- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:192.15-193.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了亚里士多德关于南半球温带及风的对称性的论述,解释了南风的起源与成因,并讨论了用于展示风向方位的地平圈图解的绘制原则。
" Ἐπεὶ δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον." Ἐπειδή, φησί, πρὸς τῷ ἀρκτικῷ πόλῳ ἐστὶ τὸ τύμπανον τοῦτο δὴ τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, δῆλον ὅτι καὶ πρὸς τῷ νοτίῳ πόλῳ ἡ ἀναλογία φυλάττεται. οὐκοῦν ὥσπερ τοῦτο εὐκραές ἐστι τὸ χωρίον, ἐν ᾧπερ ἡμεῖς οἰκοῦμεν, κἀκεῖνο ὁμοίως ἐστὶν εὐκραές· καὶ ὥσπερ ἐνταῦθα πνεῖ ἄνεμός τις ἀπὸ τῆς ἄρκτου, οὕτω κἀκεῖσε πνεῖ ἀπὸ τῆς ἄρκτου. ἀλλ’ οὐ δυνατὸν οὔτε τὸν ἐκεῖθεν ἄνεμον ἐνθάδε πνεῖν οὔτε τὸν ἔνθεν ἐκεῖσε διὰ τὸ διάστημα. καὶ ὅρα, πῶς ἀψοφητὶ μετὰ τὸ λῆμμα τὴν κατασκευὴν ἐπάγει,1 ὅτι οὔτε ἀποπνεῖ ἀπὸ τοῦ νοτίου πόλου ὁ νότος ἐνταῦθα (εἰ γὰρ οἱ καθ’ ἡμᾶς ἄνεμοι οὐ πανταχόσε πνέουσι διὰ τὸ ἐξασθενεῖν ὑπὸ τοῦ μήκους, πόσῳ μᾶλλον ὁ ἐκεῖθεν νότος;) οὔτε ἀπὸ χειμερινῆς τροπῆς.
“而既然某个区域必然相对于另一极具有类似的状况”他说,既然我们所居住的这片鼓形区域位于北极一侧,显而易见,在南极也保持着这种对应比例。因此,正如我们所居住的这片区域是温和的,那一区域同样也是温和的;正如这里有某种风从北方吹来,那里同样也有[风]从北方吹去。然而,由于距离的缘故,那里的风不可能吹到这里,这里的风也不可能吹到那里。你看,他在前提之后多么不动声色地引入了证明:南风并非从南极吹向这里(因为假若我们这里的风尚且因距离削弱而无法吹向各处,那里的南风岂不更是如此?),也不是从冬至点[吹来]。
"Οὕτω γὰρ τὸ ἀνάλογον ἀποδίδωσι." Τί φησιν; ὅτι οὔτε ἀπὸ χειμερινῆς τροπῆς πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἐπειδὴ ἔδει τὴν ἀναλογίαν φυλαχθῆναι τὴν αὐτὴν ἐπὶ τῶν νοτίων ἐτησίων ὥσπερ ἐπὶ τῶν βορείων. ἐπειδὴ γὰρ οἱ βόρειοι ἐτησίαι ἀπὸ τοῦ θερινοῦ τροπικοῦ πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς, ἔδει καὶ τοὺς νοτίους, εἴπερ ἀπὸ τοῦ χειμερινοῦ πνέουσι, μετὰ εἴκοσιν ἡμέρας πνεῖν. ἀλλὰ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς τροπῆς πνέουσιν· οὐκ ἄρα ἀπὸ τοῦ χειμερινοῦ πνεῖ ὁ νότος.
“因为这样便呈现了对应之物。” 他在说什么?他说,我们这里的南风并非从冬至点吹来,因为南方季风应当保持与北方季风相同的比例。因为北方季风在夏至后二十天从夏至线吹来,南方季风假若真从冬至线吹来,也理应在二十天后吹来。然而它们却在至点后七十天吹来;因此南风并非从冬至线吹来。
"Ἐκεῖνος δ’ ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ ἔχει ὕδατα καὶ νομάς, αἳ διὰ τὴν πῆξιν ποιήσουσιν ἐτησίας." Περὶ τῆς διακεκαυμένης λέγει ζώνης, ὅτι διὰ τὸ τὸν ἥλιον ἀεὶ ἐπικεῖσθαι ξηροτάτη ἐστὶ καὶ θερμοτάτη. ἀλλ’ εἴποις ἄν· καὶ πόθεν ἰσχυρὸς ἄνεμος ἐκεῖθεν πνεῖ ὁ νότος, εἴπερ μὴ ἔστιν ἰκμὰς ἡ ποιοῦσα τὴν ὕλην τῶν ἀνέμων; αὐτός φησιν, ὅτι τῷ εἶναι πολλὴν γῆν ἀναπεπταμένην·2 ὅλη γὰρ ἡ μεταξὺ τῶν δύο τροπικῶν, θερινοῦ τε καὶ χειμερινοῦ, τὸ ἀπὸ ἑκάστης γῆς μερικῶς συναγόμενον πνευμάτιον ποιεῖ ἕνα σφοδρὸν ἄνεμον, τὸν νότον.
“而那处地方由于太阳的临近,并没有会因冻结而产生季风的水流和牧地。” 谈及灼热带,他说由于太阳始终悬于其上,它是极度干燥且极度炎热的。然而有人可能会说:假若不存在产生风之质料的湿气,强大的南风又从何处自那里吹来?他自己说:由于存在大量展布的大地;因为在夏至线与冬至线这二回归线之间的整个[区域],从各块土地局部汇集起来的微风,便汇成了一股强劲的单一风,即南风。
"Τίς μὲν οὖν αἰτία τούτων τῶν ἀνέμων." Αἰτία ὑλική. εἴρηται γάρ, ὅτι οὐκ ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλὰ καπνώδης ἀναθυμίασις.
“那么,这些风的原因是什么[便已说明]”质料因。因为此前已说过,风并非运动的空气,而是烟状的升发物。
"Περὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ ποίους ἅμα πνεῖν ἐνδέχεται, ποίους δ’ οὔ." Ταῦτα πάντα ζητήσει ἐν τοῖς ἐφεξῆς.
“而关于它们的方位,哪些与哪些相反,哪些可以同时吹拂而哪些不能”所有这些他将在接下来加以探讨。
"Δεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπογραφῆς θεωρεῖν." Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τῶν ἀνέμων διαλαμβάνει κατὰ τὸ προειρημένον διάγραμμα.
“但必须结合图解同时考查关于方位的论述。” 自此之后,他根据前述图解探讨风的方位。
"Γέγραπται μὲν οὖν τοῦ μᾶλλον εὐσχημόνως ἔχειν3 ὁ τοῦ ὁρίζοντος κύκλος· διὸ καὶ στρογγύλος." Ἐπειδή, φησί, † τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸν ὁρίζοντα, ἵνα τοὺς ἐν ταύτῃ ἀνέμους ὑπογράψω, αὕτη δ’ οὐκ ἔστι 〈κυκλοτερής,〉 ἀλλ’ ἐπιμήκης (οὔτε γὰρ ἐξισάζει τὸ μῆκος τῷ πλάτει), δῆλον ὅτι οὔτε ὁ ταύτης ὁρίζων ἐστὶ κυκλοτερής, ἀλλ’ ἐπιμήκης ὡς πρὸς τὴν οἰκουμένην γῆν· ἀλλ’ εἰ καὶ μὴ ἔστι κυκλοτερὴς ὁ ὁρίζων, ἀλλ’ οὖν κυκλοτερὴς καταγεγράφθω διὰ τὸ εὔσχημον.4
“地平圈绘制出来,是为了使其更合乎匀称;因此它也是圆的。” 他说,既然[绘制]我们所居住区域的地平圈,是为了使我能勾勒出其中的风,而这一[可住区域]并非圆形而是狭长的(因为长度并不等于宽度),显而易见,它的地平圈亦非圆形,而是相对于可居住的大地呈狭长形;然而即使地平圈并非圆形,为了匀称起见,不妨就绘制成圆形。
"Τοῦ δ’ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον τόπων." Ἐντεῦθεν τὴν αἰτίαν λέγει τοῦ μείζονα εἶναι τὰ νότια πνεύματα.
“而来自朝北地方的风更多这一事实”从这里起,他阐述南方风气更为巨大的原因。
- 2.9.12ἀψοφητὶ μετὰ τὸ λῆμμα τὴν κατασκευὴν ἐπάγει
副词 ἀψοφητὶ(“悄然地、不动声色地”)修饰动词 ἐπάγει。它形象地说明了亚里士多德在提出前提(λῆμμα)之后,未经繁琐铺垫便提出其论证/确证(κατασκευή)。
- 2.9.14τῷ εἶναι πολλὴν γῆν ἀναπεπταμένην
带中性与格冠词的不定词 τῷ εἶναι 带有宾格主语 πολλὴν γῆν ἀναπεπταμένην,作原因与格。它直接构成了对前面问句(πόθεν...;)的回答。
- 2.9.18τοῦ μᾶλλον εὐσχημόνως ἔχειν
引文中的属格不定词短语 τοῦ μᾶλλον εὐσχημόνως ἔχειν 是表示目的的属格。在希腊语散文中,τοῦ 加不定词常用于表示目的,相当于 ἵνα 引导的从句(“为了更加匀称”)。
- 2.9.18ἀλλ’ οὖν κυκλοτερὴς καταγεγράφθω διὰ τὸ εὔσχημον
让步关联结构 εἰ καὶ ... ἀλλ’ οὖν(“即使……然而无论如何……”)的归结分句。此处使用第三人称单数完成被动态命令法 καταγεγράφθω,表示在几何绘图上采取的让步性规范(“不妨就绘制成……”)。
