- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:218.38-220.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在阐述光柱与幻日剩余的固有特征(出现时间、方位、云的性质与颜色)之后,作者提出了有关映现现象的三条引理,并展开了一个几何学引理(援引《原本》第一卷定理26证明全等三角形中的垂线相等),以此解释晕为何呈圆形。
δεύτερον, ὅτι ἶρις μὲν καὶ ἡ ἅλως νύκτωρ καὶ μεθ’ ἡμέραν γίνονται, παρήλιοι δὲ καὶ ῥάβδοι ἡμέρας μόνον· περὶ γὰρ τὸν ἥλιον μόνον. τρίτον, ὅτι καὶ αὗται πρὸς τὸν ὁρίζοντα μάλιστα γίνονται ἢ πρὸς τὸν μεσημβρινόν·1 ἔστι γὰρ ὅτε καὶ ἐν τῷ μεσημβρινῷ γίνονται, ὥσπερ καὶ ἶρις, περὶ τὸν ὁρίζοντα δὲ μάλιστα τὸν δυτικόν. εἰπὲ δὲ καὶ ἄλλην διαφοράν· οἱ μὲν ῥάβδοι ἐπ’ ἀνωμάλων καὶ ἀνομοιομερῶν γίνονται νεφῶν, ὥσπερ καὶ ἡ ἶρις, ὅθεν καὶ τρίχρους ἐστὶν ἡ ῥάβδος, οἱ δὲ παρήλιοι ἐπὶ ὁμαλῶν καὶ ὁμοιομερῶν ὥσπερ ἡ ἅλως, ὅθεν καὶ μονόχροές εἰσι. ταῦτα μέν εἰσι τὰ ὑπάρχοντα τοῖς κατὰ ἔμφασιν γινομένοις. εἴπωμεν λοιπὸν περὶ τῆς γενέσεως αὐτῶν. ἀλλὰ πρὸ τούτου τρία τινὰ λήμματα προβάλλωμεν. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· ἐπειδὴ γὰρ τῇ προτεραίᾳ ἐδιδάχθης, ὅτι ἀνακλᾶται ἡ ὄψις, δεῖ οὖν πρὸς ὃ γίνεται ἡ ἀνάκλασις, τουτέστι τὸ ἔνοπτρον, πυκνὸν εἶναι2 καὶ λεῖον καὶ διαφανές. πυκνὸν μέν, ἵνα ὡς πρὸς ἀντίτυπον ἡ ὄψις φερομένη μὴ διεισδύνῃ, ἀλλ’ ἀνακλᾶται καὶ φέρεται πρὸς τὸ ὁρώμενον· λεῖον δὲ καὶ ὁμαλόν, ἵνα μὴ διαχῆται τραχέος ὄντος τοῦ κατόπτρου καὶ διαιρῆται, ἀλλ’ ἵνα μένῃ συνεχής· διαφανὲς δέ, ἵνα ἐκεῖσε ἐμφαίνηται τὸ εἴδωλον τοῦ ὁρατοῦ. τοῦτο μὲν πρῶτον λῆμμα. δεύτερον δ’ ὅτι ἐν τοῖς μικροτέροις κατόπτροις οὐ τὸ σχῆμα φαίνεται τοῦ λαμπροῦ, ἀλλὰ τὸ χρῶμα μόνον, ἐπειδὴ οὐ χωρεῖται ἐν αὐτοῖς, ὥσπερ ἐπὶ ῥανίδων ῥαινομένων ἐπὶ ἡλίῳ· ἐν ταύταις γὰρ οὐκ ἐμφαίνεται τὸ σχῆμα τοῦ ἡλίου, ἀλλὰ μόνον τὸ χρῶμα. τρίτον, ὅτι τὸ ὁρώμενον λαμπρόν ἐστιν, ὅταν φαίνηται, ἀμαυρόν,3 ἢ διὰ τὴν περικειμένην ἀχλὺν ἢ διὰ τὴν ἀσθένειαν τῆς ὄψεως. καὶ γὰρ ἡ ἀτονία τῆς ὄψεως ἐπὶ τὸ μέλαν ὁδεύουσα ἀμαυρότερον ποιεῖ φαίνεσθαι τὸ λαμπρόν. ταῦτα μὲν οὖν εἰσι τὰ τρία λήμματα. λοιπὸν εἴπωμεν περὶ τῆς γενέσεως τῆς ἅλω, ὅπως γίνεται κυκλοτερής, οὕτως· πρὸς γὰρ τὴν τούτου κατασκευὴν εἰλήφθωσαν δύο τρίγωνα ὅμοια ἀλλήλοις, τουτέστιν ἴσας ἔχοντα τὰς πλευρὰς ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν τῇ βάσει, καὶ ἔστω τὰ ΑΒΓ, ΔΕΖ. λέγω, ὅτι αἱ ἀπὸ τῶν κορυφῶν αὐτῶν ἀγόμεναι κάθετοι ἐπὶ τὴν βάσιν ἴσαι ἔσονται καὶ ἴσα τμήματα τῆς βάσεως ἀπολήψονται. ἤχθωσαν γὰρ κάθετοι ἀπὸ τῶν ΑΒΓ, ΔΕΖ τριγώνων ἐπὶ τὰς ΑΓ, ΔΖ βάσεις ἡ ΒΗ καὶ ΕΘ. λέγω, ὅτι ἴσαι εἰσὶν αἱ κάθετοι καὶ ἴσα τμήματα ἀπολαμβάνουσι τὰ ΗΓ καὶ ΘΖ. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΔΕ καὶ ἡ ΑΓ τῇ ΔΖ, δύο δὴ αἱ ΑΒ, ΑΓ δυσὶ ταῖς ΔΕ, ΔΖ ἴσαι εἰσί, καὶ βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἴση ἐστίν. οὐκοῦν καὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ ἴσον ἐστίν· ἐφαρμόσουσιν ἄρα ἀλλήλοις. οὐκοῦν καὶ γωνίαι αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ4 ἴσαι εἰσίν. καὶ ἐπειδὴ ἡ ΑΒ τῇ ΔΕ ἴση ἐστίν, ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΒΑΗ τῇ ὑπὸ ΕΔΘ ἴση ἐστί, καὶ ἡ ὑπὸ ΑΗΒ τῇ ὑπὸ ΔΘΕ ἴση ἐστίν (ὀρθαὶ γάρ εἰσι· κάθετοι γὰρ αἱ ΒΗ, ΕΘ), καὶ λοιπὴ ἄρα γωνία ἡ ὑπὸ ΗΒΑ τῇ λοιπῇ γωνίᾳ τῇ ὑπὸ ΘΕΔ ἴση ἐστί, καὶ αἱ λοιπαὶ πλευραὶ αἱ ΗΒ, ΗΑ ταῖς λοιπαῖς πλευραῖς ταῖς ΘΕ, ΘΔ ἴσαι εἰσί, καὶ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΘ τριγώνῳ ἴσον ἐστί. δέδεικται γὰρ ἐν τῷ κς θεωρήματι τοῦ πρώτου βιβλίου τῆς Στοιχειώσεως, ὅτι ἐὰν δύο τρίγωνα τὰς δύο γωνίας ταῖς δυσὶ γωνίαις ἴσας ἔχῃ ἑκάτερον ἑκατέρου καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην ἔχει, καὶ τὰς λοιπὰς πλευρὰς ταῖς λοιπαῖς πλευραῖς ἴσας ἕξει ἑκατέραν ἑκατέρᾳ καὶ τὴν λοιπὴν γωνίαν τῇ λοιπῇ γωνίᾳ· ἴση ἄρα ἡ ΗΒ κάθετος τῇ ΘΕ καθέτῳ, καὶ τὰ τῆς βάσεως τμήματα τὰ ΑΗ, ΔΘ ἴσα τὰ ἀποληφθέντα ὑπὸ τῶν ΒΗ, ΘΕ καθέτων.
第二,虹与晕在夜间与昼间皆可生成,而幻日与光柱则仅在昼间生成;因为[它们]仅生成于太阳周围。第三,这些现象也是主要朝向地平圈而非朝向子午圈生成;因为有时它们亦如虹那样生成于子午圈,但主要生成于地平圈周围,特别是西侧地平圈。亦请述说另一种差异:光柱正如虹一样生成于不平匀且非同质的云之上,是以光柱亦是三色的;而幻日正如晕一样生成于平匀且同质的[云]之上,是以它们亦是单色的。这些便是属于依映现而生成之物的固有属性。接下来,让我们谈论它们的生成。但在此之前,让我们先提出三条引理。其中第一条如下:既然你在前一天已得知视线会发生反射,那么反射向其发生之物,即镜子,便必须是稠密的、平滑的且透明的。稠密,是为了使视线犹如冲向坚实之物而不致穿透,反倒反射并朝向可见之物行进;平滑且均匀,是为了不因镜面粗糙而消散并被分割,反倒保持连续;透明,则是为了使可见之物的影像得以映现在其中。这是第一条引理。第二,在较小的镜子中显现的不是发光体的形状,而唯有颜色,因为[形状]无法容纳于其中,正如在日光下洒落的雨滴中的情形一样;因为在这些雨滴中映现的不是太阳的形状,而唯有颜色。第三,所见的发光体在显现时是昏暗的,要么是由于周围包围的迷雾,要么是由于视线的衰弱。因为视线的衰弱趋向于黑暗,使得发光体显得更为昏暗。这便是三条引理。接下来,让我们照此谈论晕的生成,它是如何成为圆形的:因为为了对此进行证明,且取两个彼此相似的三角形,即各自的边彼此相等且底边与底边相等的三角形,设其为ΑΒΓ与ΔΕΖ。我断言,从它们的顶点引向底边的垂线将是相等的,并将截取底边相等的切片。因为设从三角形ΑΒΓ、ΔΕΖ向底边ΑΓ、ΔΖ引了垂线ΒΗ与ΕΘ。我断言,垂线是相等的,且它们截取的切片ΗΓ与ΘΖ亦是相等的。因为既然ΑΒ等于ΔΕ且ΑΓ等于ΔΖ,那么二边ΑΒ、ΑΓ确实等于二边ΔΕ、ΔΖ,因而底边ΒΓ亦等于底边ΕΖ。所以三角形ΑΒΓ亦等于三角形ΔΕΖ;因此它们将彼此重合。所以角ΒΑΓ与角ΕΔΖ亦相等。又因为ΑΒ不仅等于ΔΕ,而且角ΒΑΗ亦等于角ΕΔΘ,角ΑΗΒ亦等于角ΔΘΕ(因为它们是直角;因为ΒΗ、ΕΘ是垂线),所以剩余的角ΗΒΑ亦等于剩余的角ΘΕΔ,剩余的边ΗΒ、ΗΑ亦等于剩余的边ΘΕ、ΘΔ,并且三角形ΑΒΗ亦等于三角形ΔΕΘ。因为在《原本》第一卷第二十六定理中已证明,若两个三角形各自具有两角等于两角,且具有一边等于一边,则它们亦将各自具有剩余的边等于剩余的边,剩余的角等于剩余的角;因此垂线ΗΒ等于垂线ΘΕ,且由垂线ΒΗ、ΘΕ所截取的底边切片ΑΗ、ΔΘ亦相等。
- 3.3.1μάλιστα γίνονται ἢ πρὸς τὸν μεσημβρινόν
最高级副词 μάλιστα 后接连词 ἢ 构成比较句式,意为“主要朝向地平圈,而非朝向子午圈”。紧接着的分句说明它们有时也会在子午圈生成,故此处表示出现频率的比较而非绝对排他。
- 3.3.1δεῖ οὖν πρὸς ὃ γίνεται ἡ ἀνάκλασις, τουτέστι τὸ ἔνοπτρον, πυκνὸν εἶναι
在非人称动词 δεῖ 支配的不定式结构中,介词短语关系从句 πρὸς ὃ 隐含有其先行词(“反射向其发生之物”),同位语 τουτέστι τὸ ἔνοπτρον 充当不定式 εἶναι 的语义主语,与表语形容词 πυκνόν 等构成主谓核心。
- 3.3.1τὸ ὁρώμενον λαμπρόν ἐστιν, ὅταν φαίνηται, ἀμαυρόν
主语为 τὸ ὁρώμενον λαμπρόν(所见之发光体),表语为 ἀμαυρόν(昏暗的),系动词 ἐστιν 与插入的时间从句 ὅταν φαίνηται 将主谓成分隔开(倒装离隔结构)。句子骨架为:τὸ ὁρώμενον λαμπρόν ἐστιν ἀμαυρόν。
- 3.3.1γωνίαι αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ
希腊几何学的标准惯用语,为 αἱ ὑπὸ τῶν ... περιεχόμεναι γωνίαι(由各边所包含的角)之省略表达式,在此指角BAC与角EDZ。
