- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:207.24-209.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了火旋风以及两种雷电(闪光雷与烟雷)的生成机制与作用差异,并通过雷鸣击碎瓦片等现象,论证了风在火旋风和雷电之前、之后以及与之同在的不可见实存。
" Ὅταν δὲ κατασπώμενον ἐκπυρωθῇ (τοῦτο δ’ ἐστίν, ἂν λεπτότερον τὸ πνεῦμα γένηται), καλεῖται πρηστήρ." Μετὰ τὸν ἐκπυρηνισμόν, ἐὰν ἐκ τῆς βιαίας κινήσεως λεπτυνθῇ τὸ πνεῦμα, ὡς λεπτότερον γενέσθαι τοῦ τυφῶνος, καὶ ἐξαφθῇ, πρηστὴρ καλεῖται· ἐμπίπρησι γὰρ διὰ τὸ συνεφέλκεσθαι μεθ’ ἑαυτοῦ καὶ μοῖραν τοῦ νέφους, ἥτις ἐκπυροῦται.
“而当它在被拖带下来时起火(如果风变得更稀薄,便会如此),就被称为火旋风。” 在如核弹出之后,如果风因剧烈的运动而变得微细,以致比龙卷风更稀薄,并且被点燃,就被称为火旋风;因为它随自身一同拖带了云的一部分,而这部分起了火,因此它造成燃烧。
"Ἐὰν δ’ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ πνεῦμα, τοῦτο γίνεται κεραυνός." Ἐὰν δ’ ᾖ ἐν αὐτῷ νέφει πολὺ καὶ λεπτόν, ἐὰν ἡ ἐμπεριεχομένη καπνώδης ἀναθυμίασις ἐν τῷ νέφει λεπτομερεστέρα ᾖ τυφῶνος καὶ ἐκνεφίου καὶ πρηστῆρος, ὡς διὰ τὴν λεπτομέρειαν ἔτι ἐντὸς οὖσαν ἐξαφθῆναι ὑπὸ τῆς κινήσεως, ἐκπυρηνισθῇ δ’ αὐτὴ διὰ τὴν γινομένην ἐκτὸς πύκνωσιν τοῦ νέφους, κεραυνὸς λέγεται ἢ ἀργὴς ἢ ψολόεις.
“但如果大量而稀薄的风在云本身中被挤出,这就成为雷电。” 如果在云本身中有大量而稀薄的风,如果包容在云中的烟状蒸发气比龙卷风、飑风和火旋风更为微细,以致由于微细而在仍居内部时便因运动被点燃,并且由于云外部发生的稠密化而如核般弹出,它就被称为雷电,或是闪光雷,或是烟雷。
"Ὁ μὲν γὰρ διὰ τὴν λεπτότητα φέρεται, διὰ δὲ τὸ τάχος φθάνει διιών, πρὶν ἐκπυρῶσαι καὶ ἐπιδιατρίψας μελᾶναι." Ὁ μὲν ἀργέστης κεραυνὸς ὀξέως φερόμενος διὰ τὴν λεπτότητα προσπίπτων τινὶ σώματι φθάνει παρελθεῖν, πρὶν καταφλέξαι1 ἢ μελᾶναι τὸ σῶμα. οὐ μόνον γὰρ ἐν τοῖς γινομένοις ἀπόχρη τὸ ποιοῦν καὶ τὸ πάσχον, ἀλλὰ δεῖται καὶ χρόνου πρὸς τὸ παθεῖν, ὅστις ἐκλέλοιπε νῦν διὰ τὴν ὀξύτητα τοῦ φερομένου. ὁ δὲ ψολόεις βαρύτερος ὢν τοῦ ἀργῆτος ἐμβραδύνει μᾶλλον ἐν τοῖς σώμασι καὶ χρώννυσιν αὐτά· ἔστι δ’ ὅτε καὶ φλέγει μάλιστα τὰ ἀντίτυπα τῶν σωμάτων, ὡς εἴρηται.
“因为前者因其稀薄而被运送,又因其快速,在点燃以及逗留熏黑之前便已穿过。” 闪光雷因其稀薄而迅速运送,在撞击某个物体时,便赶在烧毁或熏黑该物体之前穿过了。因为在生成的诸事物中,仅有作用者与受动者并不足够,受动还需要时间,而由于运送之物的迅速,此时时间已然匮乏。至于烟雷,由于比闪光雷更沉重,便在物体中逗留更久并使它们着色;有时正如所说,它尤其会焚烧诸物体中具有抗拒性之物。
"Ἔστι δ’ ὅτε καὶ τοῖς ὄμμασι θεωρεῖν." Ἐντεῦθεν κατασκευάζει, ὅτι καὶ προηγεῖται τοῦ πρηστῆρος καὶ τοῦ κεραυνοῦ πνεῦμα καὶ ἕπεται καὶ σύνεστιν. ἀλλὰ τὸ μὲν προηγούμενον καὶ τὸ ἑπόμενον οὐχ ὁρᾶται διὰ τὸ μὴ ἐκπεπυρῶσθαι. οὐκ ἐκπεπύρωται δὲ τὸ μὲν προηγούμενον, ἐπειδὴ [δὲ] λεπτότερον ὂν εὐχερέστερον διεφορήθη καὶ οὐκ ἐξήφθη ὑπὸ τῆς βίας· τὸ δ’ ἑπόμενον, ἐπειδὴ λοιπὸν ἡ ὁρμὴ τοῦ πνεύματος καταπαύεται καὶ οὐκέτι ἐστὶ περί τε τὸ τέλος ὁμοίως σφοδρόν. τὸ δὲ μέσον ἐξάπτεται διὰ τὸ ἐκεῖ εἶναι πᾶσαν τὴν σφοδρότητα. καὶ ὅτι σύνεστι τῷ πρηστῆρι πνεῦμα, ἔστι καὶ αὐτῇ τῇ ὄψει θεάσασθαι· πηδᾷ γὰρ τὸ πῦρ χωριζόμενον τοῦ καυστοῦ ἐν ταῖς ὑπὸ πρηστήρων πυρκαϊαῖς.
“有时甚至能用肉眼观察到。” 他由此确立,风既先于火旋风和雷电,也随之而来,并且与之一同存在。但先行者与随行者由于未曾起火而不可见。先行者未曾起火,是因为它更稀薄,更容易消散,没有因剧烈运动而被点燃;随行者未曾起火,是因为风的气势终告平息,在末尾处不再同样猛烈。中间的部分被点燃,是因为全部的猛烈都在那里。至于风与火旋风一同存在,甚至凭视力本身也能观察到;因为在火旋风引起的火灾中,火与可燃物分离而跳跃着。
"Καὶ βρονταὶ δὲ διιστᾶσιν οὐ τῷ ψόφῳ, ἀλλ’ ὅτι ἅμα συνεκκρίνεται τὸ τὴν πληγὴν ποιῆσαν πνεῦμα." Ἀντιπίπτοντος λύσις. ἐπειδὴ γὰρ εἶπε· ὅτι προηγεῖται τοῦ πρηστῆρος πνεῦμα, καὶ τοῦτο δῆλον, ἐπειδὴ τὰ κεραυνούμενα πρῶτον πλήττονται, εἶθ’ οὕτως ἐπικαταλαμβάνει τὸ πῦρ αὐτά, καὶ ὅτι τὸ πνεῦμα πλήττει, δῆλον, ἐπειδὴ καὶ αἱ βρονταὶ ῥηγνύουσι κεράμους, ὥς τινος λέγοντος·2 ‘ὅτι οὐχ ὡς πλῆττον † τὴν ἀρχὴν Ἀριστοτέλης ἢ φροντίδα ἐν τοῖς κεράμοις, ἀλλ’ ὡς ἀκουστόν· πῶς οὖν λέγεις, ὅτι πλήττει τὸ πνεῦμα;’ — αὐτὸς ἀπολογεῖται λέγων, ὅτι οὐ τῷ ψόφῳ δρᾷ ἡ βροντή, τουτέστιν ὡς ἀκουστόν, ἐπεὶ μόνον ἐπὶ τῶν ἐμψύχων τοῦτο ἔδει γίνεσθαι, νῦν δ’ ἐπὶ τῶν κεράμων γίνεται, ἀλλὰ δῆλον, ὅτι ὡς ἁπτὸν δρᾷ. οὐκοῦν πνεῦμα τὸ πλῆττον.
“雷鸣撕裂物体也不是凭借声音,而是因为造成打击的风同时一同被排泄出来。” 这是对异议的解决。因为既然他说,风先于火旋风,且这是显而易见的,因为遭雷击之物首先受打击,然后火才赶上它们,并且风造成打击也是显而易见的,因为雷鸣甚至能震碎瓦片;正如有人可能会说:“亚里士多德在瓦片上并不把声音当作击打者,而是当作可听之物;那么你怎么能说是风在打击呢?”——他自己为此辩护说,雷鸣并非凭借声音产生作用,即并非作为可听之物产生作用,因为这本应仅发生在有灵魂者身上,而如今却发生在瓦片上,显而易见,它是作为可触知之物产生作用的。因此打击者是风。
"Ὃ ἐὰν πατάξῃ, διέστησε μέν, ἐπέκαυσε δὲ οὔ.3" Τοῦτό φησι· τὸ πνεῦμα τὸ προηγούμενον τοῦ πρηστῆρος πλῆττον τὸ μέλλον κεραυνοῦσθαι ῥήγνυσιν αὐτὸ διαστῆσαν τῆς οἰκείας συνεχείας, οὐ μὴν καὶ φλέγει αὐτὸ διὰ τὸ ἀνεκπύρωτον εἶναι. ὁμοίως δὲ καὶ τὸ ἑπόμενον τῷ πυρὶ φυλάττει τὴν διάστασιν.
“如果它击中,固然撕裂,却不烧焦。” 他的意思是:先于火旋风的风打击将要遭雷击之物,将其从本有的连续性中撕裂开来从而将其击碎,但由于它是未起火的,故而并不焚烧它。同样地,跟在火后面的风也维持着这种撕裂。
- 3.1.23φθάνει παρελθεῖν, πρὶν καταφλέξαι
动词 φθάνω 通常接补充性分词表示“先于……”,但此处后接不定式 παρελθεῖν,并与 πρὶν 引导的不定式从句连用,双重强化了在造成焚烧之前便已迅速穿过的结果。
- 3.1.25ὥς τινος λέγοντος
引入假想异议者的属格绝对结构。其后紧随异议或引述,并由主句的 αὐτὸς ἀπολογεῖται(亚里士多德本人作出辩护)与之形成呼应与解答。
- 3.1.26διέστησε μέν, ἐπέκαυσε δὲ οὔ
条件从句(ἐὰν πατάξῃ)的结果主句中所使用的不定过去时直陈式 διέστησε 与 ἐπέκαυσε 属于格言式不定过去时(gnomic aorist),表达普遍的物理法则,故作现在时的普遍事实来理解。
