- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:18.31-20.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗逐句注解了亚里士多德《气象学》第一卷第三章(339b3–13),阐释了被称为“所谓的气”的区域范围、关于地球与天体大小的天文学论证,以及水与地球的空间分布关系。
" Περὶ τὸν καλούμενον ἀέρα." Καλούμενον ἀέρα λέγει τὸ μεταξὺ ὅλον τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων. ἀλλὰ διὰ τί ἀέρα, διὰ τί δὲ καλούμενον; ἀέρα μέν, ἐπειδὴ τινες καὶ τὸ ὑπέκκαυμα ὡς ἀόρατον ἀέρα ἐνόμισαν εἶναι· καλούμενον δέ, ἐπειδὴ οὐ κατὰ ἀλήθειαν τὸ ὑπέκκαυμά ἐστιν ἀήρ, ἀλλ’ ἕτερον στοιχεῖον, ὡς εἶναι τέσσαρα ταῦτα σύμπαντα στοιχεῖα. εἰ δὲ παράσχοιμεν τὸ ὑπέκκαυμα ἀέρα εἶναι, λήσομεν ἑαυτοὺς τὸ κάλλιστον τῶν στοιχείων τὸ ζωογόνον, φημὶ δὲ τὸ πῦρ, μηδὲ ὅλως λέγοντες εἶναι.1
“关于所谓的气。” 他所说的“所谓的气”,是指从地球直到最外层星辰的整个中间区域。但为什么说是“气”,又为什么说是“所谓”?说“气”,是因为有人认为引火物既然不可见,也是气;说“所谓”,则是因为在真理上引火物并非气,而是另一个元素,以使这一切元素总共有四个。但如果我们承认引火物是气,我们就会在不知不觉中落得声称这些元素中最美好且产生生命的元素——我是指火——根本不存在。
"Τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τάξιν πρὸς τὰ ἄλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων." Τί ἐστιν ἑκάτερον τούτων, σαφηνίσωμεν. τὸ μὲν οὖν μεταξὺ τούτων τὸ ἀπὸ τῆς γῆς μέχρι τῶν ἐσχάτων ἄστρων ζητητέον, τί ἐστιν ἡ φύσις αὐτοῦ, ἆρα πῦρ μόνον ἐστὶν ἢ ἀνάμιξις· καὶ εἰ τοῦτο, ὅτι τὰ μὲν ἄστρα καὶ αἱ σφαῖραι πύρεια, τὸ δὲ μεταξὺ ἀέρια, ὃ δὴ καὶ κενὸν ἐνομίσθη, ἢ τὰ μὲν ἄστρα πύρεια, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ἀέριον. οὕτω τὸ πρῶτον ἐσαφηνίσθη. τί δέ ἐστι τὸ δεύτερον καὶ πῶς ἔχει τάξιν, τουτέστι μέχρι ποῦ δεῖ νομίζειν τὸν ἀέρα εἶναι, ἄρχεσθαι δὲ λοιπὸν τὸ ὑπέκκαυμα, καὶ τοῦτο μαθησόμεθα, ὅτι μέχρι σχεδὸν τῆς ἀπλανοῦς συνεχές ἐστι τὸ πύρειον στοιχεῖον τῷ ἀέρι, πλησίον δὲ γινόμενον ὑπὲρ φύσιν κινεῖται καὶ κύκλῳ φέρεται καὶ ἐκ πολλῆς κινήσεως ἐκφλογοῦται. καὶ τότε γίνεται τὸ ὑπέκκαυμα οὐκέτι συνεχοῦς οὔσης τῆς τοῦ πυρὸς τῇ τοῦ ἀέρος, ἀλλ’ ἁπτομένης.2
“以及在包围地球的世界中,应当把它的本性视为如何,以及它对于诸物体的其他所谓元素具有怎样的秩序。” 让我们阐明这两者各自是什么。首先,关于从地球直到最外层星辰的中间区域,必须探讨它的本性是什么:究竟仅仅是火,还是一种混合物;如果是混合物,是星辰和诸天球是火性的而中间部分是气性的(这确实也被认为就是虚空),抑或星辰是火性的,而诸天球与其间部分是气性的。这样第一点就得到了阐明。然而第二点是什么,即“具有怎样的秩序”,也就是必须认为直到哪里是气,其余部分则是引火物的开始?我们也将得知这一点:几乎直到恒星天球,火性元素与气都是连续的,但当它临近时,便超乎本性地被运动,作圆周运动,并因剧烈的运动而燃烧起来。那时引火物便生成了,火的[连续性]不再与气的[连续性]连续,而是与其相接触。
"Ὁ μὲν γὰρ δὴ τῆς γῆς πηλίκος ἂν εἴη." Ἰδοὺ βουλόμενος τὴν κατασκευὴν ποιήσασθαι ἐκ τῶν σαφῶν ἄρχεται οἷον ἀπὸ γῆς· αὕτη γὰρ καὶ ὁρᾶται καὶ καταριθμεῖται.
“因为地球究竟有多大。” 看哪,他想要构建论证,便从明了的事物出发,比如从地球出发;因为地球既是看得见的,也是被测算过的。
"Ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων." Δέδεικται γὰρ τοῦτο ἐν ἀστρονομίᾳ, ὅτι ὁ ἥλιος τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐστίν. οὐκ ἔδει δὲ εἰπεῖν ἀστρολογικῶν, ἀλλ’ ‘ἀστρονομικῶν’· ἡ γὰρ ἀστρονομία οἶδε τὴν κίνησιν. τί οὖν φαμεν; ὅτι ἀρχαϊκῶς ἐχρήσατο· πάλαι γὰρ ἡ περὶ οὐρανοῦ πραγματεία καὶ ἡ ἀστρονομία καὶ ἡ ἀστρολογία ὡς μία ἐπιστήμη ἦν, ἡ μὲν τὴν οὐσίαν τῶν ἄστρων διδάσκουσα, ἡ δὲ τὴν κίνησιν, ἡ δὲ τὰ ἀποτελέσματα. ὁ οὖν Ἀριστοτέλης τὴν ἀστρονομίαν ἀστρολογίαν ἐκάλεσεν, ὁ δέ γε Πλάτων τὴν φυσιολογίαν ἀστρονομίαν καλεῖ ἐν τῷ Τιμαίῳ.
“因为通过占星学定理已经被观察到。” 因为在天文学中已经证明,太阳是地球的一百七十倍。然而他不应当说“占星学的”,而应当说“天文学的”;因为天文学知晓运动。那么我们该说什么呢?他是以古老的方式使用了这个词;因为在古代,关于天空的专门研究、天文学和占星学乃是一门科学,前者教导星辰的实质,次者教导运动,第三者教导其效力。因此亚里士多德把天文学称为“占星学”,而柏拉图在《蒂迈欧篇》中甚至把物理学称为“天文学”。
"Ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν." Καλῶς τὸ ἐνίων· δέδεικται γὰρ ἡ γῆ τοῦ σώματος τῆς σελήνης τριακονταενναπλασίως μείζων οὖσα· εἰ δὲ τοῦτο, ἔχεις πόσον ἥλιος μείζων τῆς σελήνης. πολυπλασίασον γὰρ τὸν τριάκοντα ἐννέα ἐπὶ τὸν ρο3 καὶ εὑρήσεις τὸ ποσὸν τῆς ὑπεροχῆς τοῦ ἡλίου.
“比某些星辰也小得多。” 他说“某些”是很恰当的;因为已经证明地球比月亮的天体大三十九倍。如果这样,你就得知了太阳比月亮大多少;把三十九乘以一百七十,你就会得出太阳所超出的量。
"Ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην." Χωρίς, φησί, τῆς γῆς οὐχ ὁρῶμεν, ὅτι ἔστιν ὕδωρ· πανταχόθεν γὰρ περικέχυται τῆς γῆς τὸ ὕδωρ. εἶτα ἵνα μή τις ἀπορήσῃ περὶ τοῦ καταγομένου ἐν τοῖς ὑετοῖς ὕδατος, τούτου χάριν εἶπεν, ὅτι ἠρεμοῦν καὶ περιοριζόμενον ὕδωρ οὐχ ὁρῶμεν ἄνευ τῆς γῆς· τὸ γὰρ ἐν τοῖς ὑετοῖς οὐκ ἠρεμεῖ σπεῦδον τὸν οἰκεῖον καὶ συγγενῆ καταλαβεῖν τόπον.
“而凝聚且被限定的水的本性。” 他说,离开地球,我们看不到水存在;因为水从各方环绕着地球。接下来,为了不让有人对雨水中降下的水产生疑难,为此他说,静止且被界定的水脱离地球是看不见的;因为雨水中的水并不静止,它正急于占据自己本有的、同类的处所。
"Οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν." Ἐπειδὴ εἶπεν, ὅτι ἵδρυται τὸ ὕδωρ περὶ τὴν γῆν, διαίρεσίν τινα λέγει, ὅτι τὸ μὲν φανερῶς ἵδρυται, ὡς τὸ ἐν θαλάσσαις καὶ ποταμοῖς, τὸ δὲ † ἀφανές, ὡς τὸ ἐν πηγαῖς, πλὴν εἰ καὶ ἀφανῶς τέως ἵδρυται.
“诸如显明的水,海与河流。” 既然他说水定居在地球周围,他就提出了一种划分:一部分显明地定居,如海与河流中的水,一部分是不可见的,如泉水中的水,只是即使是不可见的,暂且也是定居的。
"Τὸ δὲ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων." Ἐναργῶς ἐντεῦθεν δείκνυσι, περὶ τίνων αὐτῷ πρόκειται ζητῆσαι.
“而地球与最外层星辰之间的中间部分。” 他由此清晰地表明,他所要探究的对象是什么。
- 1.3.2λήσομεν ἑαυτοὺς τὸ κάλλιστον τῶν στοιχείων τὸ ζωογόνον, φημὶ δὲ τὸ πῦρ, μηδὲ ὅλως λέγοντες εἶναι
这是 λανθάνω 的将来时 λήσομεν 与反身代词宾格 ἑαυτούς 以及补充补足语分词 λέγοντες 连用的惯用句式,意为“在不知不觉中落得……/不知不觉中竟声称……”。分词 λέγοντες 支配一个带不定词的宾格结构,其主语宾格为 τὸ κάλλιστον τῶν στοιχείων,不定词为 εἶναι,由否定词 μηδέ 修饰。
- 1.3.3οὐκέτι συνεχοῦς οὔσης τῆς τοῦ πυρὸς τῇ τοῦ ἀέρος, ἀλλ’ ἁπτομένης
这是一个属格绝对结构。在阴性冠词 τῆς 以及分词 ἁπτομένης 之后,从上下文可意会省略了诸如“连续性”(συνέχεια)或“球层/本性”(σφαῖρα / φύσις)等阴性名词。与格短语 τῇ τοῦ ἀέρος 作为形容词/分词(συνεχής, ἁπτομένη)的补足成分。
- 1.3.6τὸν τριάκοντα ἐννέα ἐπὶ τὸν ρο
这是使用 ἐπί 连用宾格表示乘法的数学表达格式(即“以某数乘以某数”)。在数词 τριάκοντα ἐννέα(39)和希腊字母记数法 ρο(170,其中 ρ = 100,ο = 70)之前的阳性单数宾格冠词 τὸν,是与隐含的名词 ὁ ἀριθμός(数)在性与格上取得一致。
