← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§20.16-22.15

以太的本性与火气充满说的反驳

注解亚里士多德《气象学》339b16–340a11,梳理关于天界第五元素(以太)的古今观点与词源,并依据天文学与数学中关于元素比例的不可能后果,反驳了认为中间区域由纯火、单由气或由二者充满的各种学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.10

" Ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου." Τουτέστι ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐζήτησε περὶ τοῦ πέμπτου σώματος καὶ ἔδειξε, τίς ἡ οὐσία καὶ ὅτι ἐκ τούτου πάντα τὰ οὐράνια σύγκειται. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, ὅτι ἔκ τινος σώματος συνίσταται τὰ οὐράνια, [οὐχ ἡμεῖς μόνον εἰρήκαμεν,] ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες τοῦτο σχεδὸν ἐνενόησαν. καὶ τοῦτο δῆλον, ἐπειδὴ τὸν οὐρανὸν οὐδενὶ ὀνόματι τῶν τεσσάρων στοιχείων προσηγόρευσαν, ἀλλ’ αἰθέρα αὐτὸν ἐκάλεσαν. δῆλον οὖν ἐκ τοῦ ὀνόματος, ὅτι ἐξ ἄλλου σώματος γεγόνασι τὰ οὐράνια σώματα, ἐκ δὲ τῆς ἐτυμολογίας τοῦ ὀνόματος ἀίδια αὐτὰ εἰρήκασιν· αἰθέρα γὰρ αὐτὸν ἐκάλεσαν παρὰ τὸ ἀεὶ θεῖν.1 ἀεὶ γὰρ κινοῦνται τὰ οὐράνια καὶ κατὰ ῥυθμόν. Ἀναξαγόρας δὲ ἐχρήσατο μὲν τούτῳ τῷ ὀνόματι, πλὴν οὐ καλῶς ἐτυμολογίᾳ. αἰθέρα γὰρ αὐτὸν ἔφησε καλεῖσθαι παρὰ τὸ αἴθειν καὶ καίειν· οὕτω γὰρ αἴθοπα οἶνον τὸν μέλανα καὶ καυστικὸν λέγομεν. οὐκ ἀποδεκτέον οὖν τὴν τούτου ἐτυμολογίαν. εἰ οὖν καὶ οἱ παλαιοὶ ἐδόξασαν ἐξ ἄλλου εἶναι σώματος καὶ πρὸ Ἀριστοτέλους, οὐ δεῖ σεμνύνεσθαι ἐφ’ οἷς τις ἐξευρίσκει. ἀπείρου γὰρ ὄντος τοῦ κόσμου συμβαίνει πολλοὺς αὐτὸ εἰρηκέναι. καὶ ὥσπερ ἐστὶ καρπῶν εὐφορία καὶ ἀφορία, οὕτω καὶ ψυχῶν.

“我们在前面已经论及了第一元素。” 也就是说,在《论天》中;因为他在那里探究了第五种物体,并指出了它的实质是什么,以及一切天体都由它构成。而且不仅是我们碰巧持有这种观点,即天体由某种[独特的]物体构成,而且古人也几乎全都想到了这一点。这一点也是显而易见的,因为他们并未用四元素的任何名称来称呼天,而是称其为以太。因此从名称来看,天体由另一种物体生成是显而易见的;而从该名称的词源来看,他们称它们是永恒的;因为他们称其为以太,乃源于它“恒常奔跑”。因为天体始终且有节律地运动。然而阿那克萨哥拉虽然使用了这个名称,但在词源上却并不恰当;因为他说称其为以太是源于“燃烧”和“灼烤”;因为我们正是这样把深色而辛烈的酒称为“火热的酒”。因此他的词源解释不可接受。所以,如果古人在亚里士多德之前也认为它由另一种物体构成,那么一个人就不应为自己的发现而自矜。因为既然宇宙是无尽的,就会发生许多人说过同样事情的情形。正如作物有丰歉,灵魂亦是如此。

§1.3.11

"Ὅσοι δὲ πῦρ καθαρόν φασιν εἶναι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα. τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, καὶ τὰ ἑξῆς." Ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων. καὶ πρώτην ἐλέγχει δόξαν τὴν λέγουσαν καὶ τὰς σφαίρας καὶ τὰ ἄστρα πύρεια εἶναι, μόνον δὲ τὸ μεταξὺ ἀέριον. τὴν γὰρ λέγουσαν πάντα πύρεια εἶναι ὡς λίαν ἄτοπον παρεσιώπησεν.

“而那些声称包围者乃是纯火而不仅被运移的物体如此,地球与星辰之间则是气的人们,等等。” 他由此开始进行反驳。他首先反驳主张诸天球与诸星辰皆为火性、唯独中间部分为气性的观点。因为声称一切皆为火性的观点,他作为极度荒谬而默不作声地略过了。

§1.3.12

"Θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς, ἴσως ἂν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης." Διὰ τί ἱκανῶς καὶ διὰ τί ἴσως; ἢ τὸ μὲν ἱκανῶς εἴρηται ἐπὶ τῆς ἀποδείξεως, τὸ δὲ ἴσως ἐπὶ τοῦ πεισθῆναι. διὸ δεῖ ὑποστίξαι εἰς τὸ ἱκανῶς,2 καὶ σαφὴς ὁ λόγος. τί οὖν φησιν; ὅτι ἐὰν προηκολούθησαν ταῖς μαθηματικαῖς ἀποδείξεσιν οἱ λέγοντες πάντα τὰ οὐράνια σώματα πυρεῖα, ἔμελλον ἂν συντόμως ἀποπαύεσθαι τοῦ νομίζειν ποδιαῖον τὸν ἥλιον καὶ ἁπλῶς τὰ οὐράνια σώματα σμικρὰ εἶναι· δείκνυται γὰρ ἡ γῆ σημείου λόγον ἐπέχουσα πρὸς ἑκάστην σφαῖραν.

“如果他们充分考察了现在通过数学学科所证明的事情,也许就会放弃这种幼稚的观点。” 为什么说“充分”,又为什么说“也许”?或者说,“充分”是指证明而言,“也许”是指被说服而言。因此应当在“充分”之处作点断,这样文意便清楚了。那么他说的是什么呢?如果主张一切天体皆为火性的人预先遵循了数学证明,他们就会迅速放弃认为太阳只有一尺宽以及笼统而言天体微小的看法;因为已经证明地球相对于各个天球仅相当于一个点的比例。

§1.3.13

"Τῶν φερομένων ἕκαστον." Φερόμενα ἐκάλεσεν ὁ Ἀριστοτέλης τὰ ἄστρα.

“被运移的各个物体。” 亚里士多德把星辰称为“被运移的物体”。

§1.3.14

"Εἴρηται μὲν οὖν καὶ πρῶτον ἐν τοῖς περὶ τῶν ἄνω τόπων θεωρήμασι." Τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ· ἐκεῖ γὰρ ἐκ τῆς κυκλικῆς κινήσεως δέδειχεν, ὅτι οὐκ ἔστι πύρεια τὰ οὐράνια σώματα καὶ καθόλου, ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασιν.

“首先已在关于上方区域的定理中论及。” 也就是说,在《论天》中;因为他在那里根据圆周运动证明了天体不是火性的,并且概括而言不是由四元素生成的。

§1.3.15

"Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου." Τὴν δευτέραν ὑπόθεσιν ἐντεῦθεν ἐλέγχει τὴν λέγουσαν ὅλον τὸ μεταξὺ εἶναι ἀέρα· συναγομένου γὰρ ταύτῃ ἄφατον εἶναι τὸν ἀέρα ἕπεται3 τὸ καὶ μερικὸν ὕδωρ εἰς ἄφατον ἀέρα ἀναλύεσθαι· ἀλλὰ μὴν οὐκ ἀναλύεται, οὐκ ἄρα ἀήρ ἐστιν ὅλον τὸ μεταξύ. τοῦτο τὸ αὐτὸ δὲ καὶ τῇ ἄλλῃ ὑποθέσει ἕπεται τῇ λεγούσῃ τὰ ἄστρα μόνον πύρεια· καὶ αὐτῇ γὰρ ἕπεται τὸ ἀφάτως πολὺν εἶναι τὸν ἀέρα. οὐκοῦν δῆλον, ὅτι ἕψεται τὸ ἄτοπον τῇ ὑποθέσει ταύτῃ ἐξ ἀνάγκης παρεπόμενον.

“但绝不仅由气构成。” 他由此反驳第二种假说,即主张整个中间部分是气的假说;因为由此假说推导出气是无可估量的,便随之推导出局部的某份水也会分解为无可估量的气。然而它并未如此分解,因此整个中间部分绝不是气。这一相同的结论也适用于主张唯有星辰是火性的另一假说;因为从该假说中同样会得出气浩瀚无量的结论。因此显然,这一荒谬结论必然伴随着该假说而出现。

§1.3.16

"Κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος." Πρόσθες σύ, ὅτι τὸ αὐτὸ ἐπακολουθήσει ἄτοπον.

“即使地球与天空之间的处所充满了两种元素。” 你自己加上:同样的反常后果将会随之出现。

§1.3.17

"Οὐδὲν γὰρ ὡς εἰπεῖν μόριόν ἐστιν ὁ τῆς γῆς ὄγκος." Παραβαλλόμενος δηλονότι πρὸς ἀέρα. γῆς δὲ εἰκότως μόνης ἐμνημόνευσε, διότι τὸ ὕδωρ ταύτῃ παρακέχυται ἀναπληροῦν τὰ κοιλώματα, ὡς λοιπὸν τῶν δύο στοιχείων γίνεσθαι μίαν σφαῖραν.

“因为地球的体积可以说是微不足道的微粒。” 显然是与气相比较而言。他理所当然地仅提及地球,乃是因为水环绕着地球注入并填补了凹陷处,以致最终由这两种元素构成了一个球体。

§1.3.18

"Ἀνάγκη δὲ τὸν αὐτὸν λόγον ἔχειν." Δι’ ἣν αἰτίαν; ἐπειδὴ ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα.

“必须具有相同的比例。” 由于什么原因?因为部分之于部分具有何种关系,整体之于整体也具有何种关系。

语法注3 条
  1. 1.3.10παρὰ τὸ ἀεὶ θεῖν

    介词 παρά 后接带有冠词的不定式(此处为副词 ἀεί 修饰的 τὸ θεῖν)的宾格,表示词源或派生依据(“源于恒常奔跑”)。

  2. 1.3.12διὸ δεῖ ὑποστίξαι εἰς τὸ ἱκανῶς

    奥林匹奥多鲁提出句读指示(ὑποστίξαι),说明应当在副词 ἱκανῶς 之后点断(加逗号),以此表明该副词修饰分词短语 θεωρήσαντες(“充分考察”),而非修饰后文带有 ἴσως 的主句断言。

  3. 1.3.15συναγομένου γὰρ ταύτῃ ἄφατον εἶναι τὸν ἀέρα ἕπεται

    句中的 συναγομένου … τὸν ἀέρα 构成了属格绝对结构(宾格不定式短语作被动分词的主语),主句动词 ἕπεται 则由冠词引导的不定式短语 τὸ καὶ μερικὸν ὕδωρ … ἀναλύεσθαι 作为主语,形成嵌套推论结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:20.16-22.15