- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:220.13-222.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者依据几何引理,阐明由视线与反射光线构成的全等三角形群所引出的相等垂线如何使晕显现为圆形,随后通过反证法证明垂线不可能落在三角形的外部。
ὁμοίως δὲ δείξομεν, ὅτι καὶ τὸ ΗΓ τῷ ΘΖ ἴσον ἐστίν, ὅπερ ἔδει δεῖξαι. τούτων οὕτως ἀποδειχθέντων, ὅτι ἴσαι εἰσὶν αἱ κάθετοι αἱ ἐπὶ τὰς βάσεις ἀγόμεναι, ἔλθωμεν ἐπὶ τὸ προκείμενον καὶ δείξωμεν, πῶς κύκλος γίνεται ἡ ἅλως. καὶ ἐνταῦθα γὰρ τρίγωνα πολλὰ γίνονται βάσιν ἔχοντα τὴν αὐτὴν ἴσα ἀλλήλοις ὄντα, ἀνισόπλευρα μέντοι κατὰ τὰς τρεῖς πλευράς, τουτέστι τὴν μείζονα τῇ μείζονι ἴσην ἔχοντα καὶ τὴν ἐλάττονα τῇ ἐλάττονι. οὐκοῦν καὶ αἱ κάθετοι πᾶσαι τῶν τριγώνων αἱ ἀπὸ τῶν ἀμβλειῶν γωνιῶν φερόμεναι ἴσαι ἔσονται. ἔστω γὰρ τὸ μὲν ὄμμα τὸ Ο, ἡ δὲ σελήνη τὸ Σ. καὶ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην φερομένου, μεταξὺ δὲ τῆς σελήνης καὶ τοῦ ὄμματος ἔστω νέφη πλείονα μικρὰ διαφέροντα ἀλλήλων θέσει, τὰ μὲν ὑψηλότερα, τὰ δὲ ταπεινότερα κείμενα ἐφεξῆς ἀλλήλων, καὶ τὸ τούτων συνάθροισμα ἔστω τὸ ΓΖ. καὶ ἐκπεμπέσθωσαν ἀκτῖνες πλεῖσται ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη, αἱ ΟΓ, ΟΖ, ΟΔ, ΟΗ. καὶ ἀνακεκλάσθωσαν ὡς ἐπὶ τὴν σελήνην καὶ ποιείτωσαν ἀνακλάσεις τὰς ΓΣ, ΖΣ, ΗΣ, ΔΣ. δῆλον, ὅτι αἱ ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη αἱ ΟΓ, ΟΔ, ΟΖ, ΟΗ ἴσαι ἀλλήλαις εἰσίν, ὡς δέδεικται τῇ προτεραίᾳ, ἐπειδὴ οὐκ ἐν τῷ αὐτῷ ἐπιπέδῳ πίπτουσι· διαφέρουσι γὰρ ἀλλήλων τὰ νέφη τῇ θέσει, ὡς εἴρηται, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐλάττων ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ τῶν πλαγίων.1 ἀλλὰ μὴν καὶ αἱ ἀπὸ τοῦ νέφους * * ἀνακλώμεναι ἴσαι ἀλλήλαις ἔσονται. μείζους δ’ αὗταί εἰσιν αἱ ἀπὸ τοῦ νέφους πρὸς τὴν σελήνην τῶν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὰ νέφη. οὐκοῦν τρίγωνα πολλὰ συνίστανται ὅμοια ἀλλήλοις, τουτέστιν ἴσας ἔχοντα τὰς μείζονας πλευρὰς ταῖς μείζοσι καὶ τὰς ἐλάττονας ταῖς ἐλάττοσι, βάσιν ἔχοντα τὴν αὐτὴν τὴν ΟΣ, ἥτις ἐστὶν ἄξων πάντων τῶν κώνων, τὸ ΟΓΣ, ΟΖΣ, ΟΔΣ, ΟΗΣ καὶ ἄλλα τοιαῦτα πλείονα ἀνισόπλευρα. οὐκοῦν ἐπειδὴ ἴσα ἀλλήλοις εἰσὶ τὰ τρίγωνα, πᾶσαι αἱ ἀπὸ τῶν ἀμβλειῶν αὐτῶν κάθετοι ἴσαι ἀλλήλαις ἔσονται. τοῦτο γὰρ προλαβόντες ἐδείξαμεν, ὅτι ἐπὶ τῶν ἴσων γωνιῶν αἱ ἀπὸ τῶν κορυφῶν ἐπὶ τὴν βάσιν ἐρχόμεναι κάθετοι ἴσαι ἀλλήλαις εἰσαγέσθωσαν καὶ πιπτέτωσαν ἐφ’ ἓν σημεῖον τῆς ΟΣ καθέτου, ἐπὶ τὸ ἐκ τῶν κύκλῳ γωνιῶν. ἐπεὶ οὖν ἴσαι ἀλλήλαις εἰσὶν αἱ κάθετοι κύκλῳ φερόμεναι ἀπὸ τῶν τριγώνων ἐπὶ τὸ Ε σημεῖον τῆς ΟΣ βάσεως, ἥτις ἐστὶ κάθετος ἀπὸ τοῦ ὄμματος ἐπὶ τὴν σελήνην δῆλον ὅτι κέντρῳ μὲν τῷ Ε διαστήματι διὰ μιᾶς ὁποιασοῦν καθέτου κύκλος γραφήσεται ὁ ΓΖΔΗ, πρὸς ὃν κύκλον ὡς ἀπὸ τοῦ κέντρου τοῦ Ε ἀχθήσονται αἱ ΕΓ, ΕΖ, ΕΗ, ΕΔ κάθετοι· κύκλος φανήσεται ἡ ἅλως, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ἀποδεικτέον, ὅτι κύκλος ἡ ἅλως πάντως φανήσεται ἢ μέρος κύκλου πάντως, οὐδέποτε δὲ ἀλλοίῳ σχήματι. ἀλλ’ ἐπειδὴ συνεχρησάμεθα ἐν τῇ ἀποδείξει, ὅτι αἱ κάθετοι ἐντὸς πίπτουσι τῶν τριγώνων (ἐπὶ τὴν βάσιν γὰρ τὴν αὐτὴν καὶ ἐπὶ τὸ αὐτὸ σημεῖον), οὐκ ἀπεδείξαμεν δ’ εἰ ἐκτὸς πίπτουσι, φέρε καὶ τοῦτο γραμμικαῖς ἀνάγκαις δείξωμεν. ὅτι γάρ εἰσι τρίγωνα, ὧν αἱ κάθετοι ἐκτὸς πίπτουσι, δῆλον. ἔστω γὰρ τρίγωνον τὸ ΑΒΓ ἀνίσους ἔχον τὰς πλευράς, καὶ ἀπὸ τῆς Β κορυφῆς ἤχθω κάθετος ἡ ΒΔ. λέγω, ὅτι ἡ ΒΔ ἐκτὸς πεσεῖται τοῦ ΑΒΓ τριγώνου. εἰ γὰρ μή, πιπτέτω ἐντὸς καὶ ἤχθω ἐπὶ τὸ Ε σημεῖον. φανερόν, ὅτι ἡ ὑπὸ ΒΕΓ ὀρθὴ γωνία ἐστί· πᾶσα γὰρ κάθετος ἐπ’ εὐθεῖαν πίπτουσα τὰς ἐφεξῆς ὀρθὰς γωνίας ποιεῖ. ἔστι δὲ καὶ ἡ ὑπὸ ΒΓΕ γωνία μείζων ὀρθῆς, ἀμβλεῖα γάρ ἐστιν· ἡ γὰρ μείζων αὐτὴν πλευρὰ ὑποτείνει ἡ ΑΒ.2 τριγώνου ἄρα τοῦ ΕΒΓ δύο γωνίαι αἱ ὑπὸ ΕΓΒ, ΒΕΓ δύο ὀρθῶν μείζονές εἰσιν, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐντὸς πεσεῖται ἡ ΒΔ κάθετος, ὅπερ ἔδει δεῖξαι.
同样地,我们将证明ΗΓ亦等于ΘΖ,这正是所要证明的。既然引向底边的垂线相等已如此被证明,就让我们进入当下的论题,并阐明晕是如何生成为一个圆的。因为在此处亦生成了许多具有相同底边且彼此相等的三角形,但在三边上却是不等边的,即具有较大边等于较大边,较小边等于较小边。因此,从钝角引出的各三角形的所有垂线亦将是相等的。因为设眼睛为Ο,月亮为Σ。在眼睛朝向月亮行进时,在月亮与眼睛之间设有一些在位置上彼此不同的小云块,一些居于较高处,另一些居于较低处,彼此相继排列,设这些云块的总和为ΓΖ。设从眼睛向这些云块发射出极多的光线,即ΟΓ、ΟΖ、ΟΔ、ΟΗ。并设它们向着月亮反射,产生反射线ΓΣ、ΖΣ、ΗΣ、ΔΣ。显而易见,从眼睛到云块的各光线ΟΓ、ΟΔ、ΟΖ、ΟΗ彼此相等,正如前一日所证明的那样,因为它们并不落在同一平面内;因为如前所述,云块在位置上彼此不同,正因如此,垂线及邻近垂线的光线并不短于斜向的光线。然而,从云块[向月亮]反射的光线亦必彼此相等。而这些从云块朝向月亮的光线大于从眼睛到云块的光线。因此便构成了许多彼此相似的三角形,即具有较大边等于较大边,较小边等于较小边,且具有相同底边ΟΣ(此即所有圆锥的轴线),即ΟΓΣ、ΟΖΣ、ΟΔΣ、ΟΗΣ以及其他许多如此的不等边三角形。因此,既然这些三角形彼此相等,那么从它们的钝角引出的所有垂线亦将彼此相等。因为我们预先已证明了这一点,即在等角的情形下,从顶点引向底边的垂线彼此相等;设它们被引入并落在垂线ΟΣ的一个点上,落在来自环列诸角的点上。因此,既然各垂线从各三角形环绕着引向底边ΟΣ(此即从眼睛到月亮的垂线)的点Ε且彼此相等,显而易见,以Ε为中心,以任意一条垂线为距离,将画出一个圆ΓΖΔΗ,向着该圆将引出垂线ΕΓ、ΕΖ、ΕΗ、ΕΔ,犹如从中心Ε引出一样;晕将显现为一个圆,这正是所要证明的。因此必须照此证明,晕无论如何都将显现为一个圆,或者无论如何显现为圆的一部分,而绝不显现为其他形状。但既然我们在证明中还援用了垂线落在三角形内部(因为是落在同一底边上且落在同一点上),而未曾证明它们是否落在外部,来吧,让我们亦通过几何必然性来阐明这一点。因为显然存在垂线落在外部的三角形。因为设有一个具有不等边的三角形ΑΒΓ,并从顶点Β引出垂线ΒΔ。我断言,ΒΔ将落在三角形ΑΒΓ的外部。因为若不然,设它落在内部并引向点Ε。显而易见,角ΒΕΓ是直角;因为落在一直线上的任何垂线皆使其邻角成为直角。但角ΒΓΕ亦大于直角,因为它是钝角;因为较大边ΑΒ正对着它。因此,对于三角形ΕΒΓ而言,两角ΕΓΒ与ΒΕΓ大于两直角,这是荒谬的。因此垂线ΒΔ将不落在内部,这正是所要证明的。
- 3.3.1οὐκ ἔστιν ἐλάττων ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ τῶν πλαγίων
主语是由单数与复数组合而成的复合短语(ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ,“垂线及邻近垂线的光线”),但动词 ἔστιν 及作表语的比较级形容词 ἐλάττων 在数和性上与最近的单数主语一致(邻近一致)。属格 τῶν πλαγίων 是由 ἐλάττων 支配的比较属格。
- 3.3.1ἡ γὰρ μείζων αὐτὴν πλευρὰ ὑποτείνει ἡ ΑΒ
该句存在倒置(hyperbaton)结构。主语是由前后同位语构成的短语 ἡ μείζων πλευρὰ ἡ ΑΒ(“较大边ΑΒ”),谓语动词是 ὑποτείνει,宾格代词 αὐτήν 指代前文的角(ἡ ὑπὸ ΒΓΕ γωνία),充当该动词的直接宾语(在几何学术语中,ὑποτείνω 取宾格,意为“[边]对向/张[角]”)。
