- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:210.28-212.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯通过与日食对比、云层掠过以及数学精确性等论据,证明了晕等气象现象是显象而非实在;接着他论证了视力偏折这一事实,并从自然学及几何学(依据最短路径原理与等角反射)角度阐明了反射与折射的区别。
οὕτω γὰρ καὶ ἡ ἡλιακὴ ἔκλειψις καθ’ ὑπόστασιν οὖσα οὐ παρὰ πᾶσιν αὐτὴ φαίνεται, ἀλλὰ παρά τισι μὲν φαίνεται, παρὰ τισὶ δ’ οὐ φαίνεται ἢ οὐχ ὁμοίως φαίνεται οὐδ’ ἐπὶ τὰ αὐτὰ μέρη οὖσα τοῦ ἡλίου. πρῶτον τοῦτο. δεύτερον· εἰ καθ’ ὑπόστασιν ἦσαν ταῦτα, ἔδει νέφους παρατρέχοντος τὸν ἥλιον ἢ τὴν σελήνην μὴ παύεσθαι· ἀλλὰ μὴν νέφους παραδραμόντος οὐ φαίνονται. οὐκ ἄρα ἰδίαν ἔχουσιν ὑπόστασιν· δέονται γὰρ τοῦ λαμπροῦ πρὸς τὸ συστῆναι. τρίτον, ὃ πολλάκις εἴρηται, ὅτι οὐκ ἠδύνατο οὕτως ἀπηκριβωμένον μαθηματικὸν σχῆμα συστῆναι κατὰ ἀλήθειαν ἐν ἀστάτῳ οὐσίᾳ, λέγω δὴ τῷ ἀέρι καὶ τοῖς νέφεσιν, ἀλλὰ μᾶλλον κατὰ ἔμφασιν γίνονται. οὕτω μὲν οὖν ἀποδεικτέον, ὅτι κατ’ ἔμφασιν γίνονται, οὐ καθ’ ὑπόστασιν. λοιπὸν ἀποδείξομεν, ὅτι κατὰ ἀνάκλασιν γίνονται καὶ οὐ κατὰ διάκλασιν. ἀλλ’, εἰ δοκεῖ, πρῶτον ζητήσωμεν, εἰ αὐτὸ τοῦτο κλᾶται ἡ ὄψις, εἴτε κατὰ ἀνάκλασιν εἴτε κατὰ διάκλασιν. ὅτι γὰρ κλᾶται ἡ ὄψις, δῆλον, ἐπειδὴ ὁρῶμεν πολλάκις, ἐφ’ ἃ μὴ βλέπομεν. οὕτως ἐν κατόπτρῳ ἐνορῶντες ὁρῶμεν ἕτερά τινα σώματα, ἐφ’ ἃ μὴ βλέπομεν, δηλονότι τῆς ὄψεως ἀνακλωμένης πρὸς αὐτὰ ἀπὸ τοῦ κατόπτρου. ἀλλ’ ἐκεῖνα πάλιν ὁρῶμεν, ἃ μὴ δυνάμεθα ἰδεῖν, ὡς δηλοῦσι τὰ ὀπισθοφανῆ. † κάτοπτρα γὰρ ὀπίσθια λεγόμενα μὴ δυνάμενα χωρὶς κατόπτρου θεάσασθαι, δηλονότι διὰ τὸ κλώμενον τῆς ὄψεως ὡς πρὸς ἐκεῖνα γίνεται αὐτῶν ἡ ἀντίληψις. πρὸς δὲ τούτοις κἀκ τούτου δῆλον, ὅτι ἐπειδὴ πολλάκις περὶ λύχνον ὁρῶμεν πρασινοειδῆ χρώματα. τὸ γὰρ λαμπρὸν τὸ ἐκ τοῦ φωτὸς προσγενόμενον τῇ ὄψει μήπω ἀμυδρωθὲν φοινικοῦν χρῶμα ποιεῖ· ἐπεὶ δὲ ἀμυδρούμενον ὁδεύει ἐπὶ τὸ μέλαν, καὶ τὰ χρώματα δείκνυσιν. οὕτω γοῦν μετὰ τὸ φοινικοῦν εὐθὺς πράσινον, εἶθ’ ἁλουργὸν χρῶμα δείκνυσιν ὡς ἤδη ἐξασθενῆσαν, ἢ καὶ ἴριδος σχῆμα, ἐπὰν ἀμελέστερον κατανοήσωμεν. τοῦτο δὲ τὸ σημεῖόν ἐστιν ἐμφάσεως καὶ ἀνακλάσεως, καὶ ὅτι ἐν ἡλίῳ τινὸς ῥάναντος ὕδωρ, ὡς γενέσθαι πολλὰς ῥανίδας, ὁρῶμεν ἐν ταῖς ῥανίσι λαμπηδόνας ἀνακλωμένης τῆς ὄψεως ἀπὸ τῶν ῥανίδων πρὸς τὸν ἥλιον. ἄλλως τε καὶ Ἀρχιμήδης αὐτὸ τοῦτο δείκνυσιν, ὅτι κλᾶται ἡ ὄψις, ἐκ τοῦ δακτυλίου τοῦ ἐν ἀγγείῳ βαλλομένου. ἐὰν γὰρ δακτύλιον ἐμβάλῃς ἐν ἀγγείῳ μὴ ἔχοντι ὕδωρ, οὐ φανήσεταί σοι διὰ τὸ ἐπιπροσθεῖν τὸ σῶμα τοῦ ἀγγείου· εἰ δ’ ἐμβάλῃς ὕδωρ, παρ’ αὐτὰ φανήσεται τῆς ὄψεως ἐπὶ τὸ ὕδωρ προσπιπτούσης δίκην ἐνόπτρου καὶ ἐπὶ τὸν δακτύλιον † κυκλουμένου κατὰ διάκλασιν. οὕτω μὲν οὖν ἀποδεικτέον κλωμένην τὴν ὄψιν. ζητήσωμεν δὲ καὶ τὴν διαφορὰν ἀνακλάσεώς τε καὶ διακλάσεως. διαφέρουσι πρῶτον μέν, ὅτι ἐπὶ μὲν τῆς ἀνακλάσεως τὸ ὁρῶν καὶ τὸ ὁρώμενον ἐν ἑνὶ ὑπάρχουσιν ἐπιπέδῳ, τὸ δὲ κάτοπτρον κατὰ τὸν ἀντικείμενον τόπον, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου κεῖται τὸ κάτοπτρον. αὕτη μὲν φέρε πρώτη φυσικὴ διαφορά. φέρε δὲ καὶ μαθηματικὴν αὐτῶν ἐπιστήμην παραδώσομεν· ἡ μὲν γὰρ ἀνάκλασις κατὰ ἴσας γίνεται γωνίας, ἡ διάκλασις δὲ κατὰ ἀμβλείας. καὶ ὅτι ἡ ἀνάκλασις κατὰ ἴσας γωνίας, δῆλον, ὅτι ἐπειδὴ τριῶν σημείων ὄντων,1 ἑνὸς μὲν ἔνθα ἐστὶ τὸ ὁρώμενον, ἑτέρου δὲ ἔνθα τὸ ὁρῶν, καὶ ἄλλου πάλιν ἔνθα τὸ κάτοπτρον, εἰ ἀμείψουσι τὸ ὁρώμενον2 ἐκεῖσε ἔνθα ἦν τὸ ὁρῶν, ἡ αὐτὴ πάλιν γενήσεται γωνία ἥτις καὶ πρότερον ἦν, ὅτε ἦσαν ἐν τοῖς οἰκείοις τόποις, καὶ οὔτε μείζων οὔτε ἐλάττων, δῆλον δ’ ὅτι τοῦ κατόπτρου κατὰ τὸν ἀντικείμενον τόπον φυλαττομένου [δέ]. φέρε δὲ καὶ διὰ γραμμικῆς ἀποδείξεως τοῦτο δείξωμεν, ὅτι πρὸς ἴσας γωνίας γίνεται ἡ ἀνάκλασις. ἐπειδὴ γὰρ τοῦτο ὡμολογημένον ἐστὶ παρὰ πᾶσιν, ὅτι οὐδὲν μάτην ἐργάζεται ἡ φύσις οὐδὲ ματαιοπονεῖ, ἐὰν μὴ δώσομεν πρὸς ἴσας γωνίας γίνεσθαι τὴν ἀνάκλασιν, πρὸς ἀνίσους ματαιοπονεῖ ἡ φύσις· καὶ ἀντὶ τοῦ διὰ βραχείας περιόδου φθάσαι τὸ ὁρώμενον τὴν ὄψιν, διὰ μακρᾶς περιόδου τοῦτο φανήσεται καταλαμβάνουσα·3 εὑρεθήσονται γὰρ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι εὐθεῖαι, αἵτινες ἀπὸ τῆς ὄψεως περιέχουσι φερομένας περὶ τὸ κάτοπτρον κἀκεῖθεν περὶ τὸ ὁρώμενον, μείζονες οὖσαι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν εὐθειῶν.
因为同样地,日食由于是作为实在存在的,对所有人而言所见的并非一样,而是对某些人显现,对另一些人则不显现,或者显现得不尽相同,也不在太阳的相同部位。这是第一点。第二:如果这些现象是作为实在存在的,那么当云层掠过太阳或月亮时,它们本不应止息;然而一旦云层掠过,它们便不再被看见。因此它们不具有自身固有的实在;因为它们需要发光体才能得以维系。第三,正如多次被说到的那样,如此精确的数学图形不可能在不稳定的实体——我指的是空气和云层——中真正得以维系,毋宁说它们是作为显象生成的。因此,应当如此证明它们是作为显象生成而非作为实在生成的。余下的任务是我们来证明它们是依反射而非依折射生成的。不过如果可行的话,让我们首先探究这一点本身,视力是否发生偏折,无论是依反射还是依折射。因为视力发生偏折是显然的,既然我们常常看到我们并未直视的物体。这样,当我们向镜中看去时,我们看到某些我们并未直视的别样物体,显然是因为视力从镜面反射朝向它们。然而我们又能看见那些我们[本]无法看见的事物,正如后视装置所表明的那样;†因为所谓无法不用镜子观看的后视之镜,显然由于视力朝向那些物体的偏折,对它们的感知才得以生成。除这些之外,从下述现象中也显而易见:即我们常常在灯周围看到发绿的颜色。因为从光产生并附加于视力的明亮,在尚未减弱时产生赤红色;但随着它减弱并趋向黑色,它便显现出各种颜色。因此,至少在赤红之后它立即显现出绿色,接着显现出作为已然衰弱的深紫色,或者当我们较漫不经心地观察时,甚至显现出虹的形状。这就是显象与反射的标志,正如在阳光下有人洒水以致产生许多水滴时,由于视力从水滴反射朝向太阳,我们在水滴中看到闪光一样。此外,阿基米德也从放入器皿中的戒指证明了视力偏折这一事实。因为如果你把一枚戒指放入没有水的器皿中,它对你不会显现,因为器皿的器身挡住了视线;但如果你注入水,它立即就会显现出来,因为视力如同落于镜面般落在水面上,并通过折射†环绕偏折朝向戒指。因此,应当如此证明视力是偏折的。让我们也探究反射与折射的区别。首先,它们的区别在于:在反射中,观看者与被观看者存在于同一个平面内,而镜子在相对的位置;而在折射中,镜子位于观看者与被观看者之间。来吧,这就是第一种自然学上的区别。来吧,我们也提供关于它们的数学知识:反射是依等角生成的,而折射是依钝角生成的。至于反射依等角生成,从下述事实显而易见:即在存在三个点的情况下——一点是被观看者所在之处,另一点是观看者所在之处,还有一点是镜子所在之处——如果[人们]将被观看者调换到观看者原本所在之处,又将生成与先前它们处于各自固有位置时相同的角,既不更大也不更小,显然这是在镜子保持在相对位置的前提下。来吧,让我们也通过几何线条证明来展示这一点,即反射是朝向等角生成的。因为既然所有人都一致承认,自然不作徒劳之事,亦不枉费气力,那么如果我们不承认反射是朝向等角生成的,自然就会在不等角中枉费气力;并且不是视力通过短路径到达被观看者,〔视力〕反而将显得是通过长路径捕捉到它;因为包含不等角的直线——即包含从视力行进到镜面周围并从那里行进到被观看者周围的那些直线——将被发现大于包含等角的直线。
- 3.2.1ὅτι ἐπειδὴ τριῶν σημείων ὄντων
连词 ὅτι 与 ἐπειδή 连用。在从属于前文 δῆλον 的 ὅτι 从句内部,插入了带有独立属格结构 τριῶν σημείων ὄντων、表示原因或前提的 ἐπειδή 从句,其后紧接条件从句 εἰ ἀμείψουσι...
- 3.2.1εἰ ἀμείψουσι τὸ ὁρώμενον
动词 ἀμείψουσι 为主动语态第三人称复数,没有明确的主语,在此用作泛指的人称主语('如果人们/实验者调换被观看之物')。
- 3.2.1ἀντὶ τοῦ διὰ βραχείας περιόδου φθάσαι τὸ ὁρώμενον τὴν ὄψιν, διὰ μακρᾶς περιόδου τοῦτο φανήσεται καταλαμβάνουσα
在由 ἀντὶ τοῦ 引导的带冠词不定式结构中,φθάσαι 的逻辑主语是宾格的 τὴν ὄψιν,宾语是 τὸ ὁρώμενον。主句中的分词 καταλαμβάνουσα(阴性单数主格)与隐含主语 ἡ ὄψις 一致,表达视力通过长路径捕捉该对象(τοῦτο 即 τὸ ὁρώμενον)。
