- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:196.18-197.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯通过反冲原理解决了为何最冷之风产生雹而非雪的难题,并依次解释了随后的诸条风的定理(多云风、伴闪电风、云暴风以及季候风)。
τὸν δὲ βορρᾶν ἔδει τὴν χάλαζαν ποιεῖν, ὃς ἦν ἧττον ψυχρός, τὴν ἧττον ψυχράν. ἢ λέγομεν, ὅτι1 πολλάκις τὰ ἐναντία κατὰ συμβεβηκὸς δρῶσιν, οἷον τὸ ὕδωρ ψυχρὸν πολλάκις θερμαίνει κατὰ συμβεβηκὸς τῷ ἀντιπερίστασιν ποιεῖν· ἐναποκλειόμενον γὰρ ἐντὸς τὸ θερμὸν καὶ μὴ διαφορούμενον θερμαίνει. ἀλλὰ καὶ τὸ θερμὸν ἔστιν ὅτε ψύχει τῷ ἐκδιαφορεῖν τὴν ἐντὸς θερμασίαν. εἰ οὖν τοῦτο, τί ἂν ἄτοπον ψυχροτάτου ὄντος τοῦ ἀνέμου τὸ ἧττον ποιεῖν ψυχρόν,2 λέγω δὴ τὴν χάλαζαν, τῷ περιπηγνύναι τὰ ἐκτὸς ταχέως καὶ μὴ φθάνειν μέχρι τοῦ ἐντὸς τὴν ψῦξιν ἐπὶ τῆς ἀτμίδος ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο μεταβάλλεσθαι πρῶτον εἰς ὕδωρ, εἶθ’ οὕτω πήγνυσθαι καὶ ποιεῖν χάλαζαν. ἐπὶ δὲ τοῦ βορέου, ἐπειδὴ οὐκ ἔστιν οὗτος ψυχρότατος, οὐκ ἀθρόως παραπήγνυσι τὰ ἐκτὸς τῆς ἀτμίδος, ἀλλὰ κατὰ μέρος, καὶ λοιπὸν ὅλην ὡς ὅλην πήγνυσι πρινὴ εἰς ὕδωρ μεταβληθῆναι. καὶ τούτου χάριν ποιεῖ τὴν χιόνα μὴ ὢν ψυχρότατος. ἕβδομον ζητῆσαι, ποῖοί εἰσιν ἐπινέφελοι. καί φαμεν, ὅτι καικίας τε καὶ βορέας. ὁ μὲν καικίας ὡς ἐφελκόμενος ἐφ’ ἑαυτὸν τὰ νέφη (τῷ γὰρ εἶναι ἠρέμα ψυχρὸς παχύνει τὴν ἀναδιδομένην ἀτμίδα πολλὴν οὖσαν ἐκεῖσε ἐν τοῖς ἀνατολικοῖς μέρεσι καὶ πολλὰ νέφη συνίστησι), τῷ δ’ ἐφέλκειν αὐτὸν ἐπινέφελον ποιεῖ τὸν ἀέρα· συμβάλλονται δὲ αὐτῷ πρὸς τοῦτο βορέας τε καὶ εὖρος ὑγροὶ ὄντες πλησίον αὐτοῦ· ὕλην γὰρ αὐτῷ χορηγοῦσιν. ὁ δὲ βορέας πάλιν ἐπινέφελον ποιεῖ τὸν ἀέρα τῷ συναθροίζειν αὐτὰ διὰ πόρρω, ὥσπερ ἐν τῇ Αἰγύπτῳ γίνεται. ὄγδοον ζητητέον, ποῖοί εἰσιν ἀστραπαῖοι τῶν ἀνέμων, τουτέστι πόσοι μάλιστα ποιοῦσιν ἀστραπάς· βορέας, ἀπαρκτίας, θρασκίας, ἀργέστης, οὐ πάσας δέ, ἀλλὰ τὰς κατ’ ἐκπυρηνισμὸν γινομένας· ψυχρότατοι γὰρ ὄντες οὗτοι πυκνοῦσι τὴν ἀτμίδα ἐναπειληφυῖαν μὲν ἑαυτῇ καπνώδη ἀναθυμίασιν, εἶτ’ ἐκείνων μὴ διαφορουμένων θερμαίνεται καὶ ἐξάπτει, καὶ τελευταῖον μηκέτι στεγομένη ἐκπυρηνίζεται τῆς ψύξεως ἐκθλιβούσης καὶ ποιεῖ τὴν ἀστραπήν. ἔνατον, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκνεφίας δὲ νῦν καλῶ οὐ τοὺς κυρίως ἐκνεφίας·3 ἀλλὰ πρῶτον μάθωμεν, τίνες εἰσὶν ἐκνεφίαι ἄνεμοι. ἐκνεφίαι γὰρ λέγονται οἱ ἀπὸ τῶν νεφῶν πνέοντες. ἀλλ’ οὗτοι διττοί εἰσιν· ἢ γὰρ ἀμεταβλήτου μενούσης τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, ὡς μαθησόμεθα ἐν τῷ τρίτῳ βιβλίῳ (οἵτινες καὶ τυφῶνες προσαγορεύονται) ἢ τοῦ ἰσχυροῦ ἀνέμου ἀποδιώκοντος τὰ νέφη. εἶτα ἐκείνου παυσαμένου ἄλλου ἰσχυροτέρου ἐπαναστάντος καὶ ἀντωθήσαντος τὰ νέφη, ὡς παλίρροιαν γενέσθαι τῶν νεφῶν, λέγεται οὗτος ἐκνεφίας ὁ ἄνεμος ὡς ἀντωθῶν πάλιν τὰ νέφη, ὅθεν ἦλθον· εὑρίσκεται γὰρ καὶ οὗτος ἀπὸ τῶν νεφῶν πνέων. περὶ οὖν τούτου τοῦ ἐκνεφίου νῦν διαλαμβάνει, ὅστις οὐ κυρίως ἐστὶν ἐκνεφίας, ἢ δῆλον, ὅτι πάντες οἱ βορέαι· ἰσχυρότατος γάρ ἐστιν ὁ βορέας οὐ τῇ δυνάμει, ὡς εἴρηται, ἀλλὰ τῷ πλήθει. ἐμπίπτων γὰρ οὗτος ἀποδιώκει τὰ νέφη εἰς τὸν τόπον, ὅθεν ἦλθον· καὶ τούτου χάριν ἐκνεφίας προσαγορεύεται. δέκατον καὶ τελευταῖον ἦν ζητῆσαι, ποῖοι ἄνεμοί εἰσιν οἱ ἐτησίαι, καὶ τοῦτο δῆλον, ὅτι βορέαι· οἱ γὰρ ἐτησίαι οὐδὲν τούτου διαφέρουσι πλὴν τῷ χρόνῳ, ἐπειδὴ ὁ μὲν βορέας ἀδιαφόρως πνεῖ, οἱ δ’ ἐτησίαι οἱ ἐν χρόνῳ ὡρισμένως. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
另一方面,较不冷的北风本应当产生较不冷的雹。或者我们说,相反者往往由于偶性而发生作用,正如冷水往往通过产生反冲而偶性地加热;因为热被闭锁在内部且未能消散,便起到了加热作用。但热有时也通过完全消散内部的热气而起到冷却作用。那么,若是如此,即便风是最冷的,由于迅速在周围冻结外部,且在蒸气的情形下寒冷尚未来得及到达内部,并因此首先转变为水,然后以这种方式冻结并产生雹,从而产生了较不冷之物——我指的正是雹——又有什么荒谬之处呢?但在北风的情形中,由于它并非最冷,它不是一次性地冻结蒸气的外部,而是一部分一部分地[冻结],进而在蒸气转变为水之前,将整个蒸气作为一个整体冻结起来。正因如此,它虽非最冷,却产生了雪。第七个要探究的是:哪些风带来阴云。我们说:开喀阿斯与北风。开喀阿斯是由于将云拉向自身(因为通过微弱的寒冷,它使在东方区域大量升起的蒸气增厚,并凝聚起许多云),并通过它的拉引使空气变多云;邻近于它且属湿润的北风与欧洛斯也为此作出了贡献,因为它们为它提供了质料。而北风再次通过从远处聚集它们而使空气变多云,正如在埃及发生的那样。第八个应探究的是:风中的哪些是伴有闪电的,即哪些最常产生闪电:北风、阿帕克提亚斯、斯拉士基亚斯、阿尔格斯忒斯——不过并非所有的闪电,而是通过挤出而产生的那些。因为这些风由于极冷,便压缩了在自身内部困住了烟状蒸发物的蒸气,随后由于那些[蒸发物]无法消散,蒸气便被加热并点燃,最终由于不再被容纳,在寒冷的挤压下被挤出,从而产生闪电。第九个是:哪些风是云暴风。此处我所谓的云暴风并非严格意义上的云暴风;但让我们首先了解哪些风是云暴风。因为从云中吹出的风被称为云暴风。但这些有两种:或者是在烟状蒸发物保持不变时产生,正如我们将在第三卷中所学到的(这些也被称为提丰);或者是强风赶跑了云,随后在该风停息后,另一股更强的风兴起并将云推回,从而产生云的反冲,这股风被称为云暴风,因为它把云推回它们来时的地方;因为这股风也被发现是从云中吹拂的。那么,关于这种并非严格意义上的云暴风,他现在正在论述;显然它们全是北风。因为正如所言,北风之所以最强,不是由于力量,而是由于数量。因为它通过冲击,把云驱赶回它们来时的地方;正因这个缘故,它被称为云暴风。第十个也是最后一个要探究的是:哪些风是季候风;这同样显然是北风。因为季候风除了在时间上以外,与北风并无差异,因为北风不分时节地吹拂,而季候风则在确定的时间内吹拂。手头的这段经文所传授的便是这些。
- 2.10.1ἢ λέγομεν, ὅτι
用于引出对前一分块末尾提出并在开头句中补充的疑难之反驳与解决的习用表达。小词 ἢ(或者/毋宁说)引导出对所设难题的正确解答。
- 2.10.1τί ἂν ἄτοπον ψυχροτάτου ὄντος τοῦ ἀνέμου τὸ ἧττον ποιεῖν ψυχρόν
修辞性疑问句,谓语 ἄτοπον 之后省略了希求法 εἴη。ψυχροτάτου ὄντος τοῦ ἀνέμου 为带有让步意味的独立属格,句子的真正主语是带冠词不定式短语 τὸ ... ποιεῖν ψυχρόν,其后接由 τῷ περιπηγνύναι ... 构成的与格动名词短语以表明原因或手段。
- 2.10.1ἐκνεφίας δὲ νῦν καλῶ οὐ τοὺς κυρίως ἐκνεφίας
注释家在引入第九条定理时的界定说明,旨在将该词严格的本义(κυρίως)与上下文中的限定或转借用法区分开来,预先限定亚里士多德在此处的用词范围以防读者误解。
