← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§202.33-204.20

蒸发气差异引起的飑风与旋风生成

奥林匹奥多鲁斯注解《气象论》370b3–370b17,探讨了从云中排出的烟状蒸发气在数量、连续性与细微程度上的差异如何决定不同现象的产生(从雷电到飑风,乃至水汽占优时雨的形成),随后转入对因反弹而生成的龙卷风的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.2

" Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης." Ποίας; ἢ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ ποίων ὑπολοίπων; πρηστῆρος, κεραυνοῦ, ἐκνεφίου, τυφῶνος· ταῦτα γὰρ ἦσαν λείποντα τῇ διαιρέσει.

“让我们来谈谈这种排泄物的其余作用。” 是哪一种呢?即烟状蒸发气。又是哪些其余作用呢?是火旋风、雷霆、飑风、龙卷风;因为这些就是分类中所剩下的那些。

§3.1.3

"Τὸν ὑφηγημένον τρόπον." Ὅτι κατὰ ἐκπυρηνισμὸν ταῦτα γίνονται τὰ ἕξ· βροντή, ἀστραπή, κεραυνός, πρηστήρ, ἐκνεφίας, τυφών.

“以所指示的方式。” 即这六种事物是通过挤压而生成的:雷鸣、闪电、雷霆、火旋风、飑风、龙卷风。

§3.1.4

"Τὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ σποράδην διερχόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν βροντὰς ποιεῖ καὶ ἀστραπάς." Τουτέστιν ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, ὅτι ἐὰν ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει ἀποκεκλεισμένη ἐκπυρηνισθῇ τοῦ νέφους, διεσπασμένη καὶ λεπτοτέρα οὖσα ποιεῖ βροντὴν καὶ ἀστραπήν.

“因为这种气在被排泄出来时,若是一点一点且零散地通过并散逸,且由更细微的部分组成,就会产生雷鸣和闪电。” 这就是我们在总论中所说的:如果被封闭在云中的烟状蒸发气从云中被挤压出来,是分散的且更为细微,就会产生雷鸣和闪电。

§3.1.5

"Ἂν δ’ ἀθρόον καὶ πυκνότερον, ἧττον δ’ ἐκκριθῇ λεπτόν,1 ἐκνεφίας ἄνεμος γίνεται. διὸ καὶ βίαιος." Ἐὰν δ’ αὕτη ἡ καπνώδης ἀναθυμίασις ἡ ἐναπειλημμένη ἐν τῷ νέφει μὴ διεσπασμένη ἐκκριθῇ, ἀλλὰ συνεχής, καὶ 〈μὴ〉 κατὰ μέρος, ἀλλ’ εἰ ἀθρόως εἴη δὲ καὶ παχυμερὴς ὡς πρὸς τὴν πρώτην, γίνεται ὁ ἐκνεφίας· ὅθεν καὶ βίαιος, ἐπειδὴ ἀθρόον ἐκκρίνεται συνεχὴς καθάπερ κρουνός, καὶ διὰ τὴν βίαν τῆς ἐκθλίψεως.

“如果一下子且较为稠密地,并且不那么细微地被排泄出来,就会生成被称为飑风的烈风;因此也是狂暴的。” 如果这股被困在云中的烟状蒸发气不是分散地被排泄出来,而是连续地,且[不是]零碎地,而是一下子,并且相对于前一种而言是由更粗大的部分组成的,就会生成飑风;由此它也是狂暴的,因为它是像喷泉一样连续且一下子被排泄出来的,并且也由于挤压的力量。

§3.1.6

"Τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποεῖ τὴν ἰσχύν." Τῷ γὰρ ἀθρόον ἐκκρίνεσθαι γίνεται βίαιος.

“因为排泄的速度造成了力量。” 因为通过一下子被排泄出来,它就变得狂暴。

§3.1.7

"Ὅταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχὴς ἔκκρισις, τὸν αὐτὸν γίνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναντίον ὁρμήσῃ· τότε γὰρ ὑετὸς καὶ ὕδατος γίνεται πλῆθος." Ὅταν μὲν οὖν ἐκκριθῇ ἡ καπνώδης ἀναθυμίασις συνεχὴς ἀμετάβλητος, ἀθρόος δέ, γίνεται ὁ ἐκνεφίας· διὰ γὰρ τοῦ ἀκολουθῆσαι τὴν συνέχειαν ἐσήμανε τοῦ πνεύματος. ὅταν δ’ ἐκκριθῇ ἐκ τοῦ νέφους ἀμετάβλητος, ἀλλὰ φθάσῃ κατενεχθῆναι ἔτι οὖσα ἐν τῷ νέφει (τοῦτο γὰρ λέγει τὸ ‘ἐκ τοῦ ἐναντίου ὁρμῆσαι’), τότε γίνεται ὁ ὑετὸς καὶ ὕδατος πλῆθος.

“因此,当大量且连续的排泄物随之而来时,其生成方式就如同它再次朝相反方向冲去时一样;因为那时便会生成雨和大量的水。” 因此,当烟状蒸发气未起变化、连续却一下子被排泄出来时,便生成飑风;因为通过“随之而来”,他指出了风的连续性。但是当它[并未]未起变化地从云中被排泄出来,而是在尚在云中时就抢先被向下带引(因为这就是他所说的“从相反方向冲去”),那时便生成雨和大量的水。

§3.1.8

"Ὑπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην." Ἐκνεφίας καὶ ὁ ὑετός· ἀπὸ γὰρ τῆς διττῆς ἀναθυμιάσεως.

“因此,这两者在质料中都潜在地存在着。” 飑风和雨;因为它们源自双重的蒸发气。

§3.1.9

"Ὅταν δ’ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποτερασοῦν, συνακολουθεῖ συνεκκρινόμενον ἐκ τῆς ὕλης, ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλεῖον.2" Τί γάρ φησιν; ὅτι ἐὰν ἡ καπνώδης ἀναθυμίασις ἡ ἐν τῷ νέφει περιεχομένη πολλή ἐστιν, ὡς ὑπερβάλλειν τὴν ἀτμίδα τῇ ἰσχύι, † ὅτε συμβάλλει ἑαυτῇ καὶ τὴν ἀτμίδα καὶ γίνεται ὁ ἐκνεφίας· εἰ δὲ ἡ ἀτμὶς πλείων οὖσα καταψύχει τὴν ἀναθυμίασιν, συμμεταβάλλει αὐτὴν καὶ γίνεται ὑετός.

“然而,无论哪一种潜能的开端生成时,无论哪一方在其中所存的数量更多,那一方就会一同被排泄出来并伴随而来。” 因为他说的是什么呢?也就是说,如果云中所包含的烟状蒸发气数量很多,以至于在力量上压倒了水汽,它便把水汽也汇聚到自身之中,而生成飑风;但如果水汽数量更多而冷却了蒸发气,水汽便把它一同转变,而生成雨。

§3.1.10

"Ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως, ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενὸν βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς." Μέχρι τούτου περὶ ἐκνεφίου δῆλα διείλεκται, ἀπ’ ἐντεῦθεν δὲ περὶ τυφῶνος διαλαμβάνει. καὶ τί φησιν; ὅτι ἐπὰν ἡ ἐκπυρηνιζομένη καπνώδης ἀναθυμίασις ἐκ τοῦ νέφους προσπταίουσά τινι στερεῷ σώματι * * *, εἶτα καὶ παράδειγμα τῆς προσπταίσεως φέρει. † πῶς; ὥσπερ οἱ ἄλλοι ἄνεμοι κατὰ φύσιν ἀπὸ πλατέος ἐρχόμενοι τόπου καὶ εἰς στενὸν καταλήγοντες κινοῦσι κάρφη ὥσπερ ἐν τριόδῳ ἢ ἐν πύλαις ἢ ἐν αὐλῶσι· τότε γὰρ σφοδρότεροι γίνονται διὰ τὸ εἰς ἓν συνάγεσθαι. καὶ αὕτη μέν ἐστιν ἡ μεταξυλογία δηλοῦσα τὸ παράδειγμα τῆς ἀντιτυπήσεως. λοιπὸν ἐπιφέρει τὸ λοιπόν.

“而当云中被排泄出的风与另一物发生反弹,就像风在城门或道路中从开阔处被强行逼入狭窄处时那样。” 直到这里,他显然都在讨论飑风,但从这里开始他则探讨龙卷风。他说的是什么呢?即当从云中被挤压出的烟状蒸发气撞击到某种坚固的物体时……,接着他也举出了撞击的例子。怎样举例呢?正如其他风依照自然从宽广的地方吹来并进入狭窄的地方,便会吹动碎草,正如在十字路口、城门或峡谷中那样;因为那时它们因聚集为一而变得更加猛烈。而这就是说明反弹之例的插入语。最后,他附上了其余的部分。

语法注2 条
  1. 3.1.5ἧττον δ’ ἐκκριθῇ λεπτόν

    ἧττον 作副词修饰动词 ἐκκριθῇ,而 λεπτόν 则作主语 τὸ πνεῦμα 的谓语性补足语(意为“若不那么微细地被排泄出来”)。在句法上,也可以将 ἧττον 直接与 λεπτόν 连用(“不那么细微”),两者所表达的实际意义完全一致。

  2. 3.1.9ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλεῖον

    ὁποτέρου 是关系代词属格,可解释为先行词省略(即 τούτου ὁποτέρου...)或与 πλῆθος 构成部分属格。整句结构表达的是“不论哪一方在其中所存的数量更多,那一方[的潜能]就会随之而来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:202.33-204.20