← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§214.3-215.24

折射与反射之别及对云中光线问题的辩驳

注疏者阐明折射依斜角(钝角)生成并放大物体,由此辨明其与反射的区别,并论证虹与晕源于反射;随后针对批评亚里士多德在落于云上的光线长度问题上缺乏几何学知识的指责进行辩护,指出云并非单一平面,而是沿深度散布的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1#4

οὔκουν ἀπὸ τῶν ΑΒ σημείων μεταξὺ τῶν ἐπ’ εὐθείας ἐκβεβλημένων καὶ τῶν ΑΔ, ΒΕ ἐκβεβλήσθωσαν ἐπ’ εὐθείας αἱ ΑΖ, ΒΗ.1 φανερόν, ὅτι αὗται λοξὰς γωνίας περιέχουσι, καὶ εἰσιν αὗται ἀπὸ τῆς ὄψεως πεμπόμεναι αἱ ἀκτῖνες καὶ διεισδύνουσαι ἐν τῷ ὕδατι. κατὰ λοξὰς ἄρα γωνίας γίνεται ἡ διάκλασις. αὕτη οὖν δευτέρα ἐστὶ διαφορὰ διακλάσεως καὶ ἀνακλάσεως, ὅτι ἡ μὲν πρὸς ἴσας γωνίας γίνεται, ἡ δὲ πρὸς ἀμβλείας. ἔστι δὲ καὶ ἑτέρα τρίτη διαφορά, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως ἔλαττον φαίνεται τὸ ὁρώμενον, ἐπὶ δὲ τῆς διακλάσεως μεῖζον. ἡ δὲ αἰτία τούτου ἐστίν, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως συνάγονται αἱ ἀκτῖνες πρὸς τὸ ὁρώμενον, ἐπὶ δὲ τῆς διακλάσεως διαχέονται. καὶ ὅτι μεῖζον φαίνεται τὸ ὁρώμενον ἐπὶ τῆς διακλάσεως, δῆλον. ἰδοὺ γὰρ τὰ ἐν ὕδασιν ὁρώμενα λιθίδια μεγάλα δοκεῖ εἶναι, καὶ ὅσῳ ἐν βάθει κεῖνται, τοσούτῳ μείζονα δοκοῦσιν· ἀλλὰ καὶ ὁ ἥλιος ἀνίσχων δι’ ὁμίχλης θεωρούμενος μείζων εἶναι δοκεῖ. τούτων οὕτως ἐχόντων κατασκευάσωμεν, ὅτι κατὰ ἀνάκλασιν ταῦτα γίνονται καὶ οὐ κατὰ διάκλασιν, οὕτως· εἰ γὰρ κατὰ διάκλασιν ταῦτα ἐγίνοντο, ἔδει τὸν ἥλιον μείζονα φαίνεσθαι ἐπὶ τῆς ἴριδος καὶ τὴν σελήνην ἀπὸ τῆς ἅλω. ἀλλὰ μὴν οὐ φαίνονται μείζονες ἑαυτῶν· οὐκ ἄρα κατὰ διάκλασιν γίνονται, ἀλλὰ κατὰ ἀνάκλασιν. ἔπειτα δ’ εἰ κατὰ διάκλασιν ἐγένοντο, ἐχρῆν εἶναι μεταξὺ τὴν ἶριν καὶ τὴν ἅλω τοῦ ἡλίου καὶ τῆς ἡμετέρας ὄψεως. ἀλλὰ μὴν ἐν τῷ ἐναντίῳ εἰσὶ τόπῳ· οὐκ ἄρα κατὰ διάκλασιν γίνονται, ἀλλὰ κατὰ ἀνάκλασιν. καὶ ταῦτα μὲν περὶ ἀνακλάσεως καὶ διακλάσεως. ἀλλ’ ἐπειδή τινες διαβάλλουσι τὸν Ἀριστοτέλη φάσκοντες αὐτὸν ἄπειρον εἶναι γραμμικῆς ἐπιστήμης, καὶ πειρῶνται αὐτὸν διελέγχειν ἐν τοῖς περὶ ἅλω καὶ ἴριδος θεωρήμασι, φέρε προβάλωμεν τὰ ὑπ’ αὐτοῦ λεγόμενα καὶ ἐφ’ οἷς ἐκεῖνοι λαμβάνονται·2 εἶθ’ οὕτως ἐλευθερώσωμεν αὐτὸν τῆς ἐκείνων διαβολῆς. ἐπειδὴ γὰρ ἐν τοῖς περὶ ἅλω λόγοις ἔφη, ὅτι αἱ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ νέφος προσπίπτουσαι εὐθεῖαι ἴσαι εἰσὶ καὶ ἀπὸ τοῦ ἡλίου πρὸς τὸ νέφος, ὧν μία κάθετός ἐστιν, αἱ δὲ λοιπαὶ αἱ μὲν πρὸς τῇ καθέτῳ εἰσίν, αἱ δὲ διιστάμεναι τῆς καθέτου, δῆλον, ὅτι ἡ μὲν κάθετος πασῶν ἐλαχίστη ἐστίν· αἱ δὲ διιστάμεναι τῆς καθέτου καὶ λοξῶς φερόμεναι ἐκ τῆς ὄψεως πρὸς τὸ νέφος, ἐκεῖναι μείζονες πασῶν εἰσιν· αἱ δὲ πρὸς τῇ καθέτῳ μείζονες μέν εἰσὶ τῆς καθέτου, ἐλάττονες δὲ τῶν μακρὰν τῆς καθέτου· οὐκ ἄρα ἴσαι εἰσίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀπὸ τοῦ ἡλίου προσπιπτουσῶν εὐθειῶν λέγουσιν. ἔστω γὰρ ὄψις μὲν τὸ Α, ἥλιος δὲ τὸ Β, νέφος δὲ τὸ ΓΖΔ, καὶ ἤχθωσαν ἀπὸ μὲν τοῦ Α εὐθεῖαι ἐπὶ τὸ νέφος τὸ ΓΖΔ αἱ ΑΓ, ΑΔ, ΑΖ· ἀπὸ δὲ τοῦ ἡλίου τοῦ Β ἤχθωσαν ἐπὶ τὸ νέφος αἱ ΒΓ, ΒΔ, ΒΖ. δῆλον, ὅτι τῶν ἀπὸ τοῦ Α πεμπομένων εὐθειῶν ἐπὶ τὸ ΓΔΖ νέφος ἐλαχίστη ἐστὶν ἡ ΑΖ ὡς κάθετος οὖσα· ὁ μέντοι Ἀριστοτέλης πάσας λέγει εἶναι ἴσας. καὶ πάλιν τῶν ἀπὸ τοῦ ἡλίου τοῦ Β ἐπὶ τὸ ΓΔΖ νέφος πεμπομένων εὐθειῶν ἐλαχίστη ἐστὶν ἡ ΒΖ ὡς κάθετος· φησὶ δὲ καὶ ταύτας ἴσας εἶναι πάλιν πάσας· δοκεῖ οὖν παρὰ τὴν ἐνάργειαν φθέγγεσθαι. αὕτη μὲν αὐτῶν ἐστιν ἡ κατηγορία. φέρε οὖν ἡμεῖς ἐλευθερώσωμεν αὐτὸν τῆς τοιαύτης ὑπολήψεως. δεῖ γὰρ νέφος μὴ νοεῖν ὡς ἓν ἐπίπεδον μήτε συνεχές, ἀλλὰ νεφύδρια μικρὰ διεσπασμένα μὴ ἐν ἑνὶ ἐπιπέδῳ κείμενα, ἀλλὰ κατὰ βάθος ἀλλήλων.3 καὶ ὅτι εἰσὶ κατὰ βάθος κείμενα ἀλλήλων νέφη, καὶ οἶδε καὶ αὐτὸς Ἀριστοτέλης. ἔφη γὰρ ἐν τῷ περὶ βροντῆς καὶ ἀστραπῆς λόγῳ, ὅτι ὅταν [δὲ] τὸ πνεῦμα ἐκκριθῇ τοῦ νέφους βιαίως καὶ προσπταίῃ εἰς τὰ κατώτερα κείμενα νέφη, τότε βροντὴ καὶ ἀστραπὴ γίνεται· οἶδεν ἄρα κατὰ βάθος κείμενα νέφη.

因此,在沿直线延长的线与直线ΑΔ、ΒΕ之间的[区域],设从点Α和Β沿直线延长出直线ΑΖ与ΒΗ。显然,这些线包含斜角,而且这些正是从视力发出并穿透进水中的光线。因此,折射是依斜角生成的。因此,这是折射与反射的第二个区别:反射是朝向等角生成的,而折射是朝向钝角生成的。此外还有第三个区别:在反射中被观看者显得更小,而在折射中则显得更大。其原因在于:在反射中光线朝向被观看者汇聚,而在折射中光线扩散开来。被观看者在折射中显得更大,这一点是显而易见的。因为请看,在水中看到的石子显得很大,而且它们处于深度中越深,显得就越大;而且穿过薄雾被观察到的升起的太阳也显得更大。在这些情况如此确立之后,让我们论证这些现象是依反射而非依折射生成的,方式如下:因为如果这些是依折射生成的,太阳在虹中就应当显得更大,月亮在晕中也应当显得更大。但它们确实并不显得比自身更大;因此它们不是依折射生成的,而是依反射生成的。其次,如果它们是依折射生成的,虹与晕就应当处于太阳和我们的视力之间。但它们确实位于相反的地方;因此它们不是依折射生成的,而是依反射生成的。关于反射与折射,便交代至此。然而,既然某些人诽谤亚里士多德,声称他缺乏线形科学的知识,并试图在关于晕和虹的定理中驳倒他,来吧,让我们摆出他所说的话以及那些人据以抓住的把柄;然后以此方式将他从那些人的诽谤中解救出来。因为既然他在关于晕的论述中说,从视力落到云上的直线与从太阳落到云上的直线是相等的,而在这些直线中一条是垂线,其余的则一部分靠近垂线,一部分远离垂线,显然,垂线在所有直线中是最小的;而那些远离垂线并从视力斜向行进至云的线,那些在所有直线中是最大的;而靠近垂线的那些线虽大于垂线,却小于远离垂线的那些线;因此它们并不相等。关于从太阳落下的直线,他们也作同样的说法。因为设视力为Α,太阳为Β,云为ΓΖΔ,从Α向云ΓΖΔ引直线ΑΓ、ΑΔ、ΑΖ;又从太阳Β向云引直线ΒΓ、ΒΔ、ΒΖ。显然,在从Α向云ΓΔΖ发出的直线中,ΑΖ因其为垂线而最小;然而亚里士多德却说所有的线都相等。再次,在从太阳Β向云ΓΔΖ发出的直线中,ΒΖ因其为垂线而最小;但他又说这些线同样全部相等;因此他似乎违背了明晰的事实而发声。这就是他们的指控。来吧,让我们将他从这种猜测中解救出来。因为不应当把云想象为一个平面,也不应当想象为连续的,而应当想象为并非处于单一平面、而是在彼此的深度方向上分布的散落的小云块。而且存在着在彼此的深度方向上分布的云,这一点亚里士多德本人也是知道的。因为他在关于雷与闪电的论述中说过,每当风气从云中被剧烈析出并撞击在位于下方的云上时,那时就产生了雷和闪电;因此他是知道在深度方向上分布的云的。

语法注3 条
  1. 3.2.1οὔκουν ἀπὸ τῶν ΑΒ σημείων μεταξὺ τῶν ἐπ’ εὐθείας ἐκβεβλημένων καὶ τῶν ΑΔ, ΒΕ ἐκβεβλήσθωσαν ἐπ’ εὐθείας αἱ ΑΖ, ΒΗ.

    小词复合词 οὔκουν 由否定词 οὐκ 与推论小词 οὖν 构成,在此承接前文的选择推论(“既然既非直线亦非直角,便只剩下斜角”),表强推论(“因此……”),与第三人称被动命令式 ἐκβεβλήσθωσαν 连用,引出几何作图指令。

  2. 3.2.1ἐφ’ οἷς ἐκεῖνοι λαμβάνονται

    中间态动词 λαμβάνομαι 与介词 ἐπί 加与格(ἐφ’ οἷς)连用,构成习惯表达,意为“抓住……作为攻击或非难的借口/把柄”。关系代词 οἷς 内部包含了先行词。

  3. 3.2.1μὴ ἐν ἑνὶ ἐπιπέδῳ κείμενα, ἀλλὰ κατὰ βάθος ἀλλήλων

    在对比句 μὴ... ἀλλά 中,前半部分的介词短语 ἐν ἑνὶ ἐπιπέδῳ(“在单一平面内”)与后半部分的 κατὰ βάθος(“在深度方向上”)形成对照。属格 ἀλλήλων 作为关系/基准属格修饰 κατὰ βάθος,表示三维空间的排布方式(“彼此相对而言处于纵深方向上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:214.3-215.24