- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:215.24-217.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁驳斥了针对亚里士多德几何学知识的两项指控:其一,通过假设小云块在深度方向上具有高低起伏,解释了晕中光线的等长性;其二,通过作图证明虹中直线的等长性并非基于宇宙中心,而是基于与两个天球相切的另一个理知之圆的中心。
οὐκοὖν δεῖ ὑποθέσθαι νεφύδρια κατὰ βάθος ἀλλήλων κείμενα, ἵνα τὰ κατὰ κάθετον τῆς ὄψεως κείμενα ὑψηλοτέραν ἔχωσι τὴν θέσιν, τὰ δ’ ἐκ πλαγίου βαθυτέραν. τούτων οὕτως ἐχόντων αἱ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμεναι ὑψηλοτέροις προσβάλλουσαι νέφεσιν ἀναλογοῦσι τῷ διαστήματι ταῖς λοξῶς φερομέναις1 ἐπὶ τὰ χθαμαλώτερα νέφη. ἔστω γὰρ ἡ ὄψις τὸ Ο. ἐκ δὲ τοῦ Ο ἐκπεμπέσθωσαν εὐθεῖαι ἴσαι ἐπὶ τὰ νέφη, αἱ ΟΚ, ΟΛ, ΟΜ, ΟΝ, ΟΞ· καὶ ἔστω ἡ μὲν ΟΚ κάθετος κατ’ εὐθεῖαν ἐκπεμπομένη, αἱ δὲ λοιπαὶ πλάγιοι παρ’ ἑκάτερα τῆς ΟΚ. δῆλον ὅτι αὐτὸν τὸν τόπον ἐπικαταλαμβάνουσιν. ἔνθεν γάρ, ὡς οἶμαι, καὶ κυκλοτερὴς ἡ ἅλως φαίνεται, διὰ τὸ τὰς ἐκεῖσε πεμπομένας εὐθείας ἐκ τῆς ὄψεως ἴσας εἶναι καὶ κατὰ ὕφεσιν ἐπικαταλαμβάνειν τοὺς τόπους, τὴν μὲν κάθετον καὶ τὴν περὶ αὐτὴν τὰ ὑψηλότερα νέφη, τὰς δ’ ἄλλας τὰς λοξὰς ἐκπεμπομένας εἰς τὰ ταπεινότερα. καὶ οὕτω κατὰ ὕφεσιν καταλαμβανουσῶν τῶν ἴσων εὐθειῶν τὰ νέφη γίνεται κύκλος. ἀλλὰ μὴν καὶ ἐν τοῖς περὶ ἴριδος λόγοις ἐγκαλοῦσιν αὐτῷ ὡς εἰπόντι2 τὰς ἐκ τῆς ὄψεως ἐπὶ τὸ νέφος προσπιπτούσας εὐθείας ἴσας εἶναι ταῖς ἀπὸ τῆς ὄψεως ἐπὶ τὸν ἥλιον προσπιπτούσαις, ὅπερ ἐστὶν ἄπειρον· ἀπείρῳ γὰρ διαστήματι ὑπερβάλλουσιν αἱ ἀπὸ τῆς ὄψεως πρὸς τὸν ἥλιον τὰς ἀπὸ τῆς ὄψεως πρὸς τὸ νέφος. φέρε δὴ πάλιν τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐκθήσομεν καὶ πῶς ἐκεῖνοι λαμβάνονται δείξωμεν, εἶθ’ οὕτως τὴν ἐπίλυσιν ἐπαγάγωμεν. φησὶ γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἴριδος λόγῳ, ὅτι ἔστω ὁρίζων κύκλος ΟΗΜΝ, κέντρον δὲ τὸ Α, ἥλιος δὲ τὸ Η στοιχεῖον, μέλαν δὲ νέφος τὸ † ΜΗ. δῆλον, ὅτι αἱ ἀπὸ τοῦ Α πρὸς τὸ ΟΜΝ προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσὶ ταῖς ἀπὸ τοῦ Α πρὸς τὸ Η προσπιπτούσαις. φαίνονται δὲ πολλῷ ὑπερέχουσαι αἱ ἀπὸ τοῦ Α εἰς τὸ Η προσπίπτουσαι εὐθεῖαι τὰς ἐκ τοῦ Α πρὸς τὸ Ν προσπιπτούσας. δοκεῖ οὖν παρὰ τὴν ἐνάργειαν φθέγγεσθαι ὁ Ἀριστοτέλης. ἀλλ’ ἵνα τῆς τοιαύτης αὐτὸν ἐλευθερώσωμεν ὑπονοίας, ἑτέρᾳ τινὶ χρησώμεθα καταγραφῇ. οὐ γάρ, ὡς ἐκεῖνοί φασι, τὰς ἀπὸ τοῦ κέντρου τοῦ παντὸς ἐπὶ τὸν ἥλιον προσπιπτούσας εὐθείας ἴσας εἶναι ταῖς ἀπὸ τοῦ κέντρου πρὸς τὸ νέφος προσπιπτούσαις εἶπεν Ἀριστοτέλης· τοῦτο γὰρ λίαν ἀνόητον. οὔτε γὰρ τὸ κέντρον τοῦ παντὸς λαμβάνει, ἀλλὰ κέντρον ἕτερον ἑτέρου κύκλου νοητοῦ, ἐξ οὗ αἱ προσπίπτουσαι τῷ νέφει καὶ τῷ ἡλίῳ ἴσαι εἰσίν. εἰλήφθω γὰρ ὁρίζων τοῦ νέφους κύκλος ὁ ΑΒΓ, κέντρον δὲ τοῦ παντὸς τὸ Ζ. ἔξωθεν δὲ τοῦ νέφους γεγράφθω ἄλλος κύκλος ὁ ΚΛΜ ἐμπεριέχων τὸν κύκλον τοῦ νέφους· καὶ ἔστω οὗτος ὁ ὁρίζων τοῦ ἡλίου ἤγουν ἡλιακὴ σφαῖρα. καὶ μεταξὺ τοῦ ὁρίζοντος τοῦ ἡλίου ἕτερος ὁρίζων γεγράφθω νοητὸς ἐφαπτόμενος τῶν δύο ὁριζόντων, τοῦ τε νέφους καὶ τοῦ ἡλίου, καὶ ἔστω τούτου κέντρον τὸ Ο. καὶ ἀπὸ τοῦ Ο κέντρου ἤχθωσαν εὐθεῖαι ἐφαπτόμεναι τοῦ ΑΒΓ κύκλου, ὅς ἐστι τοῦ νέφους, καὶ τοῦ ΚΛΜ, ὅς ἐστι τοῦ ἡλίου. φανερόν, ὅτι αὗται αἱ εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσὶν ἡ ΟΒ καὶ ἡ ΟΚ καὶ αἱ λοιπαί· ἀπόκεντροι γάρ εἰσι. δῆλον ἄρα, ὅτι ταύτας λέγει Ἀριστοτέλης ἀπὸ τοῦ κέντρου ἴσας εἶναι καὶ πρὸς τὸν ἥλιον καὶ πρὸς τὸ νέφος· ἐκεῖνοι δὲ κατηγόρουν τοῦ φιλοσόφου ὡς τὴν ΖΒ τῇ ΖΚ ἴσην λέγοντος,3 ὅπερ οὐκ ἦν ἀληθές. ὡς γὰρ πρὸς τὸν νοητὸν ὁρίζοντα λέγει ταῦτα, † ὅνπερ ὁρίζοντα διὰ ἄφατον συντομίαν ὡς ἐφαπτόμενον τῶν δύο ὁριζόντων. ταῦτά εἰσι τὰ προτέλεια τῶν μελλόντων λέγεσθαι περὶ ἅλω καὶ ἴριδος. ἐπὶ τούτοις καταπαύσωμεν τὴν παροὖσαν θεωρίαν.
因此,必须假设在彼此的深度方向上分布的散落小云块,以使位于视力垂线方向上的小云块具有更高的位置,而侧方的小云块具有更低的位置。在这些情况如此确立之后,从视力发出并落到更高云块上的直线,在距离上与斜向行进至更低云块上的直线相当。因为设视力为Ο;从Ο向云块发出相等的直线ΟΚ、ΟΛ、ΟΜ、ΟΝ、ΟΞ;设ΟΚ为沿直线发出的垂线,其余各线为ΟΚ两侧的侧向线。显然,它们相继占据了该位置。据我想来,晕之所以显得是圆形的,正是由于从视力发往那里的直线是相等的,并且依其下倾程度相继占据各处位置:垂线及其周围的线占据较高的云块,而发出的其他斜向线则占据较低的云块。正是当相等的直线依其下倾程度占据云块时,便形成了一个圆。然而,在关于虹的论述中,他们同样指责他,声称他说过从视力落到云上的直线与从视力落到太阳上的直线相等,这是极其荒谬的;因为从视力到太阳的直线以无限的距离超过了从视力到云的直线。来吧,让我们再次陈明他所说的话,指明那些人据以抓住的把柄,然后以此方式引出解答。因为亚里士多德在关于虹的论述中说:设地平圈为ΟΗΜΝ,其中心为Α,太阳为字母Η,黑云为ΜΗ。显然,从Α落到ΟΜΝ上的直线等于从Α落到Η上的直线。但从Α落到Η上的直线显然远远超过了从Α落到Ν上的直线。因此,亚里士多德似乎违背了明晰的事实而发声。然而,为了将他从这种怀疑中解救出来,让我们采用另一种图示。因为亚里士多德并不像他们所说的那样,说过从宇宙中心落到太阳上的直线等于从中心落到云上的直线;因为这未免太无见识了。因为他所取的并非宇宙的中心,而是另一个理知之圆的另一个中心,从该中心落到云上和太阳上的直线是相等的。因为设云的地平圈为ΑΒΓ,宇宙的中心为Ζ。在云的外侧画出包含云之圆的另一个圆ΚΛΜ;设此圆为太阳的地平圈,即太阳天球。而在太阳的地平圈之内,画出与云和太阳这两个地平圈均相切的另一个理知地平圈;设其中心为Ο。从中心Ο引与云之圆ΑΒΓ以及太阳之圆ΚΛΜ相切的直线。显然,这些直线,即ΟΒ、ΟΚ以及其余各线彼此相等;因为它们是从中心引出的线。因此显而易见的是,亚里士多德所说的从中心出发既到太阳又到云均相等的,乃是这些直线;而他们却指责这位哲学家,声称他说ΖΒ等于ΖΚ,这并不是实情。因为他是就理知地平圈而言说这些话的,因其不可言喻的简略,[他才提及]作为与这两个地平圈相切的这一地平圈。以上便是关于晕和虹即将论述之事的预备考察。以此结束当前的考察吧。
- 3.2.1ἀναλογοῦσι τῷ διαστήματι ταῖς λοξῶς φερομέναις
动词 ἀναλογέω 支配与格 ταῖς... φερομέναις,意为“与……相当/比例相等”,τῷ διαστήματι 则作为表方面的与格(“在距离上”)。这表明垂直方向射向较高云块的光线与斜向射向较低云块的光线在实际距离长度上是相等的。
- 3.2.1ἐγκαλοῦσιν αὐτῷ ὡς εἰπόντι
动词 ἐγκαλέω(指责)支配与格 αὐτῷ,连词 ὡς 与与格分词 εἰπόντι 连用,表示批评者所声称的主观指控理由(“指责他声称……”)。分词后接宾格加不定式结构(τάς... προσπιπτούσας εὐθείας ἴσας εἶναι)。
- 3.2.1ὡς τὴν ΖΒ τῇ ΖΚ ἴσην λέγοντος
带有 ὡς 的属格分词 λέγοντος 与前文 κατηγόρουν τοῦ φιλοσόφου 的属格支配相关联(或作为独立属格),表达指责者强加给亚里士多德的错误假定(“好像他说过ΖΒ等于ΖΚ一样”)。
