- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:206.4-207.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解了风因稠密无法自云中排泄而在其内部形成螺旋运动并向下冲出形成龙卷风的机制。他还分析了龙卷风与飑风的区别(如分离程度、温度及风向的关系),并总结了龙卷风生成的两种生成路径。
" Διὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα τοῦ νέφους στρεφομένου κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην αἰτίαν." Τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐκ τοῦ νέφους ἡ ἕλιξ γίνεται· ἐπειδὴ γάρ, φησίν, οὐ δύναται ἐκκριθῆναι τὸ πνεῦμα τοῦ νέφους διὰ τὸ εἶναι πυκνὸν ἐν δίνῃ τῇ ἐντὸς διὰ τὴν εἰρημένην αἰτίαν. ποίαν; τοῦ προσπταίειν πλείοσι μορίοις τοῦ νέφους ἀντιτύποις ἔτι ἐντὸς αὐτοῦ οὖσα.1
“但因稠密,风无法从云中排泄出来,最初因所述原因而在圆圈中旋转。” 他现在说明了螺旋从云中生成的缘故。因为他说,气无法从云中排泄出来,是由于所述的原因而在内部的涡流中变得稠密。是哪种原因呢?即它仍留在云的内部时,撞击到云的若干发生反弹的部分。
"Κάτω δὲ φέρεσθαι διὰ τὸ ἀεὶ τὰ νέφη.2" Αὕτη δὲ ἡ ἐντὸς ἑλιττομένη τοῦ νέφους, ὅπου ἀεὶ πέφυκε τὸ θερμὸν φέρεσθαι διὰ τὸ ἐπάνωθεν φέρεσθαι τὴν πύκνωσιν, φέρεται ἐπὶ τὸ κάτω μέρος τοῦ νέφους κἀκεῖθεν ἐκπυρηνίζεται ἑλικοειδῶς πρὸς τὸ σχῆμα, ὅπερ εἶχεν ἐντός, καὶ οὕτω γίνεται ἄνωθεν ἡ ἕλιξ ἐκ τοῦ νέφους.
“并且向下移动,因为云总是[在上方稠密化]。” 而在云内部卷绕的这股[蒸发气],在热总是自然趋向移动的地方——因为稠密化自上方发生——便移动到云的下部,并从那里依其在内部所具有的形状,如果核般以螺旋状弹出,由此自上而下的螺旋便从云中生成了。
"Καλεῖται δὲ ἀχρωμάτιστον τοῦτο τὸ πάθος τυφών, ἄνεμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος." Αὕτη δὲ ἡ ἐκπυρηνιζομένη βιαίως καπνώδης ἀναθυμίασις, ἂν ἀχρωμάτιστος ᾖ, τουτέστιν ἀνεκπύρωτος, καλεῖται τυφών, ὅστις οἷον ἐκνεφίας ἄπεπτός ἐστιν. τί ἐστιν ἐκνεφίας ἄπεπτος; οὐχ ὅτι ὁ μὲν ἐκνεφίας λεπτός, ὁ δὲ τυφὼν παχύς, ἐκάλεσε τὸν τυφῶνα ἐκνεφίαν ἄπεπτον (ἴσως γὰρ ἂν τις τοῦτο ὑπολάβοι διὰ τὸ τὸ μὲν λεπτὸν πρὸς τῷ ἀπέπτῳ εἶναι, τὸ δὲ παχὺ πρὸς τῷ πεπτομένῳ), ἀλλ’ ὅτι ὁ μὲν ἐκνεφίας διακέκριται τοῦ νέφους, ὁ δὲ τυφὼν οὐ διακέκριται, ἀλλ’ ὅσον κατασπᾷ καὶ τὸ νέφος μεθ’ ἑαυτοῦ.3 ἐπειδὴ οὖν τὸ μὲν διακρινόμενον πρὸ τῆς πέψεώς ἐστι, τὸ δὲ ἀδιάκριτον πρὸ τῆς ἀπεψίας, ἔοικεν ὁ μὲν ἐκνεφίας πεπεμμένος εἶναι, ὁ δὲ τυφὼν ἄπεπτος, ὅθεν καὶ βίαιος. τί οὖν φησιν; ὅτι τυφὼν οἷον ἐκνεφίας ἐστίν, ἀλλ’ οὐ κυρίως ἐκνεφίας, τουτέστι διακεκριμένος, ἀλλ’ ἄπεπτος ἐκνεφίας, τουτέστιν ἀδιάκριτος. τοῦτο γὰρ εἶπε τῷ οἷον κολάσας τὴν λέξιν.
“而这种变化在无色时被称为龙卷风,它是一种风,仿佛未消化的飑风。” 强行弹出的这股烟状蒸发气,若是无色的,也就是说未起火的,就被称为龙卷风,它仿佛是一种未消化的飑风。什么是未消化的飑风?并不是因为飑风稀薄而龙卷风浓厚,他才把龙卷风称为未消化的飑风(因为或许有人会这样推测,因为稀薄属于未消化的,而浓厚属于已消化的),而是因为飑风已从云中分离出来,而龙卷风则未分离出来,反倒甚至把云随自身一同拉扯下来。因此,既然分离出来的属于消化,而未分离出来的属于未消化,那么飑风似乎是已消化的,而龙卷风是未消化的,因此它也是猛烈的。那么他说的是什么呢?龙卷风仿佛是飑风,但不是严格意义上的飑风——也就是说分离出来的——而是未消化的飑风,也就是未分离出来的。因为他用“仿佛”一词缓和了说法,正是表达了这个意思。
"Βόρειος δ’ οὐ γίνεται τυφὼν οὐδὲ νιφετῶν ὄντων ἐκνεφίας." Τὴν ἄλλην διαφορὰν νῦν παραδίδωσι τυφῶνος καὶ ἐκνεφίου, ὅτι ὁ μὲν ὑετοῖς κολάζεται, ὁ δὲ ψυχρῷ πνεῖ, τουτέστι βορείῳ. καὶ καλεῖ τὸν μὲν ὑετὸν ψῦχος, τὸν δὲ βορέαν πάγον διὰ τὴν ἐπικράτειαν τοῦ ψύχους. καλεῖ δὲ νῦν τὸν ὑετὸν καὶ νιφετὸν ἀκολούθως τῷ ποιητῇ· φησὶ γὰρ αὐτός· “ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν”.
“但北风的龙卷风不会发生,有降雪时飑风也不会发生。” 他现在给出了龙卷风与飑风的另一区别,即前者受到雨水的抑制,而后者在寒冷中吹拂,也就是北风。他由于寒冷的压倒性优势,称雨水为冷,称北风为霜冻。他现在又依照诗人的说法,称雨水为降雪;因为诗人自己说:“犹如冬日飞雪的言辞”。 “至于它占优势,是显然的。”
"Ὅτι δὲ κρατεῖ, δῆλον." Ὅτι ὑπερβάλλει βορρᾶς τὸν ὑετὸν κατὰ τὴν ψύξιν, δῆλον, ἐπειδὴ τὰ βόρεια μέρη ὑγρότερά εἰσιν. οὐ γὰρ ἄν ἦν ὑγρότερα, εἰ μὴ ἦσαν καὶ ψυχρότερα. εἴρηται γάρ, ὅτι ἡ ψύξις τοῦ ὑγροῦ ποιητική ἐστι διὰ τὸ συστρέφειν τὴν ἀτμίδα καὶ μεταβάλλειν.
北风在寒冷上胜过雨水是显然的,因为北方地域更为湿润。因为如果它们不是更为寒冷,它们就不会更为湿润。因为已经说过,寒冷通过凝聚并转化水汽而生成湿润。
"Ἔστι δ’ ὅτε διὰ τὴν ἀντίκρουσιν τῆς δίνης, ὅταν ἐπὶ τὴν γῆν φέρηται ἡ ἕλιξ συγκατάγουσα τὸ νέφος, οὐ δυναμένη ἀπολυθῆναι." Διὰ δύο γὰρ τρόπους γίνεται ὁ τυφὼν τοὺς ἤδη εἰρημένους· διὰ τὸ ἐκπυρηνιζομένην τὴν ἀναθυμίασιν φέρεσθαι κατ’ εὐθυωρίαν ἐπὶ τὴν γῆν καὶ ἀντίκρουσιν ὑπομένειν κατὰ στερεοῦ σώματος, ὅταν4 καὶ κάτωθεν ἡ ἕλιξ ἄρχηται γίνεσθαι. 〈ἢ〉 ὅταν παχύτατον ὂν τὸ πνεῦμα κατὰ τὸν ἐκνεφίαν οὐ δύναται ἐκκριθῆναι τοῦ νέφους καὶ ἔσωθεν ἐνδινῆται, ἀντικροῦον τοῖς ἀντιτύποις μορίοις τοῦ νέφους, ὅτε καὶ ῥαγέντος τοῦ νέφους ὑπὸ βίας ἐκκρίνεται τὸ πνεῦμα συγκαταφέρον καὶ τὸ νέφος, ὅθεν καὶ ἀπὸ ἄνωθεν ἡ ἕλιξ ἄρχεται φέρεσθαι.
“有时由于涡流的反弹,当螺旋将云一同拖带下来而移向大地、无法解脱时便生成。” 因为龙卷风是通过已经说明的两种方式生成的:或是由于弹出的蒸发气沿直线移向大地,并在坚固物体上承受反弹,此时螺旋便从下方开始生成;或是当如飑风中的风极度浓厚,无法从云中排泄出来而在内部旋转,撞击云的反弹部分,此时云被强行撕裂,风将云一同拖带下来而被排泄出来,由此螺旋便从上方开始移动。
- 3.1.15τοῦ προσπταίειν πλείοσι μορίοις τοῦ νέφους ἀντιτύποις ἔτι ἐντὸς αὐτοῦ οὖσα
带冠词的属格不定式 τοῦ προσπταίειν 作前文 αἰτίαν 的同位语(说明性属格)。阴性分词 οὖσα 在意义上与未明示的主语 ἡ ἀναθυμίασις 或 ἡ ἕλιξ 一致,表示伴随的时间情境(“当它仍在其内部时”)。
- 3.1.16Κάτω δὲ φέρεσθαι διὰ τὸ ἀεὶ τὰ νέφη
亚里士多德原文引文(词元)的省略句。介词短语 διὰ τό 后省略了不定式(如 πυκνοῦσθαι ἄνωθεν);奥林匹奥多罗在随后的注文中通过 διὰ τὸ ἐπάνωθεν φέρεσθαι τὴν πύκνωσιν(“因为自上方发生稠密化”)补足了该句法空缺。
- 3.1.17ἀλλ’ ὅσον κατασπᾷ καὶ τὸ νέφος μεθ’ ἑαυτοῦ
ἀλλ’ ὅσον 作副词/连词性用法表示程度,意为“反倒甚至达到了……的程度”,紧承前文的否定分句 ὁ δὲ τυφὼν οὐ διακέκριται,引出强烈的对照事实。
- 3.1.20Διὰ δύο γὰρ τρόπους γίνεται ὁ τυφὼν ... διὰ τὸ ... 〈ἢ〉 ὅταν
列举两种生成方式(δύο τρόπους)的并列句式。第一种方式由介词短语带冠词不定式引出(διὰ τὸ ... φέρεσθαι ... ὅταν),第二种方式则通过校勘补入的〈ἢ〉以及时间从句 ὅταν ... ὅτε 引出,句式上呈现不对称(破格句 / anacoluthon)。
