← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§217.21-218.38

晕与虹的固有属性及七处差异

奥林匹奥多鲁斯依据371b18的引文,仿效亚里士多德的研究方法,首先陈明晕与虹的固有属性,列举了二者在形状、来源天体、出现时间、天球方位、复层性、颜色以及云的均质性这七个方面的差异,随后开始导入对光柱和幻日特征的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1#1

" Περὶ δὲ ἅλω καὶ ἴριδος τί τε ἑκάτερον, καὶ διὰ τίνα αἰτίαν γίνεται, λέγωμεν." Ὥσπερ ἐν τῇ Φυσικῇ πραγματείᾳ περὶ τόπου διαλεγόμενος ὁ Ἀριστοτέλης καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τοῦ τρεφομένου καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ περὶ χαλάζης πρῶτον τὰ ὑπάρχοντα αὐτοῖς παρέδωκε, τουτέστι τὰ ἀξιώματα, εἶτα τὰς γενέσεις, καὶ μετὰ ταῦτα τὰς αἰτίας * * * τῆς γενέσεως ἀποδεῖξαι.1 ἔστι δὲ ὑπάρχοντα ἴριδι καὶ ἅλῳ ταῦτα· πρῶτον μέν, ὅτι ἡ μὲν ἅλως ὡς ἐπὶ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος ὑπάρχων περὶ τὸ λαμπρόν, σπανίως δ’ ἐλάττων κύκλου. ὅταν δ’ ἐλάττων κύκλου φαίνηται, ἀδιόριστον γίνεται τοῦ τμήματος τὸ μέγεθος· ποτὲ μὲν γὰρ ἡμικύκλιον φαίνεται, ποτὲ δὲ μεῖζον ἡμικυκλίου, ποτὲ δ’ ἔτι μεῖζον, ποτὲ δ’ ἐλάχιστόν ἐστι τὸ λεῖπον. ἐπὶ δὲ τῆς ἴριδος οὐχ οὕτως. αὕτη γὰρ κύκλος μὲν τέλειος οὐδέποτε φαίνεται, ἀλλ’ ἀεὶ ἔλαττον κύκλου. αὐτὸ δὲ τὸ σχῆμα ἀεὶ ὡρισμένον ἐστὶ τῆς ἴριδος· ἢ γὰρ καθ’ ἡμικύκλιον φαίνεται ἢ κατὰ ἐλάχιστον ἡμικυκλίου τμῆμα.2 ἀλλ’ ὅταν μὲν κατὰ ἡμικύκλιον φαίνηται, τηνικαῦτα ἐλάττονος κύκλου ἡμικύκλιόν ἐστι τὸ φαινόμενον σχῆμα τῆς ἴριδος· ὅταν δ’ ἔλαττον ἡμικυκλίου ᾖ τὸ σχῆμα τῆς ἴριδος, τηνικαῦτα μείζονος κύκλου τμῆμα φαίνεται τὸ φαινόμενον. καὶ ἡνίκα μὲν περὶ τὸν ὁρίζοντα ὄντος τοῦ ἡλίου γένηται ἡ ἶρις, τηνικαῦτα τὸ ἡμικύκλιον φαίνεται σχῆμα τῆς ἴριδος· ὅταν δ’ ὑπὲρ τὸν ὁρίζοντα ὁ ἥλιος ἱκανόν τι διάστημα,3 τότε ἔλαττον ἡμικυκλίου φαίνεται ἡ ἶρις. αὕτη πρώτη διαφορὰ ἴριδος καὶ ἅλω. δευτέρα διαφορά, ὅτι ἡ μὲν ἅλως περὶ τὴν σελήνην ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, σπανίως δὲ καὶ περὶ τὸν ἥλιον, ἡ δὲ ἶρις τὸ ἀνάπαλιν ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἀπὸ τοῦ ἡλίου, σπανίως δὲ ἀπὸ τῆς σελήνης. τρίτη διαφορά, ὅτι ἡ μὲν ἅλως ὡς ἐπὶ τὸ πλεῖστον νύκτωρ γίνεται, σπανίως δὲ καὶ ἐν ἡμέρᾳ περὶ τὸν ἥλιον, ἡ δὲ ἶρις τὸ ἀνάπαλιν ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἡμέρας ἀπὸ τοῦ ἡλίου, σπανίως δὲ νύκτωρ ἀπὸ τῆς σελήνης. τετάρτη διαφορά, ὅτι ἡ μὲν ἅλως περὶ τὸν μεσημβρινὸν ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, σπανίως δὲ περὶ τὸν ὁρίζοντα, ἡ δὲ ἶρις ὡς ἐπὶ τὸ πλεῖστον μὲν περὶ τὸν ὁρίζοντα, σπανίως δὲ περὶ τὸν μεσημβρινόν. καὶ ἶρις ὅταν ὁ ἥλιος ἐν τῷ νοτίῳ κλίματί ἐστι, τουτέστιν ἐν τῷ χειμερινῷ τροπικῷ, τότε γίνεται· ἐπειδὴ ὁ μεσημβρινός, ἐν ᾧ ἐστιν ὁ ἥλιος, οὐ πολὺ ἀπέχει τοῦ ὁρίζοντος, τότε σπανίως περὶ τὸν μεσημβρινὸν ἶρις φαίνεται, ὡς ἐπὶ τὸ πλεῖστον δὲ περὶ τὸν ὁρίζοντα, καὶ μᾶλλον περὶ τὸν δυτικὸν ἢ περὶ τὸν ἀνατολικόν. πέμπτη διαφορά, ὅτι ἡ μὲν ἅλως ἁπλῆ ἐστιν, ἡ δὲ ἶρις διπλῆ. ποῦ μὲν γὰρ μία φαίνεται ἅλως, ποῦ δὲ δύο ἴριδες.4 ἕκτη διαφορά, ὅτι ἡ μὲν ἅλως μονόχρους, ἡ δὲ ἶρις τρίχρους. ἡ μὲν γὰρ ἐντὸς ζώνη φαίνεται φοινικοῦν ἔχουσα χρῶμα, ἡ δὲ δευτέρα πράσινον, ἡ δὲ τρίτη ἁλουργόν, ὅπερ ἐπὶ τὸ μελάντερον προσρέπει καὶ πορφυρίζον, οἷόν ἐστι τὸ ἐν τῇ ἁλουργίδι χρῶμα· ἡ δὲ ἅλως λευκὸν μόνον ἔχει τὸ χρῶμα. ἑβδόμη διαφορά, ὅτι ἡ μὲν ἅλως ἐπὶ ὁμαλοῖς καὶ ὁμοιομερέσι γίνεται νέφεσι, ἡ δὲ ἶρις ἐπὶ τοῖς ἀνωμάλοις καὶ ἀνομοιομερέσι. δεῖται γὰρ τῶν μὲν ἐπιπολαιότερον κειμένων νεφῶν, τῶν δὲ βαθύτερον, τουτέστιν ἀνωμάλων, καὶ τῶν μὲν παχυτέρων, τῶν δὲ λεπτοτέρων, τουτέστιν ἀνομοιομερῶν πρὸς τὸ συστῆναι ἡ ἶρις· ἡ δὲ ἅλως ὁμαλῶν καὶ ὁμοιομερῶν. ταῦτα μέν ἐστι τὰ ὑπάρχοντα ἴριδί τε καὶ ἅλῳ ἑπτὰ τὸν ἀριθμὸν ὑπάρχοντα. λοιπὸν ζητήσωμεν καὶ περὶ ῥάβδων καὶ παρηλίων. ὑπάρχει γὰρ καὶ τούτοις τρία τινὰ πρόσωπα. πρῶτον μέν, ὅτι ταῦτα οὔτε κατὰ διάμετρον γίνονται τοῦ λαμπροῦ ὥσπερ ἡ ἶρις, οὔτε κατὰ κάθετον ὥσπερ ἡ ἅλως, ἀλλὰ ἐκ πλαγίων τοῦ λαμπροῦ γίνονται.

“关于晕和虹,让我们来谈谈二者各自是什么,以及通过何种原因生成。” 正如亚里士多德在《物理学》中讨论处所,在《论生成与消灭》中讨论受滋养之物,以及在本论著中讨论雹时,首先阐明了属于它们的诸固有属性,即基本公理,随后阐述其诸生成,而在这些之后[致力于]证明生成的诸原因,[在此亦是如此行事]。而属于虹与晕的固有属性乃是这些。首先,晕在绝大多数情况下显现为围绕发光体的完整圆圈,极少小于圆圈;而每当它显现为小于圆圈时,该切片的大小便是不定的;因为有时它显现为半圆,有时大于半圆,有时甚至更大,有时缺失的部分则微乎其微。但在虹的情形中却并非如此;因为它绝不显现为完整的圆圈,而总是小于圆圈。然而虹本身的形状却始终是确定的:它要么显现为半圆,要么显现为小于半圆的切片。但是,每当它显现为半圆时,此时虹所显现的形状便是较小之圆的半圆;而当虹的形状小于半圆时,此时所显现的便是一个较大之圆的切片。并且,每当太阳处于地平圈周围而虹生成时,此时虹所显现的形状便是半圆;而当太阳高出地平圈相当距离时,虹便显现为小于半圆。这是虹与晕的第一种差异。第二种差异在于,晕大多生成于月亮周围,极少在太阳周围,而虹则相反,大多由太阳生成,极少由月亮生成。第三种差异在于,晕大多生成于夜间,白天在太阳周围极少生成,而虹则相反,大多在白天由太阳生成,夜间由月亮生成则属罕见。第四种差异在于,晕大多生成于子午圈周围,极少在地平圈周围,而虹则大多在地平圈周围,极少在子午圈周围。而每当太阳处于南方气候区,即在冬至线时,虹便在此刻生成;既然太阳所在的子午圈距离地平圈并不遥远,此时在子午圈周围便极少显现虹,而大多在地平圈周围,且在西侧周围多于东侧周围。第五种差异在于,晕是单一的,而虹是双重的;因为在一种情形下显现出一个晕,而在另一种情形下显现出两条虹。第六种差异在于,晕是单色的,而虹是三色的;因为最内侧的带显现为具有绯红色,第二条带为绿色,第三条带为暗紫色,即偏向较暗色且呈紫红的颜色,正如贝紫衣裳中的颜色;而晕则仅具有白色。第七种差异在于,晕生成于平匀且同质的云之上,而虹则生成于不平匀且非同质的云之上。因为虹为了凝聚成形,需要有些分布较浅、有些分布较深的云,即不平匀的云,并且需要有些较稠密、有些较稀薄的云,即非同质的云;而晕则需要平匀且同质的云。这些便是属于虹与晕的诸属性,其数目为七。其余部分,让我们也对光柱与幻日进行探究;因为这二者亦具有三种特征。第一,它们既不像虹那样生成于发光体的直径方向,也不像晕那样生成于垂线方向,而是生成于发光体的侧方。

语法注4 条
  1. 3.3.1Ὥσπερ ἐν τῇ Φυσικῇ πραγματείᾳ … ἀποδεῖξαι

    在由 Ὥσπερ 引导的从句中,主语 ὁ Ἀριστοτέλης 带有限定动词 παρέδωκε,而在文本脱落处( *)之后出现了不定式 ἀποδεῖξαι。从上下文看,此处显然脱落了一个与 παρέδωκε 并列的主动词(如表示企图或着手的动词 ἐπεχείρησε),整体构成一个对比框架:正如他先阐明诸属性,然后[着手]证明原因,[在此亦如此行事]。

  2. 3.3.1κατὰ ἐλάχιστον ἡμικυκλίου τμῆμα

    此短语与前文的 ἢ γὰρ καθ’ ἡμικύκλιον φαίνεται 并列。尽管 ἐλάχιστον 在语法上是最高级,但紧接其后的上下文以 ὅταν δ’ ἔλαττον ἡμικυκλίου ᾖ 进行了互换表述,表明它在此处实质上等同于比较级 ἔλαττον,意为“小于半圆的切片”。

  3. 3.3.1ὅταν δ’ ὑπὲρ τὸν ὁρίζοντα ὁ ἥλιος ἱκανόν τι διάστημα

    在连词 ὅταν 引导的这个时间从句中,谓语动词(如 ᾖ 或其他表示存在或升起的动词)被省略。主语为 ὁ ἥλιος,而 ἱκανόν τι διάστημα 作为表示空间距离的程度宾格(外延宾格),修饰介词短语 ὑπὲρ τὸν ὁρίζοντα。

  4. 3.3.1ποῦ μὲν γὰρ μία φαίνεται ἅλως, ποῦ δὲ δύο ἴριδες

    副词/疑问词 ποῦ 在此以相关并列结构(ποῦ μέν ... ποῦ δέ)出现,用于引出对比性的具体事例,句法上表示“在一种情形下……在另一种情形下……”(或“有时/有些地方……有时/另一些地方……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:217.21-218.38