- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:204.21-206.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了亚里士多德关于龙卷风形成机制的论述(风的前部撞击阻碍物反弹,受后继之风推挤而转向侧面,从而形成圆环与螺旋运动),阐发了圆周运动相比于直线运动、椭圆或螺旋运动为何是单一且单纯的,并探讨了陆地与云中旋风的生成原因及其与飑风的差异。
" Ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος δι’ ἃ μὴ ὑπείκει1 ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον καὶ δίνην γίνεσθαι πνεύματος." Δεῖ δὲ τὴν μεταξυλογίαν ὑπερβάντα οὕτως εἰπεῖν·2 ‘ὅταν τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ ἀπωσθέντος τοῦ πρώτου μορίου’ καὶ τὰ ἑξῆς. τί οὖν φησιν; ὅταν μὲν ἡ ἐκκρινομένη ἀναθυμίασις ἔλθῃ κατὰ γῆν ἢ κατὰ θάλασσαν καὶ ἀντιτυπήσῃ τινὶ στερεῷ τὸ πρῶτον αὐτῆς μόριον, εἶτα πλῆξαν καὶ ἀποπαλλόμενον μήτ’ ἔμπροσθεν δυνηθῇ χωρῆσαι διὰ τὸ ἀντίτυπον εἶναι σῶμα τὸ ἔμπροσθεν κείμενον, μήτε δὲ πάλιν ὀπίσω ἀντιστρέψαι διὰ τὸ ἀντιπνεῖν ἕτερον μόριον καὶ ὠθεῖν τὸ πρῶτον, τότε γίνεται οἷον κύκλος καὶ ἕλιξ ἡ κίνησις τοῦ πνεύματος. καὶ τοῦτό ἐστι τυφών. καὶ ὅρα, πῶς ἐντεῦθεν ὁ φιλόσοφος τὴν ἀπὸ κάτωθεν γινομένην ἕλικα παραδίδωσιν· ἐρεῖ δὲ καὶ περὶ τῆς ἄνωθεν γινομένης ἐφεξῆς.
“当流动物体的最初部分由于因狭窄或因反吹而不退让之物被推回时,便生成了风的圆环与涡流。” 越过插入语,必须这样读:“当云中被排泄出的风与另一物发生反弹,最初部分被推回时”,等等。那么他说的是什么呢?当被排泄出的蒸发气到达陆地或海洋,其最初部分撞击到某种坚固之物,随后撞击并弹回,既不能向前推进,因为前方横亘的物体是反弹的;又不能再次向后折返,因为另一部分反向吹拂并推挤这最初部分;那时风的运动就变得如同圆环和螺旋一样。而这就是龙卷风。且看,哲学家从这里开始阐述自下方生成的螺旋;但他接下去也会谈论自上方生成的螺旋。
"Καὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἓν γένηται, τοῦτο δ’ ἐστὶ κύκλος." Τί φησιν; ὅτι προσπταῖον πνεῦμα πρόσω χωρῆσαι οὐ δύναται, εἰς τοὐπίσω πάλιν ἐλθεῖν κωλύεται διὰ τὸ ὠθεῖσθαι ὑφ’ ἑτέρου. τί οὖν ποιεῖ; χωρεῖ λοιπὸν εἰς τὰ πλάγια, ᾗ οὐ κωλύεται, τουτέστιν ὅπου μὴ ἐπιπροσθεῖται. εἶτα πάλιν ἐκεῖσε προσπίπτει ἑτέρῳ στερεῷ καὶ πάλιν ἀντωθεῖται ὡς ἐπὶ τὸν τόπον, ἔνθα πρῶτον προσέπταισε. καὶ οὕτως ἐφεξῆς τὰ μόρια τῆς καπνώδους ἀναθυμιάσεως προσπταίοντα ἓν ποιοῦσι, τουτέστι χορόν. καὶ διὰ τί ἄρα τὸν κύκλον ἓν ἐκάλεσεν ὁ φιλόσοφος; ἢ διὰ τοῦτο, ἐπειδὴ ἡ κυκλικὴ κίνησις μία ἐστὶ καὶ ἁπλῆ, εἴπερ ἡ ἐπ’ εὐθείας κίνησις σύνθετός ἐστιν ἔκ τε τῆς ἐπ’ εὐθείας καὶ τῆς κυκλικῆς.3 ἐκ μὲν τῆς ἐπ’ εὐθείας, ὅταν ἐπ’ εὐθεῖαν πορεύηται τὸ κινούμενον· ἀλλ’ ἐπειδὴ οὐκ εἰς ἄπειρον ἐκτείνεται ἡ εὐθεῖα κίνησις, ἀλλὰ καὶ ὑποστρέφει, πάντως ἐν τῇ ὑποστροφῇ γίνεται κυκλοειδὴς κίνησις. ἀλλὰ μὴν καὶ ἡ ἑλικοειδὴς κίνησις σύνθετός ἐστι καὶ ἡ τῆς λεγομένης ἐκλείψεως. ὁ δὲ κύκλος αὐτῆς † ἀπὸ τοῦ κέντρου προσπταίουσαι εὐθεῖαι ἄνισοί εἰσι. καὶ εἰ σύνθετός ἐστι καὶ ἡ ταύτης κίνησις, δῆλον, ἐπειδὴ καὶ ἡ ἐν τοῖς ἱπποδρόμοις κίνησις ταύτῃ ἐοικυῖα. μέμικται γὰρ σφενδόνῃ τὰ πέρατα· ἐπὰν μὲν ἐπ’ εὐθείας τρέχωσιν οἱ ἵπποι, εὐθέως φέρονται· ὅταν δὲ παρὰ τὴν σφενδόνην ἔλθωσιν, ἀργότερον τηνικαῦτα κινοῦνται. ἐπὶ μόνου δὲ τοῦ κύκλου ἁπλῆ καὶ μία ἐστὶ κίνησις· καὶ διὰ τοῦτο ἓν αὐτὸν εἶπεν.
“并且如此连续不断,直到成为一体;而这就是圆环。” 他说的是什么呢?即撞击的气无法向前推进,又因为受到另一部分的推挤而被阻碍折返回去。那么它做什么呢?于是它便走向未受阻碍的两侧,也就是没有被遮挡的地方。随后在那里它又撞向另一个坚固之物,并再次被推回,犹如朝向它最初撞击的地点。如此相继地,烟状蒸发气的各部分发生撞击并形成一体,也就是说,形成轮舞。那么,哲学家究竟为何称圆环为“一”呢?难道不是因为圆周运动是一且单纯的吗?如果说直线运动由直线和圆周复合而成的话,那就更是如此了。由直线构成,是指当运动之物沿直线行进时;但因为直线运动并不延展至无限,而是也会折返,所以在折返中必然产生圆周状的运动。不仅如此,螺旋状运动以及所谓椭圆的运动也是复合的。在[椭圆]的圆周中,从中心撞出的直线是不相等的。而它的运动也是复合的这一点是显然的,因为赛马场中的运动也与此相似。因为其两端混合了投石器般的弧形;当马匹沿直线奔跑时,它们笔直行进;但当它们来到弧形弯道旁时,那时它们便移动得较慢。然而唯独在圆环中,运动是单纯且唯一的;也正因如此,他称之为“一”。
"Ἐπὶ τῆς γῆς οὖν διὰ ταῦτα γίνονται οἱ δῖνοι καὶ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχήν." Δι’ ἣν αἰτίαν ἡ ἀπὸ τῆς γῆς ἕλιξ γίνεται, διὰ τὴν αὐτὴν καὶ ἡ ἀπὸ τοῦ νέφους ἀρχομένη, ἣν παραδίδωσιν μικρὸν ὕστερον. ποία δέ; ἡ αἰτία τοῦ κύκλον γίνεσθαι.
“因此在地上,旋风因这些缘故而生成,而在云中同样在开端处生成。” 地上的螺旋因何种原因生成,始于云中的[螺旋]也因同样的原因生成,关于后者他稍后便会阐明。是哪种原因呢?即圆环生成的原因。
"Πλὴν ὅτι ὥσπερ ὅταν ἐκνεφίας γίνεται." Ἐάσας τὸ προκείμενον διδάξαι, ὅτι καὶ τοῦ νέφους ἕλιξ διὰ τὴν αὐτὴν αἰτίαν,4 διαφορὰν παραδίδωσιν ἐκνεφίου καὶ τυφῶνος. καί φησιν, ὅτι † ὁ μὲν ἐκνεφίας συνεφέλκεται μεθ’ ἑαυτοῦ τὸ νέφος, ὁ δὲ τυφὼν συνεφέλκεται.
“除了如同飑风生成时那样之外。” 他搁置了讲授原本提出的论题——即云中的螺旋也由于同一原因——而是给出了飑风与龙卷风的区别。他说,飑风将云随自身一同卷走,而龙卷风也同样一同卷走。
- 3.1.11ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος δι’ ἃ μὴ ὑπείκει
ἀπωσθέντος τοῦ πρώτου μορίου 是属格独立结构。关系从句 δι’ ἃ μὴ ὑπείκει(“由于那些不退让的事物/条件”)中,介词 διά 支配先行词省略的中性复数关系代词 ἅ。
- 3.1.11Δεῖ δὲ τὴν μεταξυλογίαν ὑπερβάντα οὕτως εἰπεῖν
由非人称动词 δεῖ 支配的带不定式结构,宾格分词短语 τὴν μεταξυλογίαν ὑπερβάντα 作为不定式 εἰπεῖν 的逻辑主语(“[人]必须跳过插入语这样说/读”)。这是指示读者跳过前一节(§3.1.10)中由 ὥσπερ ὅταν 引出的插叙比喻,将 370b17 的条件句与 370b20 的正文句法结构重新连接起来。
- 3.1.12ἡ ἐπ’ εὐθείας κίνησις σύνθετός ἐστιν ἔκ τε τῆς ἐπ’ εὐθείας καὶ τῆς κυκλικῆς
介词短语 ἔκ τε τῆς ἐπ’ εὐθείας καὶ τῆς κυκλικῆς 作为补足语界定表语 σύνθετος,修饰主语 ἡ ἐπ’ εὐθείας κίνησις。直线运动为何被视为与圆周运动复合,由紧随其后的句子在句法和逻辑上予以说明:直线运动不能延伸至无限而是会折返(ὑποστρέφει),因此在折返处必然产生圆周状运动。
- 3.1.14Ἐάσας τὸ προκείμενον διδάξαι, ὅτι καὶ τοῦ νέφους ἕλιξ διὰ τὴν αὐτὴν αἰτίαν
分词 ἐάσας(“搁置了……”)以不定式 διδάξαι(“讲授”)为其宾语,而 διδάξαι 的宾语是由实词化分词 τὸ προκείμενον 及其同位语 ὅτι 从句(“即云中的螺旋也源于同一原因”)构成。ὅτι 从句中省略了系动词或主要动词(ἐστί 或 γίνεται)。
