- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:188.2-189.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对于前一分块所提出的关于风的数量、对立性以及昼夜长度的三个几何学疑难,注释者通过极圈上的直径及其通向地心的连线给出了统一解答,并进而借助托勒密《大汇编》中关于亚里士多德所处的第五气候区地平圈作图,化解了关于风相隔三十度分布的第四个疑难。
τούτων τῶν ἀποριῶν ὁ μέγας φιλόσοφος μίαν ἐπίλυσιν ἐπιδέδωκεν, εἰπὼν οὕτως, ὅτι δεῖ ὑποθέσθαι ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ πόλου διάμετρον φερομένην, ἥτις πρὸς ὀρθὰς τέμνει τὸν μεσημβρινόν, ὅστις φέρεται κατ’ ἐπάνω τοῦ ἀρκτικοῦ, καὶ τεμνέτω αὐτὸν δίχα κατὰ διάμετρον. ταύτῃ τῇ τοῦ μεσημβρινοῦ, ᾗ τέμνει τὸν ἀρκτικόν, ἀγέσθω πρὸς ὀρθὰς εὐθεῖα,1 ἥτις διαπεραιοῦται εἰς τὰ ἀνατολικὰ καὶ δυτικὰ μέρη τοῦ ἀρκτικοῦ, ὡς εἶναι τὸ μὲν πέρας τῆς διαμέτρου τοῦ ἀρκτικοῦ ἐν τόπῳ, ὅθεν λέγεται πνεῖν ὁ θρασκίας, τὸ δ’ ἕτερον, ὅθεν λέγεται ὁ βορρᾶς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν περάτων τῆς διαμέτρου ταύτης τῆς τοῦ ἀρκτικοῦ τῶν δύο ἐπιζευγνύσθωσαν δύο εὐθεῖαι καὶ ἐρχέσθωσαν ἐπὶ τὸ κέντρον τῆς γῆς, αἵτινες εὐθεῖαι τιτρῶσαι τὴν γῆν ἔρχονται περὶ τὸ κέντρον αὐτῆς. τούτων οὕτως ἐχόντων ἀπὸ τῶν τρήσεων ἐκείνων οἱ πνέοντες ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ ἀπὸ τῆς ἐπιζευχθείσης διαμέτρου ἐπεζεύχθησαν αἱ εὐθεῖαι αἱ πρὸς τὸ κέντρον φερόμεναι. καὶ οὗτοί εἰσιν ὅ τε θρασκίας καὶ ὁ βορρᾶς. ταὐτὸ δὲ γινέσθω καὶ ἐπὶ τοῦ νοτίου πόλου. τάχα λέλυται τὸ πρῶτον ἄπορον καὶ τὸ δεύτερον ἄπορον· οὐκέτι γὰρ δέκα ἢ ὀκτὼ οἱ ἄνεμοι, ἀλλὰ δώδεκα. ἀλλὰ μὴν καὶ τὸ τρίτον· οὐκέτι γὰρ ὁ ὁρίζων δίχα τέμνει πάντας τοὺς κύκλους, ὡς εἶναι ἴσην τῇ ἡμέρᾳ τὴν νύκτα, ἀλλὰ τέμνει μὲν αὐτοὺς κατὰ δύο σημεῖα, οὐ μὴν κατὰ διάμετρον· ὅθεν οὐκ ἀεὶ ἴση ἡ νὺξ τῇ ἡμέρᾳ εἰ μὴ ἐπὶ μόνου τοῦ ἰσημερινοῦ, ὥστε συμβαίνειν ἐναντίους μὲν πνεῖν τοὺς ἀνέμους κατὰ διάμετρον τὴν ἐπιζευγνυμένην, μηκέτι δὲ τέμνεσθαι δίχα πάντας τοὺς πόλους. ὃ γὰρ ἐποιήσαμεν ἐπὶ τοῦ ἀρκτικοῦ πόλου καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων πόλων ποιητέον· δεῖ γὰρ καὶ ἐπὶ ἑκάστου ἐκείνων ἐπιζευγνυμένην εὐθεῖαν λαβεῖν διάμετρον, ἧς ἐκ τῶν περάτων δύο γραμμαὶ φερόμεναι περὶ τὸ κέντρον τιτρῶσι τὴν γῆν, κἀκεῖθεν πρόσφοροι ἄνεμοι ἑκάστῳ πόλῳ πνέουσιν ἐκείνου μὴ τεμνομένου δίχα ὑπὸ τοῦ ὁρίζοντος. οὕτως οὖν συμβαίνει δώδεκα εἶναι τοὺς ἀνέμους καὶ ἐναντίους εἶναι καὶ δίχα μὴ πάντας τέμνεσθαι τοὺς πόλους καὶ διὰ τοῦτο μὴ πάντως ἴσην εἶναι τῇ νυκτὶ τὴν ἡμέραν. ἀλλὰ μὴν κἀκεῖνο ἀπορητέον, πῶς ὁ Ἀριστοτέλης τοὺς ἀνέμους ἔφησε γίνεσθαι κατὰ τὰς τομὰς τῶν παραλλήλων πόλων τὰς γινομένας ὑπὸ τοῦ ὁρίζοντος, τοῦ ἀστρονόμου λέγοντος ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἕκαστον ἄνεμον. νῦν δὲ ὡς ἐπὶ τῆς προκειμένης διαγραφῆς οὐκ ἴσον ἀπέχουσιν ἀπ’ ἀλλήλων αἱ τομαὶ τῶν κύκλων, ἀλλ’ αἱ μὲν πλέον, αἱ δ’ ἔλαττον. ἢ ῥητέον, ὡς ἐπέστησεν ὁ ἡμέτερος πρόγονος ὁ φιλόσοφος. ἐν γὰρ τῷ ἕκτῳ τῆς συντάξεως τῷ ἐπιγραφομένῳ Περὶ ὁριζόντων καταγραφῆς εὗρον, φησίν, ὡς ἐπὶ τοῦ πέμπτου κλίματος, ὅτι ἐν τῷ ὁρίζοντι τοῦ πέμπτου κλίματος τριάκοντα μοίρας ἀπέχουσι ἀλλήλων αἱ τομαί.’ τῶν οὖν πόλων γινομένων ὑπὸ τοῦ ὁρίζοντος ἐπειδὴ οὐκ ἐπ’ ἔλαττον, ὡς Ἀριστοτέλης ἔγκειται, ἐν τῷ τέλει τοῦ τετάρτου κλίματος καὶ ἐν τῇ ἀρχῇ τοῦ πέμπτου, μᾶλλον δὲ περὶ τὸ πέμπτον ἐστί, μήποτε ὡς πρὸς ἐκεῖνον τὸν ὁρίζοντα ἔλαβε τὴν καταγραφὴν τῶν τμημάτων.2 εἰ γὰρ τοῦτο, συνῳδὰ φθέγγεται τοῖς ἀστρονόμοις. εἴτε γὰρ τὸν ὁρίζοντα εἴποις κατὰ τριάκοντα μοίρας ἑαυτοῦ τέμνειν τοὺς πόλους, ὡς εἶναι ἕκαστον τμῆμα τοῦ ὁρίζοντος τριάκοντα μοιρῶν καὶ τοὺς ἀνέμους ἀπὸ τριάκοντα μοιρῶν ἀφίστασθαι ἀλλήλων, ὥς φασιν ἀστρονόμοι, εἴτε ὡς πρὸς τὸ πέμπτον κλίμα λάβῃς τὰς τομὰς τῶν πόλων ἀπὸ τριάκοντα μοιρῶν ἀπεχούσας, τὸ αὐτὸ συμβαίνει. ταῦτα ἔχει ἡ θεωρία.
对于这些疑难,伟大的哲学家给出了单一的解答,如此说道:应当设定一条自北极圈中心引出的直径,它与运行于北极圈之上的子午圈成直角相交,并让它按照直径将北极圈二等分。在子午圈切断北极圈之处,向子午圈的这一[直线]引一条直角的直线,穿过北极圈的东部与西部,从而使北极圈直径的一端位于据说西北偏北风(特剌斯基阿斯)吹出的位置,另一端位于据说北风(玻瑞阿斯)[吹出的位置]。在这些情况下,自北极圈该直径的两端连接两条直线,使之通往大地的中心,这些直线穿透大地而到达其中心周围。在这些情况下,从那些穿透处吹出的风是彼此相反的,因为向中心引出的直线是从相连的直径连接而成的。而这些就是西北偏北风与北风。在南极圈上也应当做同样的处理。第一与第二疑难或许由此解开了;因为风不再是十种或八种,而是十二种。而且第三个疑难亦然;因为地平圈不再是将所有诸圈二等分以致黑夜与白昼等长,而是虽然在两点上切断它们,却绝非按照直径;因此,除仅在赤道上之外,黑夜并非总是与白昼等长,从而导致诸风按照相连的直径相反地吹拂,而所有极圈不再被二等分。因为我们在北极圈与南极圈上所做的,在其他极圈上也必须同样去做;因为在那些极圈的每一个上也必须选取一条相连的直线直径,自其两端引向中心的两条线穿透大地,并且在彼处各个极圈不被地平圈二等分的情况下,从那里吹出适于各个极圈的风。因此,这样便得出风有十二种,且彼此相反,并且并非所有极圈都被二等分,且由于这个缘故白昼并不在任何情况下都与黑夜等长。 然而确实也必须提出如下疑难:天文学家既然说每种风彼此相隔三十度,亚里士多德怎能说风是按照地平圈对平行诸极圈所作的切点而产生的呢?然而实际上,正如在当前的作图中,诸圈的切点并非彼此等距,而是有的较多,有的较少。或者应当正如我们的先祖那位哲学家所指出的那样来说:因为他说道,“在《大汇编》第六卷题为《论地平圈的作图》中,对于第五气候区,我发现第五气候区的地平圈上各切点彼此相隔三十度。”那么,既然在极圈由地平圈所成之处,按亚里士多德所处的位置,至少是在第四气候区之末与第五气候区之初,或者更是在第五气候区附近,或许他是相对于那个地平圈而采取了切片的作图。因为如果是这样,他所说的便与天文学家一致。因为无论你说地平圈按照自身的三十度切断诸极圈,从而地平圈的每个切片都是三十度,且风如天文学家所言彼此相距三十度,还是相对于第五气候区认为诸极圈的切点相距三十度,结果都是一样的。理论考查即至此。
- 2.9.1ταύτῃ τῇ τοῦ μεσημβρινοῦ, ᾗ τέμνει τὸν ἀρκτικόν, ἀγέσθω πρὸς ὀρθὰς εὐθεῖα
ταύτῃ τῇ τοῦ μεσημβρινοῦ(“向子午圈的这一[线]”)为省略了阴性名词 εὐθείᾳ 的与格,受后面的 ἀγέσθω πρὸς ὀρθὰς εὐθεῖα(“引一条直角的直线”)所支配。关系副词 ᾗ(“在……之处”)指明该交点。
- 2.9.1τῶν οὖν πόλων γινομένων ὑπὸ τοῦ ὁρίζοντος ἐπειδὴ οὐκ ἐπ’ ἔλαττον, ὡς Ἀριστοτέλης ἔγκειται, ἐν τῷ τέλει τοῦ τετάρτου κλίματος καὶ ἐν τῇ ἀρχῇ τοῦ πέμπτου, μᾶλλον δὲ περὶ τὸ πέμπτον ἐστί, μήποτε ὡς πρὸς ἐκεῖνον τὸν ὁρίζοντα ἔλαβε τὴν καταγραφὴν τῶν τμημάτων.
句首的属格绝对结构 τῶν οὖν πόλων γινομένων ὑπὸ τοῦ ὁρίζοντος(在极圈由地平圈所成之时)之后插入了由 ἐπειδή 引导的原因从句,最后接主句 μήποτε... ἔλαβε...(“或许他……采取了……”)。μήποτε 在此引导谨慎的推测性断言。
