿的”。

§3.3.7

"Παρήλιοι δὲ καὶ ῥάβδοι γίνονται ἐκ πλαγίας ἀεί." Πρὶν συμπληρῶσαι τὰ ὑπάρχοντα ἅλῳ καὶ ἴριδι, ἐπὶ τὰ ὑπάρχοντα παρηλίοις καὶ ῥάβδοις μετῆλθε. κατέλιπε δὲ τὸ εἰπεῖν, ὅτι ἐν ὁμαλοῖς ἢ ἀνωμάλοις γίνεται ἡ ἶρις καὶ ἅλως νέφεσι καὶ ἄλλα τινά. λέξει δὲ καὶ αὐτὰ ὕστερον.

“而幻日与杆状光则始终生于侧旁。” 在彻底讲完属于晕和彩虹的属性之前,他便转向了属于幻日与杆状光的属性。他遗漏了讲述彩虹与晕究竟是在均匀的还是在不均匀的云中生成,以及其他一些事情;但他随后也会谈及这些。

§3.3.8

"Πάντα γὰρ ταῦτα ἀνάκλασίς ἐστι. διαφέρουσι δὲ τοῖς τρόποις καὶ ἀφ’ ὧν, καὶ οἷς συμβαίνει γίνεσθαι τὴν ἀνάκλασιν. " Ἰδοὺ αὐτὸς Ἀριστοτέλης, ὦ Ἀλέξανδρε, βοᾷ, ὅτι ταῦτα πάντα κατὰ ἀνάκλασιν γίνονται. πῶς οὖν σὺ λέγεις, ὅτι τούτων τὰ μὲν κατὰ ἀνάκλασιν γίνονται, τὰ δὲ κατὰ διάκλασιν; † καὶ εἰς ὁμώνυμον ἀνάκλασιν, καὶ πάντα μὲν λέγονται ἀνάκλασις ταῦτα κατὰ γένος· διαφέρουσι δέ, ὅτι τὰ μὲν ἀνακλάσει γίνονται, τὰ δὲ διακλάσει. τοῦτο δ’ ἠπατήθη ἐκ τοῦ εἰπεῖν τὸν Ἀριστοτέλην,1 ὅτι διαφέρουσι τοῖς τρόποις. ἐνόμισε γὰρ αὐτὸν λέγειν, ὅτι διαφέρουσι τῷ τὰ μὲν κατὰ ἀνάκλασιν γίνεσθαι, τὰ δὲ κατὰ διάκλασιν. † μὴ νομίσῃς τὸ ἐπαγόμενον τὸ καὶ ἀφ’ ὧν καὶ οἷς συμβαίνει, τουτέστι τὸ ἐφ’ ἅ. ὃ γὰρ λέγει Ἀριστοτέλης, τοῦτ’ ἔστιν, ὅτι διαφέρουσι τοῖς τρόποις τὰ κατὰ ἔμφασιν γινόμενα, ἀφ’ ὧν μὲν γὰρ γίνονται λαμπρῶν, ὅτι τὰ μὲν ἀπὸ τοῦ ἡλίου μᾶλλον ἢ ἀπὸ τῶν ἀστέρων. διαφέρουσι δὲ πάλιν ἐφ’ ἃ γίνονται νέφεσι, τῷ τὰ μὲν αὐτῶν ἐν ὁμαλοῖς καὶ ὁμοιομερέσι γίνεσθαι νέφεσι, τὰ δὲ ἀνωμάλοις καὶ ἀνομοιομερέσιν, ὡς εἴρηται.

“因为所有这些都是反射;但它们在方式上、在产生反射的源头上、以及在反射所发生于其上的事物上有所不同。” 看哪,亚历山大,亚里士多德自己在大声疾呼:所有这些都是按照反射生成的!那么你怎能说,在这些之中一部分是按照反射生成的,另一部分是按照屈折生成的呢?†并且属于同名异义的反射,所有这些按属而言都被称为反射;但其不同之处在于,一部分是由反射生成的,另一部分是由屈折生成的。而他正是由于亚里士多德说“它们在方式上有所不同”而受骗的;因为他以为亚里士多德说的是它们在一部分依反射生成、另一部分依屈折生成上有所不同。†切勿认为接下来的分句“以及在产生反射的源头上和反射所发生于其上的事物上”,即反射所投向的事物。因为亚里士多德所说的是这样的:依映象生成的事物在方式上有所不同,一方面就它们由之生成的发光体而言,是因为有的多半由太阳生成,而非由星辰生成;另一方面,它们在反射所投向的云块上也再次有所不同,在于它们中的一部分是在均匀且同质的云中生成,而另一部分则如前所述是在不均匀且异质的云中生成的。

§3.3.9

"Καὶ καθ’ ἡμέραν μὲν ἶρις γίνεται." Ἰδοὺ πάλιν ἐπανῆλθεν εἰς τὰ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ.

“而在白昼,彩虹生成。” 看哪,他又回到了属于彩虹与晕的属性。

§3.3.10

"Ὡς μὲν οἱ ἀρχαῖοι ᾤοντο, οὐκ ἐγίνετο· τοῦτο δὲ ἔπαθον διὰ τὸ σπάνιον· ἐλάνθανε γὰρ αὐτούς." Τί φησιν; ὅτι οἱ ἀρχαῖοι ᾤοντο μὴ γίνεσθαι πρὸς τὴν σελήνην ἶριν νύκτωρ ἢ πρὸς τὸν ἥλιον ἅλω μεθ’ ἡμέραν· ἐπλανῶντο δὲ καὶ διὰ τὸ σπανίως γίνεσθαι, καὶ οὐ μόνον διὰ τοῦτο, ἀλλ’ ὅτι τὰ ὅμοια ἐν τοῖς ὁμοίοις λανθάνει. * * * διὰ τὸ λαμπρὰν εἶναι τὴν ἡμέραν· καὶ ἡ ἶρις δὲ ἀμαυροτέρα οὖσα νύκτωρ λανθάνει διὰ τὸ ἀμαυρὸν τῆς νυκτός.

“并不如古人所设想的那样不生成;他们有此遭遇乃是由于其罕见;因为这避过了他们的注意。” 他在说什么呢?即古人以为夜晚不会对着月亮生成彩虹,白昼也不会对着太阳生成晕;他们陷入错误既是由于生成罕见,而且不仅由此,乃是因为相似之物在相似之物中难以觉察。[中略]由于白昼是明亮的;而彩虹因更为暗淡,在夜间便由于夜晚的昏暗而避过了注意。

§3.3.11

"Ἐν ταῖς πανσελήνοις γὰρ πέφυκε γίνεσθαι." Οὐ μόνον γὰρ πανσέληνον λέγει νῦν, ὅτε μεγίστη ἐστὶν ἡ σελήνη, ἀλλὰ καὶ ὅτε αὔξουσα ἀμφίκυρτός ἐστιν. ὦπται γὰρ μὴ κατὰ διάμετρον οὔσης τῆς σελήνης τῷ ἡλίῳ γινομένη ἡ ἶρις ἀπὸ τῆς σελήνης ἀμφικύρτου οὔσης.2

“因为在满月时生成乃是其本性。” 因为他现在不仅是指月亮最大时的满月,而且也指当其渐盈而呈凸月之时。因为已经观察到,在月亮未与太阳处于对径位置时,在月亮为凸月时彩虹由月亮生成。

§3.3.12

"Ὅτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται." Μετὰ τὰ ὑπάρχοντα μέλλων περὶ γενέσεως αὐτῶν διαλέγεσθαι τρία λήμματα προσλαμβάνει συμβαλλόμενα πρὸς τὴν δεῖξιν. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον, ὅτι ἡ ὄψις ἀνακλᾶται ἀπὸ τοῦ ἡλίου καὶ πυκνοῦ καὶ διαφανοῦς. τοῦτο δὲ συνεβάλετο ἡμῖν εἰς τὸ ἀποδεῖξαι, ὅτι φερομένη ἡ ὄψις ἐπὶ τὸ νέφος ἀνακλᾶται ὥσπερ πρὸς τὴν σελήνην.

“因此,视线确实是被反射的……” 在属性之后,他正要论述它们的生成,便补充引入了有助于论证的三条预备命题。其中第一条是这样的:视线既从太阳处反射,也从稠密且透明之物处反射。而这有助于我们论证:投向云块的视线就像对着月亮一样被反射。

语法注2 条
  1. 3.3.8τοῦτο δ’ ἠπατήθη ἐκ τοῦ εἰπεῖν τὸν Ἀριστοτέλην

    τοῦτο 是被动语态动词 ἠπατήθη 的关系对格或内宾语(意为“在这一点上被误导”)。紧接着的 ἐκ τοῦ εἰπεῖν τὸν Ἀριστοτέλην 是介词 ἐκ 引导的带冠词不定式结构,带有对格主语 τὸν Ἀριστοτέλην,用于表示误解的根源或原因。

  2. 3.3.11ὦπται γὰρ μὴ κατὰ διάμετρον οὔσης τῆς σελήνης τῷ ἡλίῳ γινομένη ἡ ἶρις ἀπὸ τῆς σελήνης ἀμφικύρτου οὔσης

    主要动词 ὦπται(ὁράω 的完成时被动语态)以 ἡ ἶρις 为主语,并带有补充性分词 γινομένη(“彩虹被观察到正在生成”)。其间插入了表示附带情况的属格绝对结构 μὴ κατὰ διάμετρον οὔσης τῆς σελήνης τῷ ἡλίῳ(“在月亮未与太阳处于对径位置时”),随后的介词短语 ἀπὸ τῆς σελήνης 则由同格分词 ἀμφικύρτου οὔσης 修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:224.26-226.13