- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:186.1-188.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释了其余四种风(玻瑞阿斯、特剌斯基阿斯、利波诺托斯、欧罗诺托斯)的方位以及北风为何多于南风却不如南风强健之后,奥林匹奥多罗针对风的总数、圆的交点与切点以及风的相反性,对亚里士多德提出了三个疑难。
οὗτοι μὲν οἱ ὀκτὼ ἄνεμοι ἐναντίοι εἰσίν, ἐπειδὴ κατὰ διάμετρον ἀλλήλων εἰσίν· αἱ γὰρ εὐθεῖαι, ἐξ ὧν πνέουσι, διὰ τοῦ κέντρου τοῦ P τῆς γῆς παρέρχονται, αἱ δὲ τοῦ κέντρου πᾶσαι διάμετροί εἰσιν. ἄλλος δὲ ἄνεμος ἀπὸ τοῦ Κ, τουτέστιν ἀπὸ τῆς μιᾶς τομῆς τοῦ ἀρκτικοῦ πόλου, καὶ καλεῖται οὗτος βορέας ἢ μέσης, ὅς ἐστι μεταξὺ καικίου καὶ ἀπαρκτίου. ἄλλος δὲ ἀπὸ τοῦ Λ, τουτέστιν ἀπὸ τῆς ἄλλης τομῆς τοῦ ἀρκτικοῦ. καὶ καλεῖται οὗτος θρασκίας μεταξὺ ὢν ἀπαρκτίου καὶ Ἰάπυγος. οὗτοι δοκοῦσι μὲν κατὰ διάμετρον εἶναι καὶ ἐναντίοι, οὐκ εἰσὶ δέ, ἐπειδὴ οὔτε διὰ τοῦ κέντρου παρέρχεται ἡ εὐθεῖα, τουτέστιν ὁ λόγος,1 οὔτε κατὰ τμήματα πνέουσι. πάλιν δ’ ἐν τῷ νοτίῳ πόλῳ ἕτεροι δύο πνέουσιν, ὁ μὲν ἀπὸ τοῦ Μ, ὅς ἐστιν λιβόνοτος μεταξὺ ὢν λιβὸς καὶ νότου, ἄλλος δὲ ἀπὸ τοῦ Ν, ὅστις εὐρόνοτος καὶ φοινικίας καλεῖται· ἐστὶ δὲ μεταξὺ εὔρου καὶ νότου. καὶ οὗτοι δ’ ὡσαύτως δοκοῦσι μὲν κατὰ διάμετρον εἶναι, οὐκ εἰσὶ δὲ διὰ τὴν αὐτὴν αἰτίαν. τούτων δὲ οὕτως ἐχόντων φησὶν ὁ φιλόσοφος, ὅτι βορέαι πλείους εἰσὶ τῶν νοτίων πνευμάτων διὰ τὸ εἶναι πολλὴν ὕλην ἀνέμων ἐν τῷ βορείῳ τόπῳ. ἐπειδὴ γὰρ ψυχρός ἐστι καὶ χιονώδης, ἀναλυομένης τῆς χιόνος ὑπὸ τῆς τοῦ ἡλίου θερμασίας ὑγραίνεται ἡ γῆ, ὑγρασμένη δὲ πλείστην ἀναθυμίασιν καπνώδη ἀναδίδωσι δίκην τῶν ὑγρῶν ξύλων. καὶ τούτου χάριν πολλά εἰσι τὰ πνεύματα βόρεια· πλὴν εἰ καὶ πολλά, οὐκ εὔτονα διὰ τὸ ἀπὸ πολλῆς ὑγρότητος πνεῖν. τὰ δὲ νότια ὀλίγα μὲν διὰ τὴν ἔνδειαν τῆς ὕλης, εὔτονα δὲ διὰ τὴν τῆς γῆς ξηρότητα. τὸ μὲν γὰρ ξηρὸν πρὸς τὸ εὔτονον τῷ ὁρίζειν τὰ μόρια, τὸ δ’ ὑγρὸν πρὸς τὸ ἔκλυτον διὰ τὸ διαχεῖν τὰ μόρια. ὅθεν τὸν μὲν βορρᾶν ἀνδρὶ πεπτωκότι ἀπεικάζουσι, τὸν δὲ νότον ἀνδρὶ ῥωμαλέως ἐπερχομένῳ. καὶ ταῦτα μὲν εἰποῦσα ἡ λέξις ἐπαύσατο. Φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν τρεῖς ἀπορίας, μίαν μὲν ταύτην· πῶς λέγεις, Ἀριστότελες, δώδεκα εἶναι τοὺς ἀνέμους; μᾶλλον γὰρ δέκα ἔσονται. οἱ γὰρ ἀκροπόλοι, τουτέστιν ὁ ἀρκτικὸς καὶ ὁ ἀνταρκτικός, οὐ τέμνονται εἰς δύο σημεῖα ὑπὸ τοῦ ὁρίζοντος· οὕτω γὰρ ἔχει ἡ καταγραφή. οὗτοι οἱ πόλοι ἐντὸς οὔκ εἰσι τοῦ ὁρίζοντος, ἀλλ’ ἐκτός, ὁ μὲν ἐπὶ τὰ ἄνω, ὁ δ’ ἐπὶ τὰ κάτω. ἐκτὸς δ’ αὐτῶν ὄντων κατὰ ἓν μόνον σημεῖον ἐφάπτεται ἑκάστων ὁ ὁρίζων· κύκλος γὰρ κύκλου οὐκ ἐφάπτεται πλὴν εἰ μὴ κατὰ ἓν σημεῖον.2 εἰ οὖν κατὰ ἓν μόνον ἐφάπτονται οἱ ἀκροπόλοι τοῦ ὁρίζοντος, λέγεις δ’ Ἀριστότελες, ὅτι κατὰ τὰς ἁφὰς τοῦ πόλου καὶ τοῦ ὁρίζοντος ἐξέρχονται οἱ ἄνεμοι, οὐκέτι δώδεκα, ἀλλὰ δέκα εἰσίν, ὥσπερ καὶ αἱ τομαὶ ἤγουν αἱ ἐπαφαί. δευτέρα ἀπορία· τάχα γὰρ οὔτε δέκα ἔσονται οἱ ἄνεμοι, ἀλλὰ ὀκτώ, ἐπειδὴ ὁ ὁρίζων καὶ ὁ ἀρκτικὸς πόλος καὶ ὁ μεσημβρινὸς κατὰ ἓν σημεῖον ἐφάπτονται μόνον. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀνταρκτικοῦ καὶ νοτίου μέρους δύο μόνον ἐπαφαί, ἔτι δὲ ἀπὸ τοῦ ἐν μέσῳ πόλου. τρίτη ἀπορία· πῶς λέγεις; εἰ γὰρ δίχα πάντας τοὺς πόλους τέμνει ὁ ὁρίζων, δῆλον ὅτι πάντες εἰσὶν ἐναντίοι (πάντες γὰρ κατὰ διάμετρον πνέουσι) καὶ ἀεὶ ἔσονται καὶ αἱ νύκτες ἴσαι ταῖς ἡμέραις. πῶς, † Ἀριστότελες, τῶν ἀνέμων τοὺς μὲν εἶναι ἐναντίους, τοὺς δὲ δοκεῖν ἐναντίους, μὴ ὄντας δέ,3 ὅσοι μὴ κατὰ διάμετρόν εἰσιν ἀλλήλων; ἐνταῦθα δὲ θεωρείσθω ἡ καταγραφὴ τῶν πόλων, ἐν ᾗ ἔξωθεν τοῦ ὁρίζοντος θεωροῦνται οἱ ἀκροπόλοι, δι’ ὧν ἡ ἀπορία κρατύνεται.
这八种风彼此相反,因为它们彼此处于直径相对的位置;因为它们所由吹出的直线穿过大地的中心Ρ,而所有穿过中心的直线都是直径。另一种风吹自Κ,即北极圈的一个交点,这被称为北风(玻瑞阿斯)或中风(墨西斯),它位于东北风(凯基阿斯)与北极风(阿帕克提阿斯)之间。另一种风吹自Λ,即北极圈的另一个交点;它位于北极风与西北风(伊阿庇克斯)之间,被称为西北偏北风(特剌斯基阿斯)。这些风看似处于直径相对且彼此相反,但其实不然,因为该直线即比例并不穿过中心,而且它们也不是按照切片吹拂的。再者,在南极圈也有另外两种风吹拂:一种吹自Μ,即西南偏南风(利波诺托斯),位于西南风(利普斯)与南风(诺托斯)之间;另一种吹自Ν,被称为东南偏南风(欧罗诺托斯)和腓尼基风(珀尼基阿斯);它位于东南风(欧罗斯)与南风之间。这些风同样看似处于直径相对,但由于同样的原因其实不然。在这些情况下,哲学家[亚里士多德]说,北方的风比南方的风更为繁多,因为在北方区域存在着大量风的质料。因为北方寒冷多雪,当雪被太阳的热力融化时,大地变得湿润,湿润之后便如潮湿的木柴一样,释放出极多的烟状升发物。因此北方的风很多;然而,即使繁多,却由于从大量湿气中吹出而不够强健。相反,南风虽然由于质料的匮乏而较少,却由于大地的干燥而强健。因为干燥通过限定各部分而带来强健,而湿润则通过涣散各部分而带来弛缓。因此,人们将北风比作跌倒之人,而将南风比作强健前行之人。原文在说完了这些之后便结束了。 且让我们也从外部提出三个疑难,其一如下:“亚里士多德啊,你怎能说风有十二种呢?它们宁可说是十种。因为两极圈,即北极圈与南极圈,并不被地平圈切割为两个点;因为绘图正是如此。这些极圈并不在地平圈之内,而是在其外,一个在上方,另一个在下方。既然它们在外部,地平圈便仅在单一个点上与每一个相切;因为除了在单一个点上之外,圆与圆并不相切。那么,如果两极圈仅在单一个点上与地平圈相切,而你又说,亚里士多德啊,风是按照极圈与地平圈的切点吹出的,那么风便不再是十二种,而是十种,正如切片亦即切点一样。”第二个疑难:“或许风甚至不是十种,而是八种,因为地平圈、北极圈与子午圈仅在单一个点上相切。同样地,在南极圈与南部区域也仅有两个切点,此外从中间的极圈亦然。”第三个疑难:“你怎能这样说呢?因为如果地平圈将所有极圈平分,显然所有的风都彼此相反(因为所有的风都按照直径吹拂),而且黑夜也必将永远与白昼等长。亚里士多德啊,你怎么能[说]在诸风中,有的彼此相反,而所有那些并不彼此处于直径相对的则看似相反其实不然呢?”在此应当观察极圈的绘图,在该图中两极圈可见于地平圈之外,疑难借此得以确立。
- 2.9.1οὔτε διὰ τοῦ κέντρου παρέρχεται ἡ εὐθεῖα, τουτέστιν ὁ λόγος
ὁ λόγος 作为同位语短语修饰前面的 ἡ εὐθεῖα(“直线,即比例/理路”),指连接这些风的几何直线不符合穿过圆心的直径比例。
- 2.9.1οὐκ ἐφάπτεται πλὴν εἰ μὴ κατὰ ἓν σημεῖον
πλὴν εἰ μή 是双重例外的惯用句式,意为“除……之外不 / 除非”,表达强烈的限定。强调了两圆在外部相切时在几何上仅相交于单一的一点。
- 2.9.1πῶς, † Ἀριστότελες, τῶν ἀνέμων τοὺς μὲν εἶναι ἐναντίους, τοὺς δὲ δοκεῖν ἐναντίους, μὴ ὄντας δέ
疑问副词 πῶς 后接不定式(εἶναι, δοκεῖν),在句法上承接前文的 πῶς λέγεις;,作为言语动词 λέγεις 的间接引语补足成分(“你怎么能[说]在诸风中,有的彼此相反……”)。
