← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§190.22-192.14

灼热带的不可居住性与已知世界的长宽尺度

奥林匹奥多鲁依据正午日影的投射方向论证灼热带无人居住,根据北冕座的南中天顶位置确认人类所居之地偏北,进而批判了将已知世界绘制为圆形的制图做法,指出东西之长远胜于南北之宽的带状格局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.7

" Καὶ οὔτ’ ἐκεῖνα τῶν τροπικῶν· σκιὰ γὰρ οὐκ ἂν ἦν πρὸς ἄρκτον." Οὔτε τὰ ἐντὸς τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ, τουτέστιν ὅλον τὸ πλάτος τῆς διακεκαυμένης ἄοικόν ἐστι. πόθεν δῆλον; ἐπειδὴ ἡ σκιὰ ἡ γινομένη ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ πᾶσα πρὸς ἄρκτον πίπτει, ἡ δὲ σκιὰ ἡ γινομένη ἐπὶ τῆς διακεκαυμένης ἢ πρὸς μεσημβρίαν πίπτει ἢ οὐ γίνεται σκιά, πλὴν ἐλαχίστη περὶ τὸ σῶμα πίπτουσα τὸ σκιάζον· πρὸς μεσημβρίαν μὲν πίπτει, ὅταν ἐν τῷ θερινῷ τροπικῷ ἔλθῃ ὁ ἥλιος, περὶ δὲ τὸ σῶμα μόνον, ὅταν κατὰ κορυφὴν ἔλθῃ, τουτέστιν εἰς τὸν ἰσημερινὸν τροπικόν. εἰ οὖν οἰκοῖτο, φησί, καὶ μεταξὺ † τοῦ τροπικοῦ, οὐκ ἔδει διττὴν σκιὰν πίπτειν πρὸς ἄρκτον ἐν τῷ μεσουρανεῖν τὸν ἥλιον, ἀλλὰ ποτὲ μὲν πρὸς μεσημβρίαν, ποτὲ δὲ πρὸς ἄρκτον, ποτὲ δὲ καὶ ἐκλιμπάνειν·1 πρὸς ἄρκτον μὲν ὡς πρὸς τὴν ἡμετέραν οἰκουμένην, πρὸς μεσημβρίαν δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦντας, εἴπερ ἦσαν, ἀσκίους δὲ ὡς πρὸς τοὺς ὑπὸ τὸν ἰσημερινὸν παράλληλον. ἀλλὰ μὴν οὐχ ὁρῶμεν οὐδαμοῦ σκιὰν οὔτ’ ἐκλιμπάνουσαν οὔτε πρὸς νότον τρεπομένην μεσουρανοῦντος τοῦ ἡλίου· οὐκ ἄρα οἰκοῦνται οὗτοι οἱ τόποι.

“而回归线彼方的那些[区域]也不[适宜居住];因为影子不会投向北方。” 夏至线与冬至线之内,即灼热带的全部宽度,也是无法居住的。从何见得?因为在我们所居住的区域内产生的影子全部投向北方,而在灼热带产生的影子要么投向南方,要么不产生影子,除却落在投影物体周围极小范围之外;当太阳到达夏至线时它投向南方,而当太阳到达天顶时,即到达赤道回归线时,仅投在物体周围。他说,因此如果回归线之间也被居住,当太阳处于天中时,双重的影子本不该投向北方,而应当有时投向南方,有时投向北方,有时甚至消失:投向北方是如同对于我们所居住的区域而言,投向南方是如同对于居住在夏至线之下的人们(假若真有此等人的话)而言,无影则是如同对于赤道平行圈之下的人们而言。然而,当太阳处于天中时,我们未在任何地方看到影子消失或转向南方;由此可知,这些地方是无人居住的。

§2.9.8

"Φαίνεται δὲ καὶ ὁ Στέφανος κατὰ τὸν τόπον τοῦτον." Φαίνεται γὰρ ὑπὲρ κεφαλὴν γινόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν. πιστοῦται τὸν λόγον, ὅτι βορείαν ἔχομεν ἡμεῖς τὴν οἴκησιν ἐντὸς ὄντες τοῦ θερινοῦ τροπικοῦ ἀπὸ τοῦ Στεφάνου τῆς Ἀριάδνης. οὗτος γὰρ βόρειος ὢν πρὸς τῷ ἀρκτῴῳ πόλῳ, ἐπὰν ἔλθῃ κατὰ τοῦ μεσημβρινοῦ, τουτέστιν ἐν τῷ μεσουρανήματι, τηνικαῦτα κάθετος ἡμῖν ἐστιν. ᾧ δῆλον, ὅτι βορεία ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη·2 οὐ γὰρ ἂν ἄλλως κάθετος ἐφαίνετο ἡμῖν, εἰ μὴ βόρειος ὑπῆρχεν ἡμῶν.

“而冠[座]也出现在这个区域。” 因为当它位于子午线上时,显见它来到我们的头顶正上方。他借由阿里阿德涅之冠证明了我们处于夏至线以内因而拥有偏北的居所这一论据。因为它靠近北极而偏北,每当来到子午线上,即处于天中顶点时,那时它正处于我们的垂直上方。由此显然可见,我们所居住的区域是偏北的;因为若非它位于我们的北方,便不可能以其他方式垂直显现于我们上方。

§2.9.9

"Διὸ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς." Καταμέμφεται τοὺς γεωγράφους, ὅτι σφαιρικῶς τὴν καθ’ ἡμᾶς οἰκουμένην γράφουσιν· οὐ γὰρ ἔδει σφαιρικῶς αὐτὴν γράφειν, ἀλλὰ ζωνοειδῶς. ἐδείξαμεν γάρ, ὅτι τύμπανόν ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη οὐκ ἔχουσα τὸ πλάτος ἴσον τῷ μήκει· πολὺ γὰρ προάγει τὸ μῆκος τοῦ πλάτους, ἐν δὲ κύκλῳ ἴσον τὸ πλάτος τῷ μήκει· τὸ μέσον γὰρ θερινοῦ τροπικοῦ * * * πόλου ἐστὶ τὸ πλάτος μόνον, τὸ δὲ μῆκος ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν.

“因此他们如今可笑地绘制大地周游图。” 他指责地理学家们将我们所居住的区域绘制成球形(圆形);因为他们本不该将其绘制成圆形,而应当绘制成带状。因为我们已经指出,我们所居住的区域形如腰鼓,其宽度与长度并不相等;因为长度远远超出宽度,而在圆中宽度与长度是相等的。因为夏至线与[北]极之间仅仅是宽度,而长度则是从东方到西方。

§2.9.10

"Ὅ τε γὰρ λόγος δείκνυσιν, ὅτι τὸ πλάτος ὥρισται, τὰ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν." Ἔδειξεν ὁ λόγος, φησίν, ὅτι ἐλάχιστόν ἐστι τὸ πλάτος τῆς καθ’ ἡμᾶς οἰκουμένης ὡς πρὸς τὸ πᾶν, τὸ μέντοι μῆκος μέγιστον. καὶ τί λέγω μέγιστον; ὅπου γε καὶ εἰς τοὺς ἀντίποδας ἦν δυνατὸν ἐλθεῖν τινα,3 τουτέστιν εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον, ὅσον κατὰ τὴν εὐκρασίαν· ἀλλὰ τοῦτο οὐ γίνεται διὰ τὸ εἶναι μεταξὺ θαλάσσας ἄλλας τε καὶ αὐτὸν τὸν Ὠκεανόν. οὕτω μέγιστόν ἐστι τὸ μῆκος, ὡς συνάπτειν τὰ δύο ἡμισφαίρια.

“因为理性表明其宽度已受限定,而在周圈中由于调和则可能相接。” 他说,理性表明,我们所居住区域的宽度相对于整体而言是极小的,然而长度却是极大的。我为何称之为极大?就温和的调和而言,甚至某人有可能前往对跖点,即前往地下的半球;然而由于其他海洋特别是大洋本身介于其间,这并未发生。其长度如此之大,以至于将两个半球连接在一起。

§2.9.11

"Τὸ γὰρ ἀφ’ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθος.4" Ὅρους λαμβάνει τοῦ μήκους καὶ τοῦ πλάτους τῆς καθ’ ἡμᾶς οἰκουμένης. καὶ τοῦ μὲν μήκους ἐπὶ δυσμὰς τὰς Ἡρακλείους στήλας, πρὸς δὲ ἀνατολὰς τὴν ἐσχάτην Ἰνδίαν, παρ’ οἷς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. δῆλον δ’ ὅτι οἱ ὅροι οὗτοι τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου ὄντες μήκους εἰσί· τοῦ δὲ πλάτους πρὸς μὲν τὴν διακεκαυμένην ζώνην ὅρους λαμβάνει τοὺς Αἰθίοπας, πρὸς δὲ ἄρκτον τὴν Μαιῶτιν καὶ τοὺς ἐσχάτους Σκύθας. καί φησιν, ὅτι ὥσπερ τὰ πέντε τῶν τριῶν ὑπερέχει, οὕτω τὸ μῆκος τοῦ πλάτους. ἀλλὰ μὴ νομίσῃς, ὅτι τοῦτο εἶπεν, ὅτι ὅσον τὰ πέντε τῶν τριῶν ὑπερέχει, τοσοῦτον τὸ μῆκος τοῦ πλάτους· οὔτε γὰρ τοσαύτη μόνον ἐστὶν ἡ ὑπεροχὴ τοῦ μήκους πρὸς τὸ πλάτος, ἀλλὰ πολλαπλασία. ἀλλὰ παράδειγμα δεῖ λαβεῖν, ὅτι ‘ὥσπερ’ οὐχ ‘ὅσον’.

“因为从赫拉克勒斯之柱到印度[的距离],相比于从埃塞俄比亚到迈奥提斯湖及斯基泰最边远地方[的距离],在大小上超过了五比三。” 他设定了我们所居住区域的长度与宽度的界限。对于长度而言,西至赫拉克勒斯之柱,东至极远的印度,在其旁乃是红海。显而易见,这些界限属于地表上半球的长度;对于宽度而言,朝向灼热带他将埃塞俄比亚人设为界限,朝向北方则将迈奥提斯湖和最边缘的斯基泰人设为界限。并且他说,正如五超过三那样,长度亦如此超过宽度。但切勿以为他说了这样的话:五超过三多少,长度便按同样的比例超过宽度;因为长度对宽度的超出并非仅仅只有这么多,而是成倍的。相反,应当将此视为一种范例,即它是“正如”而非“多少”。

语法注4 条
  1. 2.9.7οὐκ ἔδει διττὴν σκιὰν πίπτειν πρὸς ἄρκτον ἐν τῷ μεσουρανεῖν τὸν ἥλιον, ἀλλὰ ποτὲ μὲν πρὸς μεσημβρίαν, ποτὲ δὲ πρὸς ἄρκτον, ποτὲ δὲ καὶ ἐκλιμπάνειν

    在对应条件从句 εἰ οὖν οἰκοῖτο 的归结从句中,无人称动词未完成过去时 ἔδει 与不定式 πίπτειν 构成反事实虚拟(“本不应当落在……而应当……”)。在 ἀλλὰ 之后的三个不定式短语(前两者承前省略 πίπτειν,第三者为 ἐκλιμπάνειν)并列作 ἔδει 的补足语。

  2. 2.9.8ᾧ δῆλον, ὅτι βορεία ἐστὶν ἡ καθ’ ἡμᾶς οἰκουμένη

    关系代名词与格 ᾧ 指代前文整句(冠座南中时垂直位于头顶),作为手段或原因与格起句间连接作用(“由此[显然可见……]”)。δῆλον 之后省略了系动词 ἐστί。

  3. 2.9.10ὅπου γε καὶ εἰς τοὺς ἀντίποδας ἦν δυνατὸν ἐλθεῖν τινα

    ὅπου γε 作为表示程度或证据的副词性连词使用,意为“以至于/鉴于……甚至某人有可能前往……”,用以夸张地强调前文的 μέγιστον。ἦν δυνατόν 表过去的潜在可能性。

  4. 2.9.11Τὸ γὰρ ἀφ’ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθος

    句首带中性定冠词的介词短语 Τὸ ... μέχρι τῆς Ἰνδικῆς 充当主语(承前省略 διάστημα 等表示距离的名词),与其对比的属格短语 τοῦ ἐξ Αἰθιοπίας ... τόπους 作比较级 πλέον 的比较属格。全句系动词 ἐστί 被省略。句末的 τὸ μέγεθος 为关系宾格(限制性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:190.22-192.14