← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§201.27-202.32

火旋风与雷电的特性及生成机制

奥林匹奥多鲁解释了突风与旋风之间剩下的两点差异(吸卷周围云层的方式以及被雨水或北风熄灭的方式),随后探讨了火旋风与各类雷电(不燃性、明亮、煤烟)的生成机制及其与风相伴随的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1#2

δεύτερον, ὅτι ὁ μὲν ἐκνεφίας συνεφέλκεται περὶ αὐτὸν ἐκ τοῦ περιέχοντος αὐτὸν νέφους, ὁ δὲ τυφὼν συνεφέλκεται μεθ’ ἑαυτοῦ καὶ τὸ περιέχον νέφος, ὡς εἰς αὐτὸν ἀναλίσκεσθαι τὸ νέφος. τρίτον, ὅτι τὸν μὲν ἐκνεφίαν παύει ὁ ὑετός (κατασβέννυσι γὰρ τὴν καπνώδη ἀναθυμίασιν ὁ ὑετὸς τὴν ποιητικὴν τοῦ ἐκνεφίου, ἅτε ψυχρὸς ὑπάρχων), τὸν δὲ τυφῶνα οὐχ ἱκανός ἐστιν ὁ ὑετὸς παῦσαι, ἀλλὰ δεῖται ἄλλου τινὸς ψυχροτέρου, καὶ διὰ τοῦτο ὑπὸ τοῦ βορρᾶ κατασβέννυται· ὁ γὰρ βορρᾶς ψυχρότερός ἐστι τοῦ ὕδατος τοῦ εἰδοποιουμένου τὴν ψύξιν. ἢ ῥητέον, ὅτι ποτὲ τὰ αἰτιατὰ δραστικώτερα γίνονται τῶν αἰτίων. ἰδοὺ γοῦν ὁ πεπυρακτωμένος σίδηρος δραστικώτερός ἐστι τοῦ θερμαίνοντος αὐτὸν πυρός· οὕτως οὖν καὶ ὁ ἀὴρ ψυχόμενος αὐτὸς ὑπὸ τοῦ ὕδατος † ψύχεται τοῦ ψύξαντος· ψυχρότατος δὲ ὢν ψύχει τὸν βορρᾶν. ἀλλὰ τοῦτο σημειωτέον, ὅτι ἐπὶ μὲν τῶν θερμῶν λεπτομερέστερά εἰσι τὰ αἴτια τῶν αἰτιατῶν, ὥσπερ ὁ ἀὴρ τοῦ ὕδατος. μέχρι τούτου προαγαγὼν ὁ φιλόσοφος τὸν περὶ ἐκνεφίου καὶ τυφῶνος λόγον ἑξῆς περὶ πρηστῆρος καὶ κεραυνοῦ διαλέγεται. καί φησιν, ὅτι ὁ κεραυνὸς οὐκ ἔχει τὸ καῖον· λεπτομερὴς γάρ ἐστιν ἡ καπνώδης ἀναθυμίασις ἐκπεπυρωμένη καὶ ταχέως διιοῦσα τὸ σῶμα διὰ λεπτομέρειαν, ὡς μὴ φθάνειν καταφλέξαι·1 ὅθεν καὶ κεραυνὸς λέγεται παρὰ τὸ εὐκραὴς εἶναι καὶ μὴ φλέγειν. ἄλλος δὲ τούτου πάνυ ἐστὶ λεπτομερέστατος, ὡς ὀξύτατα διέρχεσθαι τὸ σῶμα καὶ μὴ καίειν ὅλως μηδὲ μελαίνειν· καὶ λέγεται ἀργὸς παρὰ τὸ ἀργεννὸν εἶναι, τουτέστι λαμπρόν. † ἢ παχυμερεστέραν ἔχειν τὴν ὕλην τοῦ πρώτου, ὡς μὴ διιέναι ταχέως, ἀλλ’ ἐμβραδύνειν καὶ μελαίνειν τὸ σῶμα· καὶ λέγεται ψολόεις παρὰ τὸ ψαύειν τοῦ σώματος· ἔστι δ’ ὅτε καὶ καίει τὰ ἀντίτυπα σώματα, ὡς εἴρηται, τὰ δὲ μανὰ διέρχεται ἀβλαβῶς. οὕτω μὲν οὖν ὁ κεραυνός. ὁ δὲ πρηστὴρ καταφλέγει διὰ τὸ συνεπισπᾶσθαι μὲν μεθ’ ἑαυτοῦ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους καὶ ταύτην ἐκπυροῦν· ὅθεν καὶ πρηστὴρ καλεῖται παρὰ τὸ ἐμπιπρᾶν. τούτου δὲ τοῦ πρηστῆρος καὶ προηγεῖται πνεῦμα καὶ σύνεστιν αὐτῷ καὶ ἐπακολουθεῖ. καὶ ὅτι μὲν προηγεῖται, δῆλον ἐκ τοῦ τὰ μέλλοντα κεραυνοῦσθαι πρῶτον ὑπὸ πνεύματος ῥήγνυσθαι, εἶθ’ οὕτω κεραυνοῦσθαι. ὅτι γὰρ ὑπὸ πνεύματος ῥήγνυται τὸ σῶμα, δῆλον ἐκ τοῦ πολλάκις ὑπὸ βροντῆς ῥήγνυσθαι κεράμους· ἐνταῦθα γὰρ οὐχ ὡς ἀκουστὸν ἐνήργησεν ἡ βροντή, ἀλλ’ ὡς αἴτιον εἶναι.2 εἰ γὰρ ὡς ἀκουστὸν ἐνήργησεν, ἐχρῆν ἐν μόνοις τοῖς ἐμψύχοις γίνεσθαι τὴν ῥῆξιν ὑπὸ τῆς βροντῆς· νῦν δὲ ὁρῶμεν, ὅτι καὶ ἐν κεράμοις γίνεται ἡ ῥῆξις· ᾧ δῆλον, ὅτι πνεύματος πλήττοντος τοῦτο γίνεται. ὅτι δὲ καὶ ἐπακολουθεῖ πνεῦμα τῷ πρηστῆρι, δῆλον, ἐπειδὴ μετὰ τὸ κεραυνωθῆναι μένει διιστάμενα τὰ κεκεραυνωμένα ἐπὶ χρόνον τινὰ βραχύν. ὅτι δὲ καὶ σύνεστιν αὐτῷ τῷ πρηστῆρι, δῆλον, ὅτι ἐκ τοῦ ἐν αὐταῖς ταῖς πυρκαϊαῖς ὑπὸ πρηστήρων γινομέναις ὁρᾶται τὸ πῦρ χωριζόμενον τῆς ὕλης τῆς καομένης καὶ μεταβαλλόμενον εἰς ἕτερον τόπον. οὕτω γοῦν ἐν Ἐφέσῳ πρηστῆρος πεσόντος καὶ πυρκαϊᾶς γενομένης ἐγένετο πῦρ μετέωρον χωριζόμενον τῆς ὕλης τῆς καομένης καὶ ἄλλοθεν ἄλλο μεταπηδῶν. καὶ οὐ μόνον διὰ τὸ συνυπάρχειν αὐτῷ πνεῦμα τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ ἐξ αὐτῶν τῶν καομένων ξύλων πνεῦμα πολὺ ἐκκρίνεσθαι καὶ συμμίγνυσθαι τῷ πυρί. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

第二,突风是从包围它的云层中向自身周围吸引[物质],而旋风则是将包围它的云层也一并随自身带走,以致云层被消耗并融入其中。第三,雨水能止息突风(因为雨水因其寒冷而熄灭产生突风的烟状蒸发气),但雨水不足以止息旋风,反而需要某种更冷的东西,因此它是被北风所熄灭的;因为北风比赋予冷之形式的水还要寒冷。或者应当说,有时结果比原因更加主动有力。看哪,炽热的铁无论如何都比加热它的火更加有力;因此同样地,空气自身虽被水所冷却,却变得比冷却它的[水]更加寒冷;而它作为极冷之物,冷却了北风。但这必须注意,在热的事物中,原因比结果由更微细的粒子构成,正如空气相对于水那样。 哲学家将关于突风和旋风的讨论推进到这一步之后,接着探讨了火旋风和雷电。他说雷电不具有燃烧的性质;因为烟状蒸发气是由微细粒子组成的,已化为火,并且由于微细而迅速穿过物体,以致来不及焚毁;因此雷电因其适度调和且不燃烧而被称作keraunos。另一种雷电比这更为极其微细,以致极其敏捷地穿过物体,完全不燃烧也不使之发黑;它被称为明亮雷,因其洁白即光亮而得名。或者有一种比第一种具有更粗大的质料,以致不能迅速穿过,反而在物体中延缓停留并使之变黑;它被称为煤烟雷,因其触碰物体而得名;有时它也如同前述那样焚烧坚硬抗拒的物体,而对于疏松的物体则毫发无损地穿过。雷电的情况便是如此。而火旋风之所以能彻底焚毁,是因为它从云层中随自身拖拽出更为粗大的实体并将之点燃;因此火旋风得名于点火焚烧。 风既先于这种火旋风,又与它同在,并且紧随其后。风先于它,从那些将要遭雷击的物体首先被风破裂、然后才如此遭雷击这一事实中便显而易见。因为物体被风破裂,从瓦片常常因雷鸣而破裂这一事实中便显而易见;因为在此雷鸣并非作为被听闻之物起作用,而是作为原因起作用。因为如果它是作为被听闻之物起作用,那么因雷鸣而产生的破裂就理应只发生在有灵魂之物中;但如今我们看到,破裂甚至也发生在瓦片中;由此可见,这是由于风击打而发生的。风紧随火旋风之后,也是显而易见的,因为在遭雷击之后,被雷击的物体在一段短暂的时间内仍保持裂开的状态。风也与火旋风本身同在,也是显而易见的,因为在由火旋风引起的火灾本身中,可以看到火脱离正在燃烧的质料并转移到另一处地方。在以弗所,当火旋风坠落并引起火灾时,便出现了脱离燃烧质料、在空中悬浮并四处跳跃的火。这之所以发生,不仅是因为有风与它共存,也是因为从正在燃烧的木材本身中排泄出了大量的风并与火混合。手头的经文所传授的就是这些内容。

语法注2 条
  1. 3.1.1ὡς μὴ φθάνειν καταφλέξαι

    连词 ὡς(在此等同于 ὥστε)引导表示结果的不定式 φθάνειν,后者进一步支配补充不定式 καταφλέξαι。通常 φθάνω 与分词连用表示“先于……做”或“来得及做”,此处在否定结果句中支配不定式,表示“来得及彻底焚毁 / 达到焚毁的程度”。

  2. 3.1.1οὐχ ὡς ἀκουστὸν ἐνήργησεν ἡ βροντή, ἀλλ’ ὡς αἴτιον εἶναι

    两个对比短语之间存在句法上的轻微转折:前半句 οὐχ ὡς ἀκουστὸν ἐνήργησεν(“并非作为被听闻之物起作用”)中,ὡς 直接接表语形容词 ἀκουστόν;而后半句 ἀλλ’ ὡς αἴτιον εἶναι(“而是作为原因是其本质 / 从而成为原因”)则加入了不定式 εἶναι,句式转变为由 ὡς 引导的不定式结果或说明结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:201.27-202.32