← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§212.12-214.3

等角反射路径最短与水面折射的几何证明

通过几何作图证明以等角反射的光程始终短于以不等角反射的光程,随后说明在水面的折射既非直行亦非直角,而是形成斜角(钝角)发生偏折。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1#3

καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν· ὑποκείσθω γὰρ τὸ κάτοπτρον εὐθεῖά τις ἡ ΑΒ καὶ ἔστω τὸ μὲν ὁρῶν Γ, τὸ δ’ ὁρώμενον τὸ Δ, τὸ δὲ Ε σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις ἀνακλᾶται πρὸς τὸ ὁρώμενον, ἔστω, καὶ ἐπεζεύχθω ἡ ΓΕ, ΕΔ. λέγω, ὅτι ἡ ὑπὸ ΔΕΑ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ΓΕΒ. εἰ γὰρ μή ἐστιν ἴση, ἔστω ἕτερον σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις πρὸς ἄνισον γωνίαν ἀνακλᾶται, τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΓΖ, ΖΔ· δῆλον, ὅτι ἡ ὑπὸ ΔΖΑ γωνία μείζων ἐστὶ τῆς ὑπὸ ΓΖΒ γωνίας. λέγω, ὅτι αἱ ΓΖ, ΖΔ εὐθεῖαι, αἵτινες τὰς ἀνίσους γωνίας περιέχουσιν ὑποκειμένης τῆς ΑΒ εὐθείας, μείζονές εἰσι τῶν ΓΕ, ΕΔ εὐθειῶν, αἵτινες τὰς ἴσας γωνίας περιέχουσι μετὰ τῆς ΑΒ. ἤχθω γὰρ κάθετος ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΑΒ κατὰ τὸ Η σημεῖον καὶ ἐκβεβλήσθω ἐπ’ εὐθείας ὡς ἐπὶ τὸ Θ. φανερὸν δή, ὅτι αἱ πρὸς τῷ Η γωνίαι ἴσαι εἰσίν· ὀρθαὶ γάρ εἰσι. καὶ ἔστω ἡ ΔΗ τῇ ΗΘ ἴση καὶ ἐπεζεύχθω ἡ ΘΖ καὶ ἡ ΘΕ. αὕτη μὲν ἡ κατασκευή. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΗ τῇ ΗΘ, ἀλλὰ καὶ ἡ ὑπὸ ΔΗΕ γωνία τῇ ὑπὸ ΘΗΕ γωνίᾳ ἴση ἐστί, κοινὴ δὲ πλευρὰ τῶν δύο τριγώνων ἡ ΗΕ, καὶ βάσις ἡ ΘΕ βάσει τῇ ΕΔ ἴση ἐστί. καὶ τὸ ΗΘΕ τρίγωνον τῷ ΔΗΕ τριγώνῳ ἴσον ἐστὶ καὶ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις εἰσὶν ἴσαι, ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν·1 ἴση ἄρα ἡ ΘΕ τῇ ΕΔ. πάλιν ἐπειδὴ τῇ ΗΘ ἴση ἐστὶν ἡ ΗΔ, καὶ γωνία ἡ ὑπὸ ΔΗΕ γωνίᾳ τῇ ὑπὸ ΘΗΕ ἴση ἐστί, κοινὴ δὲ ἡ ΗΖ τῶν δύο τριγώνων τῶν ΔΗΖ καὶ ΘΗΖ, καὶ βάσις ἄρα ἡ ΘΖ βάσει τῇ ΖΔ ἴση ἐστί, καὶ τὸ ΖΗΔ τρίγωνον τῷ ΘΗΖ τριγώνῳ ἴσον ἐστίν· ἴση ἄρα ἐστὶν ἡ ΘΖ τῇ ΖΔ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΘΕ τῇ ΕΔ, κοινὴ προσκείσθω ἡ ΕΓ. δύο ἄρα αἱ ΓΕ, ΕΔ δυσὶ ταῖς ΓΕ, ΕΘ ἴσαι εἰσίν· ὅλη ἄρα ἡ ΓΘ δυσὶ ταῖς ΓΕ, ΕΔ ἴση ἐστί.2 καὶ ἐπεὶ παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντῃ μεταλαμβανόμεναι, τριγώνου ἄρα τοῦ ΘΓΖ αἱ δύο πλευραὶ αἱ ΘΖ, ΖΓ μιᾶς τῆς ΓΘ μείζονές εἰσιν. ἀλλ’ ἡ ΓΘ ἴση ἐστὶ ταῖς ΓΕ, ΕΔ· αἱ ΘΖ, ΖΓ ἄρα μείζονές εἰσι τῶν ΓΕ, ΕΔ. ἀλλ’ ἡ ΘΖ τῇ ΖΔ ἐστὶν ἴση. αἱ ΓΖ, ΖΔ ἄρα τῶν ΓΕ, ΕΔ μείζονές εἰσι. καί εἰσιν αἱ ΓΖ, ΖΔ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι· αἱ ἄρα τὰς ἀνίσους γωνίας περιέχουσαι μείζονές εἰσι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν διὰ τῶν δύο ἐπιχειρημάτων τοῦ τε φυσικοῦ καὶ τοῦ μαθηματικοῦ δείκνυται, ὅτι πρὸς ἴσας γωνίας ἡ ἀνάκλασις γίνεται. φέρε δὲ δείξωμεν, πῶς καὶ ἡ διάκλασις κατὰ ἀμβλείας γίνεται γωνίας. ὑποκείσθω γὰρ ὕδωρ εἶναι τὸ ΑΒ, τὸ δὲ ὁρῶν τὸ Γ, αἱ δὲ ἀκτῖνες αἱ τῷ ὕδατι προσπίπτουσαι ἀπὸ τῆς ὄψεως αἱ ΑΓ, ΓΒ, καὶ ἐκβεβλήσθωσαν αἱ ΓΑ, ΓΒ ἐπ’ ἄπειρον. καὶ ἀπὸ τῶν ΑΒ σημείων, ἔνθα αἱ ἀκτῖνες προσπίπτουσι τῷ ὕδατι, ἤχθωσαν πρὸς ὀρθὰς γωνίας τῇ ΑΒ ἡ ΔΑ καὶ ἡ ΕΒ· αὗται δ’ ἔστωσαν νοηταί. φανερὸν δή, ὅτι αἱ ἀκτῖνες οὔτε ἐπ’ εὐθείας χωροῦσι διὰ τὸ ἐμποδίζεσθαι ὑπὸ τοῦ ὕδατος (οὐ γὰρ ἀνεκλῶντο, εἰ ἐπ’ εὐθείας ἐχώρουν ἐν τῷ ὕδατι), οὔτε μὴν πρὸς ὀρθὰς κλῶνται· τί γὰρ τὸ ἀναγκάζον; λείπεται πρὸς λοξὰς γωνίας κλᾶσθαι.

而这一点是真实的,从下述论证显而易见:因为假设镜面为某条直线ΑΒ,观看者为Γ,被观看者为Δ,且设Ε为镜面上视力落于其上并反射朝向被观看者的点,并连接ΓΕ和ΕΔ。我主张,角ΔΕΑ等于角ΓΕΒ。因为如果不相等,设镜面上另有一点Ζ,视力落于其上并在不等角下反射,并连接ΓΖ和ΖΔ;显然,角ΔΖΑ大于角ΓΖΒ。我主张,在以直线ΑΒ为底线时包含不等角的直线ΓΖ和ΖΔ,大于同ΑΒ一起包含等角的直线ΓΕ和ΕΔ。因为从Δ向ΑΒ在点Η作垂线,并直线延长朝向Θ。显然,在Η处的各角是相等的;因为它们是直角。且设ΔΗ等于ΗΘ,并连接ΘΖ与ΘΕ。这就是作图。既然ΔΗ等于ΗΘ,而且角ΔΗΕ也等于角ΘΗΕ,且ΗΕ是这两个三角形的公共边,底边ΘΕ亦等于底边ΕΔ。并且三角形ΗΘΕ等于三角形ΔΗΕ,其余各角等于其余各角,即相等各边所对的那些角;因此ΘΕ等于ΕΔ。再次,既然ΗΔ等于ΗΘ,且角ΔΗΕ等于角ΘΗΕ,且ΗΖ对于ΔΗΖ与ΘΗΖ这两个三角形是公共的,因此底边ΘΖ亦等于底边ΖΔ,且三角形ΖΗΔ等于三角形ΘΗΖ;因此ΘΖ等于ΖΔ。既然ΘΕ等于ΕΔ,加上公共的ΕΓ。因此两条直线ΓΕ和ΕΔ等于两条直线ΓΕ和ΕΘ;因此整条直线ΓΘ等于两条直线ΓΕ和ΕΔ。既然在任何三角形中,任意两边之和都大于其余一边,因此三角形ΘΓΖ的两条边ΘΖ与ΖΓ大于单独的一条边ΓΘ。但ΓΘ等于ΓΕ和ΕΔ;因此ΘΖ与ΖΓ大于ΓΕ和ΕΔ。但ΘΖ等于ΖΔ;因此ΓΖ与ΖΔ大于ΓΕ和ΕΔ。而ΓΖ与ΖΔ是包含不等角的那些线;因此包含不等角的线大于包含等角的线,这正是所要证明的。因此,通过自然学和数学这两种论证,证明了反射是朝向等角生成的。来吧,让我们也展示折射如何也是依钝角生成的。因为假设水为ΑΒ,观看者为Γ,从视力落于水面的光线为ΑΓ和ΓΒ,且设ΓΑ与ΓΒ无限延长。从光线落于水面的点Α和Β,作垂直于ΑΒ的ΔΑ与ΕΒ;设这些线是意想中的。显然,光线既不沿直线行进,因为受到水的阻碍(因为如果它们在水中沿直线行进,它们就不会发生偏折),确实也不以直角偏折;因为有什么力量强迫如此呢?剩下的就只有以斜角发生偏折了。

语法注2 条
  1. 3.2.1ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν

    关系代词 ἃς 以前面的“其余各角”(λοιπαὶ γωνίαι)为先行词,受动词 ὑποτείνουσιν(对向)支配。这是欧几里得几何学的固定程式句,意为“相等各边所对向的[各角]”。

  2. 3.2.1ὅλη ἄρα ἡ ΓΘ δυσὶ ταῖς ΓΕ, ΕΔ ἴση ἐστί

    将线段 ΓΕ 与 ΕΘ 之和称为“整条[直线]ΓΘ”(ὅλη ἡ ΓΘ),是因为根据作图以及各角相等(对顶角与内错角一致),几何学上预设了点 Γ、Ε、Θ 处在同一直线上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:212.12-214.3