← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§197.23-200.1

风的分类与十条定理的经文注解

奥林匹奥多罗引述并注解了亚里士多德《气象学》第2卷第6章(364a13–364b29)的经文,逐一阐明风划分为四种与两种的归并、东风偏暖的原因,以及对应于前文所立十条定理的各条文(如同时吹拂、消长、降水、气温与阴晴效应)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.2

" Ἔστι δὲ καὶ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας." Ἐνταῦθα τὴν συγκεφαλαίωσιν ποιεῖται τῶν δώδεκα ἀνέμων εἰς τέσσαρας ἀνέμους μεγίστους.

“在所言的风中,北风即阿帕克提亚斯,”在此他将十二种风总结为四种最大的风。

§2.10.3

"Ὁμοίως δὲ τὰ μὲν βόρεια τούτου καλεῖται, τὰ δὲ νότια." Ἐνταῦθα πάλιν συναίρεσιν ποιεῖται πάντων τῶν ἀνέμων εἰς δύο, νότον καὶ βορρᾶν.

“同样,在此之北的被称为北风,在此之南的被称为南风。” 在此他又将所有的风归并为二者:南风与北风。

§2.10.4

"Θερμότερα δὲ τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῶν, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν εἰσι τὰ ἀπὸ ἀνατολῆς." Ἰδοὺ τὴν αἰτίαν αὐτὸς λέγει τοῦ εἶναι θερμότερα τὰ ἀνατολικά, ἣν ἡμεῖς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν.

“来自东方的风比来自西方的风更温热,因为来自东方的风处于太阳之下的时间更长。” 看,他自己说出了东方之风更温热的原因,这正是我们在概论中所说过的。

§2.10.5

"Οὕτω δὲ τεταγμένων τῶν ἀνέμων δῆλον ὅτι ἅμα πνεῖν τοὺς μὲν ἐναντίους οὐχ οἷόν τε." Ἐντεῦθεν τὰ δέκα θεωρήματα, ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ποῖοι ἅμα πνέουσι, ποῖοι δὲ ἅμα οὐ πνέουσι;

“在风如此排列的情况下,显然相反的风不可能同时吹拂,”从此开始是十个定理,其中第一个是这个:哪些风同时吹拂,哪些不同时吹拂?

§2.10.6

"Κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἱ ἐναντίοι μάλιστα πνέουσι." Τὸ δεύτερον θεώρημα τὸ λέγον· ποῖοι πότε πνέουσιν ἄνεμοι, ποῖοι δὲ πότε οὐ πνέουσιν;

“而在相反的季节,相反的风吹拂得最多。” 第二个定理表述道:哪些风在何时吹拂,哪些风在何时不吹拂?

§2.10.7

"Ἐμπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίας καὶ θρασκίας." Τὸ τρίτον ἐνταῦθα ἐζητήσαμεν, ποῖοι τίνας παύουσι ἄνεμοι· καὶ εἴπομεν, ὅτι βορέας. καλῶς δ’ εἶπεν ‘ἐμπίπτειν’ δηλῶν αὐτοῦ τὸ ἔκλυτον καὶ βαρύ. ὅθεν διὰ τὸ εἶναι πλῆθος τῆς ἀναθυμιάσεως ἀεὶ ἀποσοβεῖ τὰ νέφη καὶ αἰθρίαν ποιεῖ μάλιστα, ὅταν μὴ ψυχρὸς πνεῖ· εἰ γὰρ εἴη ψυχρός, παχύνει τὴν ἀτμίδα, πρινὴ ἀποσοβῆσαι, καὶ εἰς ὕδωρ μεταβάλλει.

“而阿帕克提亚斯与斯拉士基亚斯最常冲击其他风并使之平息,”我们在此探究的第三点是,哪些风使哪些风平息;并且我们说过是北风。他说“冲击”是恰当的,表明了它的肆虐与沉重。因此,由于蒸发物的丰沛,当它不以寒冷之势吹拂时,它总是驱散云层并最常带来晴朗;因为如果它是寒冷的,在驱散之前它就会使蒸气变厚,并使之转变为水。

§2.10.8

"Αἱ δὲ περιστάσεις γίνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τὴν τοῦ ἡλίου μετάστασιν." Νῦν περὶ πάντων ἁπλῶς λέγει τῶν ἀνέμων, ὅτι μάλιστα ἐκεῖνοι διεγείρονται, ἐφ’ οὓς ἂν ὁ ἥλιος χωρῇ· τῆς παρενούσης ἰκμάδος ἐν τῇ γῇ, ἣν καλεῖ ἀρχὴν τῶν ἀνέμων ὡς ὕλην, τηνικαῦτα ὑπὸ τοῦ ἡλίου ἑλκομένης καὶ ἀναδιδομένης γίνονται οἱ ἄνεμοι. ὅθεν οἱ ἐτησίαι μάλιστα πνέουσι θέρους διὰ τὸ ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ γίνεσθαι ὕλην τῶν ἀνέμων·1 οἱ μέντοι ἀπηλιῶται παύονται διὰ τὸ διαφορεῖσθαι τὴν ὕλην αὐτῶν ἐκ τῆς θερμότητος.

“而它们平息时的转变,依照太阳的移动而发生向相邻之风的转移。” 现在他无条件地论述一切风:太阳移动所向处的风最为兴起;随着存在于大地中的湿气——他称之为作为质料的风的本原——在此时被太阳吸引并释放,风便产生。因此,季候风在夏季吹拂得最多,因为随着太阳向北上升,它融化积雪,润湿大地,且〔这〕成为风的质料;然而东风平息,是因为它们的质料由于热量而消散殆尽。

§2.10.9

"Οἱ ἐναντίοι δὲ ἢ ταὐτὸν ποιοῦσιν ἢ ἐναντίον." Τὸ τέταρτον θεώρημα, ἔνθα λέγομεν, ποῖοι ἐναντίοι ὄντες τὰ αὐτὰ ποιοῦσιν· οἷον ἀπὸ τοῦ ΖΓ καὶ ἀπὸ τοῦ ΔΕ.

“而相反的风要么产生相同的效果,要么产生相反的效果,”第四个定理,在此我们阐明哪些风虽相反却产生相同的效果:例如来自ΖΓ的与来自ΔE的。

§2.10.10

"Νιφετώδεις δὲ μέσης καὶ ἀπαρκτίας." Ἰδοὺ τὸ πέμπτον.

“而梅塞斯与阿帕克提亚斯带来降雪,”看,第五个。

§2.10.11

"Χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας." Ἰδοὺ τὸ ἕκτον.

“而阿帕克提亚斯与斯拉士基亚斯带来冰雹,”看,第六个。

§2.10.12

"Καυματώδεις δὲ νότος καὶ ζέφυρος." Ἐπειδὴ εἶπε τοὺς ψυχροποιοὺς ἀνέμους, λέγω δὴ τοὺς νιφετώδεις καὶ χαλαζώδεις, ἀντέθηκεν αὐτοῖς τοὺς ἐναντίους, τουτέστι τοὺς θερινοὺς νότον καὶ ζέφυρον. ἀλλ’ ἀπορητέον, πῶς ἀνωτέρω μὲν τὸν ζέφυρον ἔλεγε ψυχρόν, νῦν δὲ θερμὸν αὐτὸν λέγει. ἢ ῥητέον, ὅτι ἐστὶν οὐ κατ’ οὐσίαν, ἀλλ’ ὅτι ἐν ὥρᾳ θερμῇ πνεῖ·2 ἐν τῷ θέρει γάρ.

“而南风与西风带来炎热。” 既然他谈到了致冷的风,我指带来降雪与冰雹的风,他便将相反的风与它们相对立,即属于夏季的风——南风与西风。但应当提出疑问:为何此前他说西风是寒冷的,如今却说它是温热的?或者应当说,这不是按其本质而言的,而是因为它在炎热的季节吹拂;因为它在夏季吹拂。

§2.10.13

"Νέφεσι δὲ πυκνοῦσι τὸν οὐρανόν." Τὸ ἕβδομον κεφάλαιον, ἔνθα ἐζητοῦμεν, ποῖοί εἰσιν ἐπινέφελοι.

“它们用云使天空致密。” 第七章,在此我们曾探究哪些风带来阴云。

§2.10.14

"Αἴθριοι δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης." Πάλιν ἐπειδὴ εἶπε περὶ τῶν ἐπινέφελον ποιούντων ἀνέμων τὸν ἀέρα, διαλέγεται καὶ περὶ τῶν αἴθριον αὐτὸν ποιούντων. * * *〈ΟΛΥΜΠΙΟΔΩΡΟΥ〉 ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ

“而阿帕克提亚斯、斯拉士基亚斯与阿尔格斯忒斯带来晴朗。” 再次,既然他谈到了使空气阴云密布的风,他也论及了使之晴朗的风。*** 奥林匹奥多罗亚里士多德《气象学》

语法注2 条
  1. 2.10.8διὰ τὸ ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ γίνεσθαι ὕλην τῶν ἀνέμων

    介词 διά 支配带有中性单数宾格冠词 τό 的三个并列不定式(λύειν、ὑγραίνειν 与 γίνεσθαι)。其间嵌入了一个独立属格结构 ἀνιόντος τοῦ ἡλίου ἐπὶ βορρᾶν,该属格中的太阳(τοῦ ἡλίου)在语义上同时充当了前两个及物不定式(λύειν 与 ὑγραίνειν)的施事主语。最后一个不定式 γίνεσθαι 的主语是前文融雪及润湿后的大地,ὕλην 则作其表语宾格。

  2. 2.10.12ἢ ῥητέον, ὅτι ἐστὶν οὐ κατ’ οὐσίαν, ἀλλ’ ὅτι ἐν ὥρᾳ θερμῇ πνεῖ

    在由 ἢ ῥητέον 引出的 ὅτι 从句中,表语形容词 θερμός 根据上文(νῦν δὲ θερμὸν αὐτὸν λέγει)承前省略。全句由两部分形成对立并列:第一肢为副词性短语 οὐ κατ’ οὐσίαν(“并非依据本质”),第二肢由重复的 ὅτι 引导,表原因(“而是因为它在温热的季节吹拂”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:197.23-200.1