- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:209.13-210.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯依据《气象学》371b18,梳理了由汽状蒸发气产生的四种现象(晕、虹、幻日、光柱)的共通性(皆为基于反射的显象)、几何方位划分与名称由来,并开始批判亚历山大将虹归于折射与实体色彩的观点,展开其反驳论证。
" Περὶ δὲ ἅλω καὶ ἴριδος, τί τε ἑκάτερον καὶ διὰ τίνα αἰτίαν γίνεται, λέγωμεν, καὶ περὶ παρηλίων καὶ ῥάβδων." Μετὰ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως ἓξ ὑπαρχόντων, βροντῆς φημι καὶ ἀστραπῆς, πρηστῆρος καὶ κεραυνοῦ, τυφῶνός τε καὶ ἐκνεφίου, φέρε καὶ ἐπὶ τὸν χορὸν τὸν συνιστάμενον ἀπὸ τῶν γινομένων ἀπὸ τῆς ἀτμιδώδους ἀναθυμιάσεως μετέλθωμεν τεσσάρων ὄντων, ἴριδός φημι καὶ ἅλω, παρηλίων καὶ ῥάβδων, καὶ περὶ ἑκάστου τούτων διαλεχθῶμεν. καὶ γὰρ ταῦτα τὰ τέσσαρα ἐπιχειρήματα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, οὐ μόνον ὅτι ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως ὑπάρχουσιν, ὡς ἄν τις ὑπολάβοι, 〈ἀλλὰ καὶ〉 ὅτι κοινῶς κατ’ ἔμφασιν γίνονται καὶ οὐ καθ’ ὑπόστασιν, εἰ καὶ τὰ μάλιστα τῷ Ἀλεξάνδρῳ δοκεῖ τινὰ μὲν αὐτῶν καθ’ ὑπόστασιν γίνεσθαι, τινὰ δὲ κατὰ ἔμφασιν. πρὸς δὲ τούτοις ἔχουσι καὶ ἄλλο κοινόν, ὅτι ἕκαστον αὐτῶν κατὰ ἀνάκλασιν γίνεται, οὐ κατὰ διάκλασιν. ἀλλ’ εἰ δοκεῖ, πρῶτον περὶ τῆς ἅλω διαλεχθῶμεν, ἐπειδὴ καὶ ὁ φιλόσοφος ἀπὸ ταύτης ποιεῖται τὴν ἀρχὴν τῆς διδασκαλίας, τοῦτο μέν, ἐπειδὴ ἁπλούστερός ἐστιν ὁ περὶ ταύτης λόγος τοῦ περὶ ἴριδος, τοῦτο δ’ ἐπειδὴ ἡ μὲν ἅλως ἁπλῆ καὶ κατὰ τὸ χρῶμα καὶ κατὰ τὸν ἀριθμόν (μία γάρ ἐστιν ἓν χρῶμα δεικνύουσα), ἡ δὲ ἶρις διπλῆ μέν ἐστι τῷ ἀριθμῷ, τριπλασίων δὲ τῷ χρώματι· τρία γὰρ ἐμφαίνει χρώματα, φοινικοῦν, πράσινον, ἁλουργόν. μετὰ δὲ τὰς ῥάβδους διδάσκει περὶ παρηλίων, ἐπειδὴ συγγενῶς ἔχουσι παρήλιοί τε καὶ ῥάβδοι κατὰ τὴν θέσιν. ἄμφω γὰρ παρ’ ἑκάτερα γίνονται τοῦ ἡλίου, ὡς εἶναι διαίρεσιν τοιαύτην· ἡ ἀνάκλασις ἢ κατὰ κάθετον γίνεται τοῦ λαμπροῦ ἢ κατὰ διάμετρον ἢ κατὰ παρ’ ἑκάτερα.1 καὶ εἰ μὲν κατὰ κάθετον γίνεται, ποιεῖ τὴν ἅλω· εἰ δὲ κατὰ διάμετρον, ἶριν· εἰ δὲ κατὰ παρ’ ἑκάτερα, ἢ πολύχρους ἐστὶ καὶ ποιεῖ ῥάβδους, ἢ μονόχρους καὶ ποιεῖ παρήλιον. αὕτη μὲν αὐτῶν ἡ θέσις. ἶρις δὲ λέγεται ὡς ὄμβρον ἀγγέλλουσα, ὥσπερ καὶ ἡ ποιητικὴ Ἶρις τοῦ Διὸς ἄγγελος εἶναι λέγεται. ἅλως δὲ διὰ τὸ ἅλωνι ἐοικέναι (περιφερὴς γάρ ἐστιν ἡ ἅλως διὰ τὸ περιστρεφομένους τοὺς βόας ὡς περὶ κέντρον ἐξωθεῖν τὸ ἄχυρον ἀπὸ τοῦ καρποῦ) ἢ κατὰ τὴν κίνησιν. ῥάβδος δὲ λέγεται κατὰ τὸ σχῆμα, ἐπειδὴ κατὰ μῆκος ἐκτέταται δίκην ῥάβδου. παρήλιοι δὲ διὰ τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα, ὅθεν ποτὲ καὶ ἀπατῶσι τὴν ὄψιν νομίζοντες ἥλιον εἶναι, μάλιστα ὅταν ᾖ πρὸς τῷ ὁρίζοντι ὁ ἥλιος· ἕωθεν γὰρ ἀχλὺς ἡ περὶ τὸν ὁρίζοντα κωλύει τὴν ὄψιν διακρῖναι, ποῖος μὲν ὁ ἥλιος, ποῖος δ’ ὁ παρήλιος. ταῦτα μὲν περὶ τῆς θέσεως αὐτῶν καὶ τῆς ὀνομασίας. ἐνταῦθα δὲ γενόμενος ὁ Ἀφροδισιεύς, οὐκ οἶδα τί παθών,2 τὴν μὲν ἶριν λέγει γίνεσθαι κατὰ διάκλασιν, τὴν δ’ ἅλω κατὰ ἀνάκλασιν. καὶ οὐ μόνον εἰς τοῦτο ἁμαρτάνει, ἀλλὰ καὶ τῆς ἴριδος τὸ μὲν σχῆμα λέγει κατὰ ἔμφασιν εἶναι, τὸ δὲ χρῶμα κατὰ ὑπόστασιν. φέρε δὴ ἡμεῖς δείξωμεν, ὅτι κατὰ ἔμφασιν γίνεται καὶ κατὰ ἀνάκλασιν· ἐπειδὴ γὰρ ἡ ἔμφασις ἢ κατὰ ἀνάκλασιν γίνεται ἢ κατὰ διάκλασιν, οὐ μόνον [δέ], ὅτι κατὰ ἔμφασιν ταῦτα γίνονται, ἀλλὰ καὶ κατὰ ἀνάκλασιν. καὶ ὅτι κατὰ ἔμφασιν γίνονται καὶ οὐ καθ’ ὑπόστασιν, δῆλον ἐκ τριῶν τινων. πρῶτον μὲν ἀεὶ περὶ κέντρον ὁρᾶται τὸ λαμπρὸν ἐπὶ τῆς ἅλω παρὰ πᾶσιν ἐν παντὶ τόπῳ (ἐπὶ ἅλω γὰρ γυμνάσωμεν τὸ λεγόμενον)·3 εἰ γὰρ ἦν καθ’ ὑπόστασιν, οὐκ ἀεὶ περὶ κέντρον ἔδει εἶναι τὴν σελήνην τῆς ἅλω ἢ τὸν ἥλιον, ἀλλὰ περὶ τὰς διαφόρους θέσεις τῶν τόπων, ἐν οἷς ἐστιν ἡ ὄψις, ἢ τῶν κλιμάτων ποτὲ μὲν περὶ κέντρον ὁρᾶσθαι, ποτὲ δ’ οὐ περὶ κέντρον, ὅταν μὴ ᾖ κατὰ κάθετον.
“关于晕和虹,各自是什么以及由于何种原因而生成,让我们予以讨论,并且也关于幻日和光柱进行讨论。” 在由烟状蒸发气所生之物构成的队列,它们共有六种——我指的是雷鸣、闪电、火旋风、雷电、龙卷风和飑风——之后,来吧,让我们也转向由汽状蒸发气所生之物构成的队列,它们共有四种——我指的是虹与晕、幻日与光柱——并讨论其中的每一种。因为这四种现象彼此之间确有某种共通性,不仅在于它们如人所料出自汽状蒸发气,而且还在于它们共同地是作为显象生成而非作为实在生成的,哪怕亚历山大极力认为其中某些是作为实在生成,而另一些是作为显象生成的。除这些之外,它们还有另一个共同点:它们各自都是由于反射而非由于折射生成的。不过如果可行的话,让我们首先讨论晕,因为哲学家也是从它开始施教的,一方面是因为关于它的论述比关于虹的论述更为单纯,另一方面则是因为晕无论在颜色上还是在数量上都是单纯的(因为它是单一的,只显现一种颜色),而虹在数量上是双重的,在颜色上则是三重的;因为它显现三种颜色:赤红、葱绿和深紫。在光柱之后,他教授关于幻日的知识,因为幻日与光柱在位置上具有亲缘关系。因为两者都在太阳的两侧生成,以致存在如下划分:反射或是依光源的垂直方向生成,或是依直径方向生成,或是依两侧方向生成。如果依垂直方向生成,便造成晕;如果依直径方向,便造成虹;如果依两侧方向,若为多色便造成光柱,若为单色便造成幻日。这就是它们的位置。虹被称为虹,是因为它预告暴雨,正如诗中的伊里斯亦被称为宙斯的使节。晕之所以得名,是因为它类似于脱谷场(脱谷场是圆形的,因为牛如绕中心旋转般将糠秕从谷物中推挤出来),或是由于其运动。光柱依其形状得名,因为它像柱棒一样沿长度伸展。幻日之所以得名,是因为它类似于太阳,由此有时甚至会欺骗视力,让人以为它是太阳,尤其当太阳接近地平线时;因为清晨地平线周围的薄雾阻碍视力辨别哪一个是太阳,哪一个是幻日。以上是关于它们的位置和名称。然而阿佛洛狄西亚人行文至此,不知中了什么邪,竟说虹是由于折射生成的,而晕是由于反射生成的。他不仅在这一点上犯了错,而且还说虹的形状在于显象,而颜色在于实在。来吧,让我们证明它是作为显象且依反射生成的;因为显象或是依反射或是依折射生成,所以不仅要证明这些是作为显象生成的,而且还要证明是依反射生成的。至于它们是作为显象生成而非作为实在生成,从三点便显而易见。首先,在晕的情况下,对所有人在任何地方而言,发光体总是被看见处于中心(让我们以晕为例来操练所说的内容);因为如果是作为实在存在,月亮或太阳就不应总是处于晕的中心,而是依视力所在之地的不同位置或气候带,有时被看见处于中心,有时当不在垂直方向上时便不处于中心。
- 3.2.1κατὰ παρ’ ἑκάτερα
介词 κατὰ 直接支配介词短语 παρ' ἑκάτερα(在两侧)作为其实质上的名词性宾语。它与前面的 κατὰ κάθετον(垂直方向)和 κατὰ διάμετρον(直径方向)平行,指示在光源两侧发生反射的方位配置。
- 3.2.1οὐκ οἶδα τί παθών
意为“不知遭遇了什么/不知中了什么邪/不知作何想”的习惯表达。动词 πάσχω 的不定过去时分词 παθών 连同疑问代词 τί 构成依赖于 οὐκ οἶδα 的间接疑问从句,作为插入句使用,对争论对手(亚历山大)令人难以理解的失误表达修辞性的惊诧与责难。
- 3.2.1ἐπὶ ἅλω γὰρ γυμνάσωμεν τὸ λεγόμενον
γυμνάσωμεν 是第一人称复数不定过去时虚拟式,表示劝诱(“让我们演练/检验……”)。这一括号内的插入句指明了一种论证方法:在接下来的论述(证明其为显象而非实在)中,首先将晕作为具体实例来进行推演和检验。
