- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:194.2-195.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯阐明了亚里士多德将十二种风概括为四种进而概括为北风与南风两种的过程,论证了东方何以比西方更热,并探讨了关于风的十条定理中的第一条,即相反的风不会同时吹拂。
" Ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τε ἀπαρκτίας καὶ θρασκίας καὶ μέσης." Διδάξας ἡμᾶς ὁ φιλόσοφος περὶ τῆς θέσεώς τε καὶ ὀνομασίας τῶν ἀνέμων, ὅτι δώδεκά εἰσι τὸν ἀριθμὸν ἀπὸ τῶν δώδεκα τμημάτων καὶ τῶν ἓξ πόλων πνέοντες, νῦν συναίρεσιν ποιεῖ τῶν δώδεκα ἀνέμων καὶ οἷόν τινα συγκεφαλαίωσιν εἰς τέσσαρας ἀνέμους καθολικωτέρους. καί φησιν, ὅτι πάντες οὗτοι συγκεφαλαιοῦνται εἰς τέσσαρας ἀνέμους μεγίστους ἐναντίους· ἀνατολικῶν μὲν γὰρ πάντων εἷς μόνος ἐστὶν ὁ κυρίως, λέγω δὴ ὁ ἀπηλιώτης, δυτικῶν ζέφυρος, ἀρκτικῶν δὲ ἀπαρκτίας, νοτίων δὲ νότος. εἶτα πάλιν ἑτέραν συναίρεσιν τούτων ποιεῖται συντομωτέραν καὶ συγκεφαλαιοῖ τοὺς τέσσαρας εἰς δύο, βορρᾶν τε καὶ νότον. καὶ δίδωσι τῷ μὲν βορρᾷ τοὺς δυτικοὺς ἀνέμους πάντας καὶ ἀρκτικοὺς ὡς ψυχροὺς ψυχρῷ, τῷ δὲ νότῳ τοὺς ἀνατολικοὺς πάντας καὶ νοτίους ὡς θερμοὺς θερμῷ. θερμότερα γὰρ τὰ ἀνατολικὰ μέρη τῶν δυτικῶν, ἐπειδὴ ἀνερχόμενος ὁ ἥλιος καὶ τέως πρὸς ταῖς ἀνατολαῖς ὑπάρχων θερμαίνει μὲν τὰ ἀνατολικὰ μάλιστα, ἧττον δὲ τὰ δυτικά· μεσουρανῶν δὲ καὶ πρὸς δυσμὰς ὁρμώμενος ἄρχεται τὰ μὲν δυτικὰ μέρη μᾶλλον θερμαίνειν, ἧττον δὲ τὰ ἀνατολικά. ἀλλ’ ὅσον ἐπὶ τούτῳ φαίη ἄν τις ἀντανίσωσιν γίνεσθαι1 καὶ ὁμοίως εἶναι θερμὰ τὰ ἀνατολικὰ τοῖς δυτικοῖς, ἐπειδὴ ὁμοίως θερμαίνονται ἄμφω τὰ μέρη. ἀλλὰ λέγομεν, ὅτι μεσουρανήσαντος τοῦ ἡλίου καὶ ἐπὶ δυσμὰς κλίναντος μεμένηκεν ἔτι θερμότερα τὰ ἐν τοῖς ἀνατολικοῖς, ἐπειδὴ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος, ἐλθόντος δ’ εἰς τὰς δυσμὰς τοῦ ἡλίου καὶ δύσαντος οὐκέτι ἐφυλάχθη ἡ θερμασία ἐν τῇ δύσει διὰ τὸ ὑπὸ γῆν γεγονέναι τὸν ἥλιον. οὕτω τοίνυν κατασκευάζομεν, ὅτι θερμότερά ἐστι τὰ ἀνατολικὰ τῶν δυτικῶν. οὕτω τοίνυν ὁ φιλόσοφος συγκεφαλαιωσάμενος πάντας τοὺς ἀνέμους εἰς δύο, βορρᾶν τε καὶ νότον, καὶ διανείμας ἑκάστῳ τοὺς οἰκείους, δέκα θεωρήματα περὶ αὐτῶν παραδίδωσιν. ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ποῖοι ἄνεμοι τίσι συμπνέουσι; δεύτερον· ποῖοι ἄνεμοι πότε πνέουσι; τρίτον· ποῖοι ἄνεμοι τίνας παύουσι; τέταρτον· τίνες ἐναντίοι ὄντες τὰ αὐτὰ ἐργάζονται; πέμπτον· τίνες τῶν ἀνέμων εἰσὶ νιφετώδεις; ἕκτον· τίνες χαλαζώδεις; ἕβδομον· τίνες ἐπινέφελοι; ὄγδοον· τίνες ἀστραπαῖοι; ἔνατον· τίνες ἐκνεφίαι; δέκατον καὶ τελευταῖον· τίνες ἐτησίαι; ταῦτα τὰ δέκα νῦν περὶ ἀνέμων παραδίδωσιν Ἀριστοτέλης. ἀλλὰ φέρε τούτων ἕκαστον διεξέλθωμεν. καὶ τὸ μὲν πρῶτον φαμεν, ὅτι οἱ ἐναντίοι ἀλλήλοις οὐ συμπνέουσιν, βορρᾶς τε καὶ νότος καὶ οἱ λοιποὶ ἐναντίοι· εἴργουσι γὰρ ἀλλήλων τὴν πρόοδον. εἰ μὲν γὰρ ἰσοσθενεῖς ὦσι, στάσις πάντως γενήσεται καὶ ἠρεμία· εἰ δὲ θάτερος περιγένηται, θάτερος παύεται. ὥστ’ οὐ δυνατὸν ἀλλήλοις συμπνεῖν τοὺς ἐναντίους αὐτῶν, οὐ τοῦτό μου λέγοντος, ὅτι οὐδ’ ὅλως2 (εἰ γὰρ οὕτως, ἀναιρήσομεν τὸν κατὰ Βοῦραν καὶ Ἑλίκην γεγονότα κατακλυσμόν, ἔνθα ἐναντίων ἀνέμων πνευσάντων καὶ ἐκεῖ συναθροισθέντων νεφῶν ἐγένετο κατακλυσμός), ἀλλ’ ὅτι μέχρι μέν τινος συμπνέουσιν, οὐ μετὰ πολὺ δὲ περιγίνεται θάτερος θατέρου καὶ μόνος πνεῖ. οὗτοι μὲν οὖν οὐ συμπνέουσιν ἐπὶ τὸ πολύ, συμπνέουσι δὲ οἱ μὴ ἐναντίοι. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ πολλάκις εἰς τὸν αὐτὸν τόπον ἐκ διαφόρων πλέομεν τόπων οὔριον ἔχοντες ἄνεμον· ᾧ δῆλον, ὅτι συμπνέουσιν ἀλλήλοις3 οἱ ἄνεμοι οἱ μὴ κατὰ διάμετρον ὄντες.
“在上述风中,北风包括阿帕克提亚斯、斯拉士基亚斯与梅塞斯。” 哲学家[亚里士多德]在向我们阐明了风的方位与名称(即风共有十二种,从十二个分段和六个极吹来)之后,如今对这十二种风进行归并,并进行某种概括,归为四种更为普遍的风。他说,所有这些风都可概括为互相相反的四种最大的风:因为在所有东风中,严格意义上的[东风]只有一种,即阿佩利奥特斯;在西风中为泽费罗斯;在北风中为阿帕克提亚斯;在南风中为诺托斯。接着,他又对这些风进行另一项更为简略的归并,将四种风概括为两种,即北风与南风。他将所有西风与北风划归北风,乃是以冷配冷;将所有东风与南风划归南风,乃是以热配热。因为东方区域比西方区域更为炎热,这是由于太阳升起并暂时居于东方时,最为加热东方,而较少加热西方;但当它运行至天顶并趋向西方时,便开始更多加热西方区域,而较少加热东方。然而仅就这一点而言,有人可能会说会产生相等的补偿,东方与西方同样炎热,因为两处区域受热均等。但我们说,太阳过天顶并偏向西方之后,东方区域的事物仍然保持更为炎热,因为太阳仍在地面之上;而当太阳到达西方并落山之后,由于太阳已至地底之下,西方就不再保有热量。因此,我们便如此确立了东方比西方更为炎热。因此,哲学家如此将所有的风概括为北风与南风这两种,并将各自固有的风分配给它们之后,便传授了关于它们的十条定理。其中第一条是这样的:哪些风与哪些风共吹?第二条:哪些风在何时吹拂?第三条:哪些风使哪些风停息?第四条:哪些相反的风产生相同的效果?第五条:哪些风带雪?第六条:哪些风带雹?第七条:哪些风召云?第八条:哪些风引闪电?第九条:哪些风引起暴风?第十条也是最后一条:哪些是季风?亚里士多德如今传授了关于风的这十条定理。然而,且让我们逐一探讨这些定理。关于第一条,我们说,彼此相反的风不会共同吹拂,即北风与南风以及其余相反的风;因为它们阻碍彼此的前进。因为它们若势均力敌,必定产生停顿与静止;若一方占优,另一方则停息。因此,在相反的风中彼此共同吹拂是不可能的——我并非说“全然[不共同吹拂]”(因为假若如此,我们便会否定发生在布拉与赫利凯的洪水,在那里由于相反的风吹拂且云层聚集而引发了洪水),而是说在一定限度内它们确实共同吹拂,但不久之后一方战胜另一方而独自吹拂。因此,这些风在绝大多数情况下并不共同吹拂,而非相反的风则共同吹拂。而这一点之所以真实乃是显而易见的,因为我们常常从不同地点凭借顺风航行至同一地点;由此显而易见,非对角相对的风彼此能够共同吹拂。
- 2.10.1ἀλλ’ ὅσον ἐπὶ τούτῳ φαίη ἄν τις ἀντανίσωσιν γίνεσθαι
短语 ὅσον ἐπὶ τούτῳ 是一个限制性副词短语,意为“仅就此而言”或“仅根据这一点”。主句谓语为带有 ἄν 的潜在希求法动词 φαίη ἄν(“有人可能会说”),统领后续的带不定词的宾格结构(ἀντανίσωσιν γίνεσθαι καὶ ὁμοίως εἶναι...)。评注者在此提出一个预想的反驳,随后在 ἀλλὰ λέγομεν(“但我们说”)中对其予以驳斥。
- 2.10.1οὐ τοῦτό μου λέγοντος, ὅτι οὐδ’ ὅλως
短语 οὐ τοῦτό μου λέγοντος 是带有否定词 οὐ 的属格绝对结构,作为插入短语限定注疏者自身的主张(“我并非说‘全然[不吹]’”)。它与后文的 ἀλλ’ ὅτι...(“而是说……”)相对照,在句法上明确说明了所指的不可能性并非绝对,而是一般情况如此。
- 2.10.1ᾧ δῆλον, ὅτι συμπνέουσιν ἀλλήλοις
中性单数与格关系代词 ᾧ 指代前面的整个事实(凭借顺风从不同地点航行至同一地点)作为原因或手段,意为“由此显而易见……”。述谓形容词 δῆλον 之后省略了系动词 ἐστί。
