- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:222.1-223.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗几何学地证明了构成晕的不等边三角形中从钝角引出的垂线落在三角形内部,随后解答了关于晕为何是通过反射而非折射形成、为何显现为圆环而非实心圆盘,以及为何由于其作为影像的相对性而显现为随月亮一同移动等疑难。
ἐπειδὴ οὖν ἐδείξαμεν, ὅτι δυνατὸν κάθετον ἐκτὸς γωνίας πεσεῖν, φέρε δείξωμεν, ὅτι τῶν προκειμένων γωνιῶν ἐντὸς πίπτουσιν αἱ κάθετοι. ἐπειδὴ γὰρ ἐδείχθη, ὅτι ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην ἐπιζευγνυμένη κάθετός ἐστι βάσις πάντων τῶν γεγενημένων τριγώνων ἐκ τῶν πεμπομένων ὄψεων ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος καὶ τὸν ἥλιον, αἱ δὲ ἀπὸ τοῦ ὄμματος μέχρι τοῦ νέφους ἐλάττονές εἰσι τῶν ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἐκπεμπομένων, συμβαίνει σκαληνὰ γίνεσθαι τὰ τρίγωνα ἀνίσους ἔχοντα τὰς πλευράς. οὐκοῦν ἐπειδὴ μεγίστη μέν ἐστιν ἡ βάσις, ἐλάττων δὲ ἡ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, μέση δὲ ἡ ἀπὸ τοῦ νέφους πρὸς τὴν σελήνην, εὑρεθήσεται ἀμβλεῖα μὲν γωνία ἡ ἐν τῇ ἀνακλάσει γινομένη, ἣν ὑποτείνει ἡ βάσις, ὀξεῖα δὲ ἡ πρὸς τῷ ὄμματι καὶ τῆς σελήνης.1 οὐκοῦν ἡ ἀπὸ τῆς ἀμβλείας γωνίας ἀγομένη κάθετος ἐντὸς πεσεῖται τοῦ τριγώνου. ἔστι γὰρ τρίγωνον σκαληνὸν τὸ ΑΒΓ, μείζονα μὲν ἔχον τὴν ΑΓ, ἐλάττονα δὲ τὴν ΑΒ. λέγω, ὅτι ἐὰν ἀπὸ τῆς Β γωνίας ἀχθῇ κάθετος, ἐντὸς πεσεῖται τοῦ τριγώνου. εἰ γὰρ μὴ ἐντός, πιπτέτω ἐκτὸς καὶ ἔστω ἡ ΒΕ, καὶ ἐπεζεύχθω ἡ ΕΑ. ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΒΕΑ γωνία. ἔστι δὲ καὶ ἡ ὑπὸ ΕΑΒ μείζων ὀρθῆς· ἀμβλεῖα γάρ ἐστιν· ὑποτείνει γὰρ αὐτὴν ἡ μείζων πλευρὰ ἡ ΕΒ. τριγώνου ἄρα τοῦ ΕΑΒ δύο γωνίαι αἱ ὑπὸ ΒΕΑ, ΕΑΒ δύο ὀρθῶν μείζονές εἰσιν, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐκτὸς πεσεῖται ἡ ΒΕ κάθετος· ἐντὸς ἄρα πεσεῖται, ὅπερ ἔδει δεῖξαι. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, πῶς κατὰ ἀνάκλασιν λέγεται εἶναι ἡ ἅλως, καίτοι ἐχρῆν κατὰ διάκλασιν αὐτὴν λέγειν γίνεσθαι, εἴπερ μεταξὺ φαίνονται τὰ ἔνοπτρα, τουτέστι τὰ νέφη, τοῦ τε ὄμματος καὶ τοῦ λαμπροῦ. ῥητέον, ὅτι οὔκ εἰσι μεταξύ. δεῖ γὰρ νοῆσαι τὸ ὄμμα καὶ τὸ λαμπρόν, τουτέστι τὴν σελήνην ἐν ἑνὶ ἐπιπέδῳ ὄντα (κάθετος γὰρ ἦν ἡ ἐπιζευγνύουσα αὐτὰ εὐθεῖα), ἐν δὲ ἄλλῳ ἐπιπέδῳ εἶναι τὰ νέφη πέριξ τοῦ λαμπροῦ· τὴν δὲ ὄψιν ἐκπεμπομένην ὡς πρὸς τὰ νέφη ἀνακλᾶσθαι ὡς πρὸς τὴν σελήνην. πάλιν ζητητέον, τί δήποτε κρίκος φαίνεται ἡ ἅλως καὶ μὴ τύμπανον συνεχές. ἢ ῥητέον, ὅτι ἡ κατὰ κάθετον ἐκπεμπομένη ἀκτὶς ἀπὸ τοῦ ὄμματος πρὸς τὴν σελήνην ἐντὸς οὖσα καὶ δυναμικωτάτη τῶν ἄλλων πασῶν δίεισι τὸ πάθος ἀκλάστως. ὡσαύτως δὲ καὶ πλησίον αὐτῆς ἐκπεμπομένης εὐθεῖαι ἔρχονται ἄκλαστοι.2 καὶ τούτου χάριν ἐν τῷ μέσῳ, ἐν ᾧ διέρχονται αἱ ἀκτῖνες ἄκλαστοι, οὐχ ὁρᾶται ἡ ἔμφασις, ἀλλὰ τὸ ἀληθές· αἱ δ’ ἐξωτέρω τῆς καθέτου πεμπόμεναι ἀκτῖνες καὶ διαχεόμεναι ἀσθενέστεραι γίνονται. καὶ οὐ δύνανται διεξελθεῖν τὸ νέφος, ἀλλὰ κλῶνται, καὶ διὰ τοῦτο ἔμφασις γίνεται κρικοειδής. ἀλλὰ μὴν κἀκεῖνο ζητητέον· εἰ γὰρ ἐν τῷ περιγείῳ τόπῳ γίνεται ἡ ἅλως, ὁ δὲ περίγειος ἀὴρ οὐ συγκινεῖται τῷ παντί, πῶς ὁρῶμεν τὴν ἅλω συμφερομένην τῇ σελήνῃ; ὅτι γὰρ ἐν τῷ περιγείῳ τόπῳ γίνεται, δῆλον, ἐπειδὴ νηνεμωτέρα ἐστὶ τοῦ ἀπογείου. ἀπόγειον δὲ νῦν καλῶ οὐ τὸν κυρίως ἀπόγειον, ἀλλὰ τὸν ἀπόγειον τοῦ περιγείου. ἐν τούτῳ γὰρ μᾶλλον πνεύματά εἰσι καὶ οὐκ ἐῶσι στῆναι τὰ νέφη· δέονται δὲ στάσεως πρὸς τὸ γενέσθαι τὴν ἔμφασιν. τί οὖν λέγομεν; ὅτι ἡ ἅλως ἔμφασις οὖσα ὡς πρὸς τὴν ἡμετέραν ὄψιν κρίνεται μὴ ἔχουσα ἰδίαν ὑπόστασιν. ἀτενιζόντων τοίνυν ἡμῶν γίνεται, μὴ ἀτενιζόντων δὲ φθείρεται. ἐπειδὴ οὖν ἕκαστος ἡμῶν ἀτενίζων ποιεῖ τὴν ἅλω, ἐπὰν τύχῃ ὁ ἀὴρ ἐπιτήδειος πρὸς τὴν ταύτης γένεσιν, ἐν ᾧ ἂν τόπῳ εἴη ἡ σελήνη περὶ τὸν μεσημβρινὸν ἀτενιζόντων ἡμῶν, γίνεται ἅλως. εἶτα πάλιν κινουμένης τῆς σελήνης καὶ πάλιν ἀτενιζόντων γίνεται, οὐ τῆς προτέρας μεινάσης, ἀλλ’ ἐκείνης μὲν φθαρείσης ἅμα τῷ ἀναχωρῆσαι τὸ ὄμμα, ἄλλης δὲ πάλιν γινομένης ἐπὶ τῷ ἀτενίσαι τὸ δεύτερον.3 ταῦτα ἀρκεῖ τῇ θεωρίᾳ.
因此,既然我们已证明垂线有可能落在角的外侧,来吧,让我们证明,在我们面前的诸角中,垂线落在内侧。因为既然已经表明,从眼睛连接到月亮的垂线,是由从眼睛发向云块和太阳的视线所生成的一切三角形的底边,而从眼睛直到云块的视线小于从云块发向太阳的视线,结果便使得这些三角形成为不等边的,具有不等的各边。因此,既然底边最大,从眼睛到云块的边较小,而从云块朝向月亮的边居中,那么在反射处生成的角(底边正对着它)将被发现是钝角,而在眼睛和月亮一侧的角是锐角。因此,从钝角引出的垂线将落在三角形内侧。因为有一个不等边三角形ΑΒΓ,具有较大的ΑΓ和较小的ΑΒ。我断言,若从角Β引出一条垂线,它将落在三角形内侧。因为若非在内侧,设它落在外侧且为ΒΕ,并设ΕΑ被连接。因此角ΒΕΑ是直角。但角ΕΑΒ亦大于直角;因为它是钝角;因为较大边ΕΒ正对着它。因此,对于三角形ΕΑΒ而言,两角ΒΕΑ与ΕΑΒ大于两直角,这是荒谬的。因此垂线ΒΕ将不落在外侧;因而它将落在内侧,这正是所要证明的。 此外,亦值得探讨的是,为何晕被说成是通过反射而存在的,尽管若是反光镜(即云块)显现于眼睛与发光体之间,本应当说它是通过折射而生成的。必须说明的是,它们并不在中间。因为必须设想眼睛与发光体(即月亮)处于同一平面内(因为连接它们的直线是一条垂线),而云块则处于另一平面内,环绕着发光体;朝向云块发射的视线向着月亮反射。再次必须探讨的是,为何晕显现为一个环,而非一个连续的圆盘。或者必须说明,从眼睛朝向月亮沿垂线发射的光线由于居于内部且在所有其他光线中最具效能,因而不经折射地穿过这一受动状态。同样地,在发射出的它附近的直线亦无折射地前行。正因如此,在中央处,即光线无折射地穿过之处,所见到的不是影像,而是真实之物;而从垂线向更外侧发射并扩散的光线则变得较弱。它们不能穿过云块,而是被折射,正因如此便生成了环状的影像。 然而那一点亦必须探讨:因为如果晕生成于近地区域,而近地空气并不随整个宇宙一同运动,我们为何看到晕与月亮一同运行?因为显然它生成于近地区域,因为该区域比远地区域更为无风。但我现在所说的远地并非严格意义上的远地,而是指相对于近地区域而言的远地。因为在此处风更多,不容许云块静止;而为了生成影像,它们需要静止。那么我们该说什么呢?晕作为一种影像,乃是相对于我们的视觉而被判定的,并不具有自身的独立实在。因此,当我们凝视时它生成,当我们不凝视时它消亡。因此,既然我们每个人通过凝视生成了晕,只要空气碰巧适宜于它的生成,无论当我们凝视时月亮处于子午圈附近的何种位置,晕都会生成。随后,当月亮移动而我们再次凝视时,晕便再次生成,这并非由于前一个晕留存下来,而是由于那一个在眼睛移开的同时便已消亡,而伴随着第二次凝视,另一个晕重新生成。这些对于理论考查而言便足够了。
- 3.3.1ὀξεῖα δὲ ἡ πρὸς τῷ ὄμματι καὶ τῆς σελήνης
相较于 ἡ πρὸς τῷ ὄμματι(眼睛一侧的角),接续的 καὶ τῆς σελήνης 包含介词短语或限定短语的省略,即补充为 ἡ πρὸς τῷ ὄμματι καὶ [ἡ πρὸς τῷ σημείῳ] τῆς σελήνης(或 καὶ [ἡ] τῆς σελήνης),表明眼睛处与月亮处的角皆为锐角(ὀξεῖα)。
- 3.3.1πλησίον αὐτῆς ἐκπεμπομένης εὐθεῖαι ἔρχονται ἄκλαστοι
短语 πλησίον αὐτῆς ἐκπεμπομένης 可以理解为属格独立结构,或受介词性副词 πλησίον 支配的属格。阴性单数承接前文的 ἀκτίς(沿垂线发射的光线,即 αὐτῆς [ἀκτῖνος] ἐκπεμπομένης)。主句主语 εὐθεῖαι(直线,指光线)表明在中心垂线轴附近发射的光线同样不经折射而直线行进。
- 3.3.1ἐπὶ τῷ ἀτενίσαι τὸ δεύτερον
介词 ἐπί 与中性单数与格的带冠词不定词(动名词)τῷ ἀτενίσαι 结合,表示条件或伴随发生(“伴随着第二次凝视/在第二次凝视之时”)。与前文的 ἅμα τῷ ἀναχωρῆσαι(随着眼睛移开的同时)形成对比,表明随着视线的重新投向而在时间与因果上生成新的影像。
