- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:200.4-201.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德《气象学》卷三开头(370b3),分别从地面起源与云层起源解释了旋风(typhon)的生成机制,阐明了判别其运动方向的标准,并论述了突风(eknephias)与旋风的区别(不可见性与可见性)。
" Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης.〉 "* * * ἵνα, εἰ ἀτμὶς παχεῖα φέρεται κατ’ εὐθὺ ἐπὶ τὸ κάταντες ἢ κατὰ τῆς γῆς ἢ κατὰ θαλάττης, εἶτα προσπταίουσά τινι ἀντιτύπῳ ἀναπάλλεται ὡς εἰς τοὐπίσω ἀναστρέφουσα. ἐπειδὴ δὲ κωλύεται τὸ ἀναπάλμενον αὐτῆς μέρος εἰς τοὐπίσω ἀναπάλλεσθαι ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος αὐτῆς μέρους, ἐπὶ τὰ πλάγια ἀνακλᾶται δηλονότι. εἶτα εἰ συναντήσει τῷ ἐπὶ τὰ πλάγια ἀναπαλλομένῳ, ἕτερόν τι σῶμα ἀντίτυπον κἀκεῖ πάλιν προσπταῖσαν ἀναπάλλεται κἀκεῖθεν.1 καὶ οὕτω διὰ τῶν συχνῶν ἀναπάλσεων γίνεται ἕλιξ καὶ συστροφὴ τοῦ ἀνέμου χωροῦσα ὡς ἐπὶ τὸ νέφος ἀπὸ τῆς γῆς καὶ μετεωρίζουσα τὸ προστυχὸν σῶμα· ἐπὶ μὲν θαλάττης πλοῖα, ἐπὶ δὲ τῆς γῆς ζῷα ἢ λίθους ἢ ἕτερόν τι, ἅπερ ἡμιπληγῆ πάλιν ἀφίησι κάτω φέρεσθαι. ταύτην τὴν συστροφὴν ὁ μὲν ποιητὴς θύελλαν καλεῖ, Ἀριστοτέλης δὲ τυφῶνα οἷον τυπῶνα διὰ τὸ τύπτειν σφοδρῶς καὶ ῥηγνύναι στερεὰ σώματα· ναῦται δὲ σίφωνα διὰ τὸ δίκην σίφωνος ἀνασπᾶν τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δ’ Ἀλεξανδρεῖς τῇ ἐπιχωρίῳ φωνῇ ἀνεμόσουριν διὰ τὸ ἐοικέναι κυκλανέμοις γυναικείοις, ἅπερ ἀνεμόσουριν καλοῦσιν ἐπιχωριάζοντες, οἱ δ’ ἰατροὶ τὸ καθ’ ὁμοιότητα γινόμενον πάθος ἐν ταῖς ἕλιξι τῶν ἐντέρων βορβορυγμόν. οὕτω μὲν γίνεται ἡ ἕλιξ, ὅταν ἀπὸ τῆς γῆς ἔχῃ τὴν ἀρχήν. εἰ δ’ ἀπὸ τοῦ νέφους ἄνωθεν ἄρξοιτο, γίνεται τοῦτον τὸν τρόπον· τοῦ γὰρ νέφους πεπυκνωμένου πάντοθεν ὑπάρχοντος καὶ τῆς ἔνδον ἐναπειλημμένης καπνώδους ἀναθυμιάσεως πολλαπλασιαζομένης καὶ ἐνελιττομένης ἔνδον πολυειδῶς ἐξαίφνης ῥήγνυται τὸ νέφος διὰ τὴν βίαν, καὶ ἔνδον ἑλιττομένη ἡ καπνώδης ἀναθυμίασις ἐξέρχεται αὐτοῦ τὸ αὐτὸ σχῆμα φυλάττουσα, ὅπερ ἔνδον εἶχε, λέγω δὴ τὸ ἑλικοειδές. εἶθ’ οὕτως φέρεται ἐπὶ τὴν γῆν ἕλιξ τυγχάνουσα δίκην τῶν συνεστραμμένων τριχῶν, λέγω δὴ οὔλων, οὐ διὰ τὴν ἀσθένειαν τῆς ἀποκριτικῆς δυνάμεως, ἀλλὰ διὰ τὸ σκολιοὺς εἶναι τοὺς πόρους, δι’ ὧν παρέρχεται, καὶ συνδιατυποῦσθαι αὐτοῖς. αὗται μὲν αἱ αἰτίαι τοῦ ποτὲ μὲν κάτωθεν ἄνω γίνεσθαι τὴν ἕλικα τοῦ τυφῶνος, ποτὲ δὲ ἄνωθεν κάτω. διάγνωσις δὲ τούτων διττή. διαγινώσκομεν γάρ, πότερον ἀπὸ κάτωθεν ἄνω κινεῖται ἡ ἕλιξ ἢ ἀπὸ ἄνωθεν κάτω, πρῶτον μὲν ἐξ αὐτῆς τῆς ὄψεως· ἐπειδὴ γὰρ φανερά ἐστιν ἡ ἕλιξ καὶ αὐτῇ τῇ ὄψει ἤγουν τυφὼν διὰ τὴν παχυμέρειαν τῆς οὐσίας, ἐπὰν τὴν ἕλικα ὁρῶμεν ποτὲ μὲν κάτω, ποτὲ δὲ ἄνω χωροῦσαν, ἐροῦμεν, ὅτι κάτωθέν ἐστιν ἡ ἀρχὴ τῆς ἕλικος· εἰ δ’ ἀπὸ ἄνωθεν ἐπὶ τὰ κάτω μόνον κινοῖτο, τηνικαῦτα ῥητέον ἄνωθεν ἔχειν τὴν ἀρχήν. ἔπειτα δὲ καὶ ἀπ’ αὐτῶν τῶν ἁρπαζομένων σωμάτων ὑπ’ αὐτῆς τῆς ἕλικος καὶ μετεωριζομένων· εἰ μὲν γὰρ πρῶτον στραφῇ τὸ σῶμα ἐκ τῆς οἰκείας θέσεως, εἶτα πλαγίως κινηθῇ καὶ τότε μετεωρισθῇ, τηνικαῦτα ἄνωθεν αὐτὴν ἔχειν φαμὲν τὴν ἀρχήν. αὕτη καὶ ἡ διάγνωσις. λοιπὸν εἴπωμεν καὶ τὰς διαφορὰς ἐκνεφίου καὶ τυφῶνος. ἡ γὰρ κοινωνία κατάδηλος· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐκνεφίας ἢ τυφὼν ἀνήνεμος, καὶ τυφὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐκνεφίας ἐπιτεταμένος. ᾧ δῆλον, ὅτι ταὐτόν ἐστιν ἐκνεφίας καὶ τυφὼν ὅσον κατὰ τὸ εἶδος. ἀλλὰ παρὰ τὴν ἐπίτασιν καὶ ἄνεσιν διαλλάττουσιν, οὐ τῷ εἴδει. διαφέρουσι γὰρ τριχῶς· πρῶτον μέν, ὅτι ὁ ἐκνεφίας οὐχ ὁρᾶται, ὁ δὲ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν συνεφέλκεσθαι ἐκ τοῦ νέφους τὴν καπνώδη ἀναθυμίασιν ἐκκρινομένην.2
“让我们来讨论这种排泄物的其余作用。” *** 如果浓厚的蒸气沿着向下的倾斜径直向下运移,无论是在陆地上还是在海洋上,随后因撞击到某种坚硬的阻碍物而反弹,如同向后翻转一样。然而,由于它被反弹的部分受到从其后方紧随而来的部分的阻碍而无法向后反弹,它显然向侧面折射。接着,如果有另一个坚硬的物体与向侧面反弹的部分相遇,[蒸气]在此再次发生碰撞,并再次从那里反弹。如此通过连续频繁的反弹,便产生了风的螺旋与旋涡,从地面向着云层行进,并将遇到的任何物体升至高空——在海上是船只,在陆地上是动物、石头或其他任何东西——并将它们击得半毁之后再次任由它们向下坠落。这种旋风,诗人称之为风暴,亚里士多德称之为旋风[typhon],仿佛是τυπών[击打者],因为它猛烈击打并毁坏坚硬的物体;水手们称之为虹吸管[龙卷],因为它如同虹吸管一般吸起海水;亚历山大人用当地方言称之为ἀνεμόσουρις,因为它类似于妇女们旋转的风车玩具,当地人称之为ἀνεμόσουρις;而医者们则把在肠道螺旋中按相似方式发生的病症称为肠鸣。当螺旋起源于大地时,它就是这样生成的。但如果它从上方的云层开始,则是以如下方式生成的:因为当云层在各处都变得致密,而被困在内部的烟状蒸发气倍增并在内部以多种方式盘旋时,云层因暴力突然裂开,在内部盘旋的烟状蒸发气从其中逸出,保持着它在内部所具有的相同形状,我指的是螺旋状。然后它便以这种方式向地面运移,成为犹如卷曲的头发——我指的是卷发——一般的螺旋,这不是由于排泄能力衰弱,而是因为其穿过的管道是弯曲的,且它与管道一同被塑造成形。这些便是旋风的螺旋有时自下而上、有时自上而下生成的诸原因。而对这些的判别有两种方式。因为我们要判别螺旋究竟是自下而上运动还是自上而下运动,首先是依据视觉本身:因为由于其实体组成的粗大,螺旋即旋风甚至对于视觉本身也是显而易见的,当我们看到螺旋有时向下、有时向上行进时,我们便会说螺旋的起源来自下方;但如果它仅仅是从上方朝向下方运动,那时就应当说它起源于上方。其次,也是依据被螺旋本身卷起并升入高空的物体本身:因为如果物体首先从其原有的位置发生旋转,接着斜向移动,然后才被升入高空,那时我们便说〔螺旋〕起源于上方。这便是其判别方法。最后,让我们也说明突风与旋风的区别。因为它们之间的共通性是显而易见的:因为突风无非是没有风力的旋风,而旋风无非是增强了的突风。由此可见,就形式而言,突风与旋风是同一的。然而它们依增强与弛缓而有所不同,而非在形式上有别。因为它们在三个方面有所不同:第一,突风不可见,而旋风可见,因为烟状蒸发气在被分泌时,自云层中拖拽着更为粗大的实体。
- 3.1.1κἀκεῖ πάλιν προσπταῖσαν ἀναπάλλεται κἀκεῖθεν
中性单数分词 προσπταῖσαν 在语境上承接前句的主语即蒸气(τὸ ἀναπαλλόμενον μέρος / ἀτμίς)。紧接在前的 ἕτερόν τι σῶμα ἀντίτυπον 是 συναντήσει 的主语,而分词 προσπταῖσαν 修饰的是发生碰撞的蒸气本身,而非阻碍物体。
- 3.1.1διὰ τὸ παχυμερεστέραν οὐσίαν συνεφέλκεσθαι ἐκ τοῦ νέφους τὴν καπνώδη ἀναθυμίασιν ἐκκρινομένην
由 διά 支配冠词不定式(διὰ τό)构成的带宾格的不定式句结构。中动态不定式 συνεφέλκεσθαι(“随身拖拽”)在意义上的主语是后置的宾格短语 τὴν καπνώδη ἀναθυμίασιν ἐκκρινομένην,而前置的宾格 παχυμερεστέραν οὐσίαν 则充当其直接宾语。
