- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:189.11-190.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了亚里士多德在说明南风源头时所依据的前提,即大地上的两个可居住区段(北极圈与夏至线之间,以及冬至线与南极圈之间),并解释了从地心引线所构成的圆锥与鼓形截头圆锥(圆台)的几何作图。
" Ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου." Ἑτέραν ἄρκτον καλεῖ τὸν ἀνταρκτικὸν πόλον. τί οὖν φησιν; ὅτι ὡς δείξω οὐκ ἀπὸ τοῦ ἀνταρκτικοῦ πόλου πνεῖ ὁ νότος, ἀλλ’ ἀπὸ τοῦ τόπου πλησίον ἡμῶν, τουτέστιν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ. ἀλλὰ πρῶτον λαμβάνει λῆμμα τὴν διαίρεσιν τῆς γῆς· εἶθ’ οὕτω τοῦτο δείκνυσιν.
“南风从夏至线吹来,而不是从另一个北极圈吹来。” 他将南极圈称为“另一个北极圈”。那么他说了什么?他说,正如我将要表明的那样,南风并非从南极圈吹来,而是从靠近我们的地方,即从夏至线(夏至回归线)吹来。但他首先将大地的划分作为前提命题,然后才这样加以证明。
"Δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς χώρας οἰκεῖσθαι." Ποῖον τούτων; ἑνὸς μὲν τοῦ μεταξὺ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ, ὅπερ καὶ ἡμεῖς οἰκοῦμεν, ἑτέρου δὲ τοῦ ὄντος μεταξὺ χειμερινοῦ τροπικοῦ καὶ ἀντἀρκτικοῦ,1 ὅπερ ὁ μὲν λόγος ὑπαγορεύει οἰκεῖσθαι διὰ τὸ τὴν αὐτὴν ἀναλογίαν τῆς κράσεως φυλάττεσθαι, οἵαν καὶ ἐν τῇ καθ’ ἡμᾶς ζώνῃ. ὥσπερ καὶ αὕτη εὐκραής ἐστι διὰ τὸ εἶναι μεταξὺ ψυχροῦ χωρίου τοῦ πρὸς τὸν ἀρκτῷον πόλον καὶ τῆς διακεκαυμένης ζώνης, οὕτω καὶ ἐκείνη εὐκραής ἐστι διὰ τὸ κεῖσθαι ἀνὰ μέσον τοῦ νοτίου παραλλήλου, τοῦ καταψύχρου χωρίου φημί, καὶ τῆς διακεκαυμένης. ἀλλ’ εἰ καὶ ὁ λόγος τοῦτο ὑπαγορεύει, οὐκ ἴσμεν, εἰ ὅλως οἰκεῖται, διὰ τὸ μὴ δύνασθαι διελθεῖν ἀπ’ ἐντεῦθεν ἐκεῖσέ τινας, μητ’ ἀπ’ ἐκεῖθεν ἐνταῦθα διὰ τὸ μέσην εἶναι τὴν ἐκκεκαυμένην ζώνην, ἥτις ἐστὶ μεταξὺ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ.
“因为可居住地域的区段有两个,”是其中的哪两个?一个是北极圈与夏至线之间的区段,也就是我们所居住的;另一个是位于冬至线与南极圈之间的区段,由于保持着与我们所在温带相同的调和比例,理性指示它是有人居住的。正如这一[温带]由于位于靠近北极的寒冷区域与灼热带之间而气候温和,那个[温带]同样也由于位于南方平行圈(我指极寒冷区域)与灼热带之间而气候温和。然而,即使理性如此指示,我们也不知道它究竟是否有人居住,因为由于位于夏至线与冬至线之间的灼热带处于中间,没有人能够从这里穿行到那里,也不能从那里穿行到这里。
"Καὶ οὔσης οἷον τυμπάνου. τοιοῦτο γὰρ τὸ σχῆμα τῆς γῆς ἐκτέμνουσιν ἀεὶ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι γραμμαί." Αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἀγόμεναι δύο γραμμαὶ προϊοῦσαι καὶ ἐπιζευγνύμεναι τῷ ὁρίζοντι κατὰ τὰ πέρατα τό τε ΕΖ καὶ τὸ ΔΓ τοιαῦτα σχήματα ἀποτελοῦσι τῶν δύο ζωνῶν, τῆς τε καθ’ ἡμᾶς οἰκουμένης καὶ τῆς ἀντοικουμένης, οἷον τύμπανον σχηματίζουσαι μέχρι τοῦ νοτίου πόλου.
“且[大地]形如腰鼓;因为自其中心引出的线始终切出大地的这样一种形状。” 因为自中心引出的两条线向前延伸并在端点EZ和ΔΓ处与地平圈相连,就为两个带(即我们所居住的区域和对称居住的区域)构成了这样的形状,直到南极形成如鼓一般的形状。
"Καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἔχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ διὰ παντὸς φανερόν,2 τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς." Δύο κώνους λέγει τὸν ΖΡΕ καὶ ΚΡΛ. ὁ μὲν γὰρ ΖΡΕ κῶνος βάσιν μὲν τὸν ΖΕ θερινὸν τροπικὸν ἔχει, κορυφὴν δὲ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ τοῦ παντὸς κέντρον· ὁ δὲ ΚΡΛ κῶνος βάσιν μὲν ἔχει τὸν ΚΛ ἀρκτικὸν πόλον, κορυφὴν δὲ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς γῆς. τούτων οὕτως ἐχόντων ἐκ τῶν βάσεων τούτων τῶν δύο κώνων γίνεται ἓν τμῆμα τῆς γῆς, κωνοειδὲς οὐ τέλειον, ἀλλὰ κόλουρος κῶνος,3 ὅστις ἐστὶν ὁ ΖΕΚΛ, βάσιν μὲν ἔχων τὸ ΖΕ, κορυφὴν δ’ ἐλλιπῆ τὸ ΚΛ. ὃ δὲ λέγω ἐπὶ τῶν ἀρκτικῶν, τὸ αὐτό μοι νόησον κἀπὶ τῶν νοτίων. κἀκεῖ γὰρ γίνονται δύο κῶνοι, ὅ τε ΔΡΓ καὶ ὁ ΜΡΝ, κορυφὴν ἔχοντες τὸ Ρ κέντρον, βάσιν δὲ τὸ ΔΓ καὶ τὸ ΜΝ. πάλιν δ’ οὗτοι οἱ κῶνοι ἓν τμῆμα τῆς γῆς ποιοῦσι, τουτέστι κόλουρον κῶνον τὸν ΜΝΓΔ, ὅστις βάσιν μὲν ἔχει τὸν ΔΓ χειμερινὸν τροπικόν, κορυφὴν δ’ ἀτελῆ τὸν ΜΝ νότιον πόλον.
“并且形成两个圆锥,一个以回归线为底面,另一个以恒显圈为底面,而顶点在大地的中心。” 他所说的两个圆锥是指ZPE和KPΛ。因为圆锥ZPE以夏至线ZE为底面,以作为宇宙中心的P点为顶点;而圆锥KPΛ以北极圈KΛ为底面,以作为大地正中心的P点为顶点。在这些情况下,由这两个圆锥的底面形成了大地的一个区段,它不是完全的圆锥形,而是截头圆锥(圆台),即ZEKΛ,以ZE为底面,以KΛ为亏缺的顶点。我在北极部分所说的,请认为在南极部分也是同样的。因为在那里也形成了两个圆锥,即ΔPΓ和MPN,以中心P为顶点,以ΔΓ和MN为底面。反过来,这些圆锥又构成了大地的一个区段,即截头圆锥MNΓΔ,它以冬至线ΔΓ为底面,以南极圈MN为不完整的顶点。
"Ταῦτα δὲ οἰκεῖσθαι μόνα δυνατόν." Ποῖα; τὰ δύο τμήματα δηλονότι, τουτέστι τὸν ΖΕΚΛ κόλουρον καὶ τὸν ΜΝΔΓ, ἅτινα καὶ τύμπανα προσηγόρευσε.
“只有这些可能被居住。” 是哪些?显然是这两个区段,即截头圆锥ZEKΛ和MNΔΓ,他亦将它们称为鼓。
- 2.9.3Ποῖον τούτων; ἑνὸς μὲν τοῦ μεταξὺ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ... ἑτέρου δὲ τοῦ ὄντος μεταξὺ χειμερινοῦ τροπικοῦ καὶ ἀντἀρκτικοῦ
属格 ἑνὸς μὲν... ἑτέρου δὲ... 承接前一引文中属格绝对结构 Δύο γὰρ ὄντων τμημάτων,用以具体指明其中的两个区段,在语法上构成对 τμημάτων 的同位语或部分属格说明。
- 2.9.5τὸν δὲ διὰ παντὸς φανερόν
短语 τὸν δὲ διὰ παντὸς φανερόν(“另一个以恒显圈[为底面]”)是亚里士多德天文学中指代北极圈(ἀρκτικὸς κύκλος,即始终在地平线之上的圈)的固定术语;此处与前句 τὸν μὲν ἔχοντα βάσιν τὸν τροπικόν 相对,作为第二个圆锥的底面。
- 2.9.5κόλουρος κῶνος
几何学术语,指截头圆锥(圆台)。正如奥林匹奥多鲁斯随后的解释(βάσιν μὲν ἔχων τὸ ΖΕ, κορυφὴν δ’ ἐλλιπῆ τὸ ΚΛ),它指具有底面和亏缺的顶点(较小的顶端底面)的锥台形体。
