- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:223.18-224.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了亚里士多德关于彩虹和晕等气象现象皆源于同一原因(反射)的论述,解释了夏冬两季彩虹出现时刻的差异,并阐明了双重彩虹中三色带位置反向排列的几何原因。
" Καὶ γὰρ ταῦτα πάντα γίνεται διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις." Ὅλα γὰρ ταῦτα διὰ τὴν ἀνάκλασιν γίνονται, ὡς ἤδη μεμαθήκαμεν.
“因为确实,所有这些都是由于彼此相同的诸原因而生成的。” 因为正如我们已经学到的,所有这些都是由于反射而生成的。
"Πρῶτον δὲ δεῖ λαβεῖν τὰ πάθη καὶ τὰ συμβαίνοντα περὶ ἕκαστον αὐτῶν." Πρὶν ἢ εἰσβάλωμεν, φησίν, εἰς τὸν περὶ τῆς αἰτίας αὐτῶν λόγον, ζητήσωμεν τὰ ὑπάρχοντα αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς περὶ χαλάζης ἐποιήσαμεν· καὶ ἐφεξῆς ἐκτίθεται πάντα τὰ προειρημένα.
“然而,首先必须把握关涉它们各自的受动与诸属性。” 他说,在我们进入关涉它们原因的说明之前,让我们探究属于它们的性质,正如我们在论雹的讨论中所做的那样;接着,前述的一切便都被陈述出来。
"Ἐν δὲ ταῖς θεριναῖς δείλης μόνον, οὐκέτι δὲ καὶ περὶ μεσημβρίαν." Δείλης ἐκάλεσε τὸν ἑωθινὸν καὶ τὸν περὶ ἑσπέραν καιρόν, παρὰ τὸ ἐνδεῖν τὴν ἀλέαν1 ἐν τούτοις τοῖς καιροῖς. ἡ οὖν ἶρις, φησίν, ἐν μὲν ταῖς χειμεριναῖς ἡμέραις σπανίως γίνεται καὶ περὶ τὸν μεσημβρινὸν διὰ τὴν εἰρημένην αἰτίαν, ἐν δὲ ταῖς θεριναῖς δείλης μόνον, τουτέστιν ἕωθεν καὶ περὶ ἑσπέραν, οὐ μὴν καὶ εἰς τὴν μεσημβρίαν, διὰ τὸ πολὺ ἀπέχειν τὸν ὁρίζοντα τοῦ μεσημβρινοῦ.
“而在夏日则仅在向晚之时,不再在正午时分。” 他将清晨与近傍晚的时段称为“向晚”,这是基于在这些时段缺少热气。他说,因此在冬日里,由于所说的原因,彩虹甚至在正午时分也罕见地生成;但在夏日里则仅在向晚之时,即清晨和近傍晚,绝不在正午,这是由于地平圈距离子午圈极为遥远。
"Τούτων δὲ τριχῶς μὲν ἑκάτερα, καὶ τὰ χρώματα ταὐτὰ καὶ ἴσον τὸν ἀριθμὸν ἔχουσιν ἀλλήλαις, ἀμυδρότερα δὲ τὰ ἐν τῇ ἐκτὸς καὶ ἐξ ἐναντίας κείμενα κατὰ τὴν θέσιν." Τί φησιν; ὅτι ἡ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, ἑκατέρα δ’ αὐτῶν τριπλῆ τῷ χρώματι, ὁμοίως χρώμασι κεχρωματισμένοις, ἀλλ’ ἐξ ἐναντίας. τί ἐστιν ἐξ ἐναντίας; ἐπειδὴ γὰρ δύο εἰσὶν ἴριδες ἐκ τριῶν ζωνῶν συγκείμεναι ἑκάστης ζώνης ἄλλο καὶ ἄλλο χρῶμα ἐμφαινούσης, τῆς μὲν φοινικοῦν, τῆς δὲ πράσινον, τῆς δὲ ἁλουργόν, ἐπειδὴ δὲ ἡ μικροτέρα ἶρις ἐντός ἐστι τῆς μείζονος, συμβαίνει τὴν μείζονα τῆς ἐλάττονος καὶ τὴν ἐλάττονα τῆς μείζονος φοινικοῦν ἔχειν χρῶμα2 διὰ τὸ παρακεῖσθαι ἀλλήλαις, εἶτα τὰς δευτέρας ἑκατέρας ἴριδος ζώνας τὰς μετὰ τὰς φοινικίας πράσινον ἔχειν χρῶμα. τοῦτο δὲ διὰ τί; ἐπειδὴ ἡ ὄψις τὸ ἐγγυτέρω κείμενον λαμπρὸν ὁρᾷ, ἐγγυτέρω δ’ εἰσὶ τὰ νέφη τῆς ὄψεως, ἐν οἷς ὁρᾶται τὸ φοινικοῦν χρῶμα, ὅσῳ δὲ πορρωτέρω εἰσὶ τὰ νέφη, ἀμαυρότερα ὁρᾷ, ἔνθεν μετὰ τὸ φοινικοῦν διαδέχεται τὸ πράσινον (ἀμαυρότερον γάρ ἐστι τοῦτο τοῦ φοινικοῦ ὡς ἀνωτέρω κειμένων τῶν νεφῶν, ἐν οἷς ὁρᾶται, ἔνθεν ἐλέγομεν ἐν τῷ τρίτῳ λήμματι τὸ λαμπρὸν ἀμαυρὸν γίνεσθαι διὰ ἀτονίαν ὄψεως ἀνακλωμένης μεταξὺ φοινικοῦ καὶ πρασίνου), ἑκατέρας ἴριδος ἐμφαίνεται ξανθὸν χρῶμα3 ἐκ τῆς κράσεως τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου. εἶτα μετὰ τὸ πράσινον χρῶμα ἑκατέρας ἴριδος ὁρᾶται τὸ ἁλουργόν, εἶτα ἀμαυρότερον ὂν χρῶμα διὰ τὸ πορρωτέρω εἶναι τὰ νέφη τῆς ὄψεως, ἐν οἷς φαίνεται. καὶ ὅρα, πῶς ἐξ ἐναντίας εἰσὶν αἱ ζῶναι τῶν δύο ἰρίδων. ἡ μὲν γὰρ τελευταία πρὸς τὴν πρώτην τὸ αὐτὸ χρῶμα ἔχει, ἡ δὲ μέση πρὸς τὴν μέσην, † καὶ οὐ τῆς μείζονος πρὸς τὴν τελευταίαν τῆς ἔλαττον ἀντίκειται. θεωρητέον δ’ ἐπὶ τῆς καταγραφῆς.
“在这些之中,两者都是三重的,具有相同的颜色且数目彼此相等,但外侧彩虹中的颜色较为暗淡,且在位置的排列上是相反的。” 他在说什么呢?即彩虹在数目上是双重的,但它们各自在颜色上是三重的,具有相似着色的颜色,但顺序相反。何为“相反”?因为既然有由三道色带组成的两道彩虹,每道色带显现出不同的颜色——其一为深红,其一为葱绿,其一为紫红——又既然较小的彩虹在较大的彩虹之内,结果便使得较小〔彩虹〕的较大〔色带〕与较大〔彩虹〕的较小〔色带〕由于彼此相邻而具有深红色,随后两道彩虹各自的第二道色带(即深红之后者)具有葱绿色。而这又是由于何故?因为视线看到位于较近处的明亮之物,而显现深红色的云块距离视线更近;云块距离越远,视线所见便越暗淡,因而深红之后由葱绿接替(因为这比深红更暗淡,乃是由于显现它的云块位于更高处;故我们在第三个论题中说过,在深红与葱绿之间由于反射视线的微弱,明亮之物变得暗淡);在每道彩虹中,由深红与葱绿的混合而显现出黄色。随后,在每道彩虹的葱绿之后,紫红色被看到,继而这是一种更暗淡的颜色,这是由于显现它的云块距离视线更为遥远。并且请看,两道彩虹的色带在位置上是如何相反的:因为最后一道相对于第一道具有相同的颜色,而中间的一道相对于中间的一道具有相同的颜色,†并且较大〔彩虹〕的〔那一道〕不与较小〔彩虹〕的最后一道相对置。这必须在几何图示上加以考查。
- 3.3.4παρὰ τὸ ἐνδεῖν τὴν ἀλέαν
介词 παρά 后接带冠词的不定式宾格(τὸ ἐνδεῖν),表示原因:“基于缺乏(ἐνδεῖν)热气(ἀλέα)”。奥林匹奥多鲁斯在此提示了词源性的联想(将 δείλη 的来源解释为 ἐνδεῖν 与 ἀλέα 的结合)。
- 3.3.5συμβαίνει τὴν μείζονα τῆς ἐλάττονος καὶ τὴν ἐλάττονα τῆς μείζονος φοινικοῦν ἔχειν χρῶμα
由 συμβαίνει 统领的宾格加不定式结构(ἔχειν)。修饰宾格主语 τὴν μείζονα 和 τὴν ἐλάττονα 的属格 τῆς ἐλάττονος 与 τῆς μείζονος (补足 ἴριδος)并非比较属格,而是修饰补足了 ζώνην 的 τὴν μείζονα 与 τὴν ἐλάττονα 的领属/部分属格(“较小虹的较大[外侧]色带,以及较大虹的较小[内侧]色带”)。
- 3.3.5ἑκατέρας ἴριδος ἐμφαίνεται ξανθὸν χρῶμα
主句动词为 ἐμφαίνεται,ἑκατέρας ἴριδος 为领属属格(“在两道彩虹各自之中显现出黄色”)。该句承接此前关于葱绿色的长篇插入解释,作为独立句子补充说明红绿相混产生的黄色。
