← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§184.28-185.34

南风起因之证明与十二风之几何方位

奥林匹奥多鲁斯完成了关于南风并非吹自南极或冬至回归线而是吹自夏至回归线的论证,随后阐述了由地平圈、平行圈与子午圈的交点所确定的十二种风的几何作图及其名称。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.1#2

εἰ γὰρ ὁρῶμεν, † ὅτι ἡμεῖς πρὸς τῇ ἄρκτῳ οἰκοῦντες, ὅθεν ὁ βορρᾶς πνεῖ, ὅμως ἐξασθενεῖ διὰ τὸ πολὺ διάστημα1 (οὐ γὰρ ὁμοίως πνεῖ ἐν τῇ Ἑλλάδι καὶ ἐν τῷ Ἑλλησπόντῳ, ἀλλὰ ποῦ μὲν σφοδρότερον εἰς τὰ πλησιαίτερα αὐτοῦ χωρία, ποῦ δὲ ἀμυδρότερον εἰς τὰ πόρρω), πῶς οὐχὶ ἐξασθενήσει ὁ νότος ἐκ τῆς ἀντοικουμένης, τουτέστιν ἀπὸ τοῦ νοτίου πόλου πνέων πρὸς ἡμᾶς; οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ νότος. ἀλλὰ μὴν οὔτε ἀπὸ τῶν χειμερινῶν τροπῶν. χρὴ γάρ, εἴπερ ὅλως τοῦτο ἦν, μετὰ κ̄ ἡμέρας τῆς χειμερινῆς τροπῆς2 πνεῖν τοὺς λευκονότους, τουτέστι τοὺς ἐτησίας νότους, ὥσπερ καὶ ἐπὶ τῆς θερινῆς τροπῆς γενομένου τοῦ ἡλίου μετὰ κ̄ ἡμέρας ἔπνεον οἱ ἐτησίαι βορέαι. νῦν δὲ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἐκεῖνοι πνέουσιν· οὐκ ἄρα ἐκεῖθεν πνεῖ ὁ καθ’ ἡμᾶς νότος. ἀλλὰ ῥητέον, ὅτι ἀπὸ τῆς θερινῆς τροπῆς ἄρχεται πνεῖν πρὸς ἡμᾶς, τουτέστιν ἀπὸ τοῦ τόπου τοῦ περιοριζομένου ἀπὸ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου· καὶ γὰρ ἐν τούτῳ περιορίζονται βόρεια καὶ τὰ νότια μέρη μερικά, ὥσπερ καὶ ἐν τοῖς δεξιοῖς ἀριστερὰ καὶ ἐν τοῖς ἀριστεροῖς δεξιά. οὕτω κατασκευάσας ὁ φιλόσοφος, ὅτι οὐκ ἀπὸ τοῦ νότου † τούτου πάντως οὔτε ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ πνεῖ ὁ καθ’ ἡμᾶς νότος, ἀλλ’ ἀπὸ τοῦ θερινοῦ τροπικοῦ, παραδίδωσι τὸ ποσὸν καὶ τὴν διαφορὰν τοῦ ἀνέμου καὶ τὴν θέσιν. καί φησιν, ὅτι πέντε παραλλήλων κύκλων κειμένων ἐντὸς τοῦ ὁρίζοντος καὶ ἑνὸς ἐγκαρσίου τοῦ τέμνοντος πάντας τοὺς κύκλους, τουτέστι τοῦ μεσημβρινοῦ, τούτου δὲ τοῦ ἕκτου κύκλου τεμνομένου ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἐπὶ ἑκάστου κύκλου (κύκλος γὰρ κύκλον οὐ τέμνει ἐκτός, εἰ μὴ κατὰ δύο σημεῖα) γίνονται δώδεκα τμήματα. ἀφ’ ἑκάστου δὲ τμήματος εἷς ἄνεμος πνεῖ· δῆλον οὖν, ὅτι δώδεκά εἰσιν ἄνεμοι. ἀπὸ γὰρ τῆς ἀρχῆς τοῦ ἰσημερινοῦ τροπικοῦ ἀρξάμενος ἐκθήσομαι γραμμικῶς τοὺς ἀνέμους. ἔστω γὰρ κύκλος μέγιστος ὁ ὁρίζων, καὶ τούτου ἤχθωσαν δύο διάμετροι τέμνουσαι ἀλλήλας πρὸς ὀρθὰς γωνίας κατὰ τὸ Ρ σημεῖον, ἡ ΑΒ καὶ ΗΘ, αἵτινές εἰσιν ὁ ἰσημερινὸς πόλος καὶ ὁ μεσημβρινός. καὶ τῷ ἰσημερινῷ πόλῳ παρ’ ἑκάτερα τὰ μέρη κείσθωσαν παράλληλοι εὐθεῖαι3 ἴσον ἀπέχουσαι τοῦ κέντρου, ἡ ΖΕ καὶ ἡ ΔΓ, καὶ ἐπεζεύχθω ἡ ΖΓ καὶ ἡ ΔΕ. φανερόν, ὅτι καὶ ἡ ΖΓ καὶ ἡ ΔΕ διάμετροί εἰσι· τέμνουσι γὰρ ἑαυτάς τε καὶ τὴν ΑΒ καὶ τὴν ΗΘ κατὰ τὸ Ρ σημεῖον, ὅπερ ἐστὶ κέντρον τοῦ ὁρίζοντος. κείσθω δ’ ἄλλη παράλληλος τῇ ΖΕ, τουτέστι τῷ θερινῷ τροπικῷ, ἡ ΚΛ, καὶ ἔστω αὕτη ἀρκτικὸς πόλος. πάλιν δ’ ὁμοίως τῇ ΔΓ χειμερινῷ τροπικῷ κείσθω παράλληλος ἡ ΜΝ, ἥτις ἐστὶν * * * [οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν τόπου] νότιος πόλος ἢ ἀνταρκτικός. τούτου οὕτως ἔχοντος ἀπὸ μὲν τοῦ Α, ἔνθα ἐστὶ δύσις ἰσημερινή, πνεῖ ὁ ζέφυρος· 〈οὕτω λέγεται διὰ τὸ ἀπὸ ζοφώδους πνεῖν τόπου.〉 ἀπὸ δὲ τοῦ Β, ἔνθα ἐστὶν ἀνατολὴ ἰσημερινή, πνεῖ ὁ ἀπηλιώτης· λέγεται δὲ οὕτω διὰ τὸ ἐκεῖθεν ἀνίσχειν τὸν ἥλιον. ἀπὸ δὲ τοῦ Η, ἔνθα ἐστὶν ὁ ἀρκτικὸς πόλος, πνεῖ ὁ ἀπαρκτίας· ἀπὸ δὲ τοῦ Θ, ἔνθα ἐστὶν ὁ νότιος πόλος, πνεῖ ὁ νότος. ἀπὸ δὲ τοῦ Ζ, ἔνθα ἐστὶν ἡ θερινὴ ἀνατολή, πνεῖ ὁ καικίας· ἀπὸ δὲ τοῦ Γ, ἔνθα ἐστὶν ἡ χειμερινὴ δύσις, πνεῖ ὁ λίψ. ἀπὸ δὲ τοῦ Δ, ἔνθα ἐστὶν ἡ χειμερινὴ ἀνατολή, ὁ εὖρος πνεῖ· ἀπὸ δὲ τοῦ Ε, ἔνθα ἐστὶν ἡ θερινὴ δύσις, πνεῖ ὁ ἀργέστης, ὃν ὁ Πτολεμαῖος Ἰάπυγα προσαγορεύει.

因为如果我们看到,甚至对于居住在北风所吹出的大熊座附近的我们而言,由于距离遥远它仍然减弱(因为在希腊和在赫勒斯滂它的吹拂并不相同,而是在某些地方即靠近它的区域吹得更猛烈,在另一些地方即遥远的区域吹得更微弱),那么从对趾人居世界即从南极吹向我们的南风怎能不减弱呢?因此南风绝非吹自那里。再者,它也绝非吹自冬至回归线。因为如果事情果真如此,白南风即季相南风本应在冬至点后二十天吹拂,正如同太阳到达夏至点后二十天季相北风吹拂一样。但事实上,那些风是在冬至点后七十天吹拂;因此相对于我们而言的南风绝非吹自那里。相反,必须说它是从夏至回归线开始吹向我们,即从被夏至回归线与北极圈所限定的区域吹来;因为正如在右部中有左部、在左部中有右部一样,在这个区域内部也划分出了局部的北部和南部。哲学家[亚里士多德]在如此证明了相对于我们而言的南风既非完全来自全宇宙的南方,亦非来自冬至回归线,而是来自夏至回归线之后,便传授了风的数量、差异和方位。他说,在地平圈内横卧着五个平行圈的圆,以及一条切割所有圆的横向圆即子午圈,当这第六个圆在每个圆上被地平圈在两个点切割时(因为圆切割圆只能在两个点上),便产生了十二个切片。而从每个切片都吹出一种风;由此显而易见,共有十二种风。因为从赤道回归线的起点开始,我将用几何线条来阐述这些风。设地平圈为一个最大圆,且引出它的两条直径ΑΒ和ΗΘ,它们是赤道轴与子午圈,在Ρ点处彼此以直角相交。又设在赤道轴的两侧,放置着与中心等距的平行直线ΖΕ和ΔΓ,并连接ΖΓ与ΔΕ。显然,ΖΓ和ΔΕ也都是直径;因为它们在作为地平圈中心的Ρ点处,既切割彼此,又切割ΑΒ和ΗΘ。再设与ΖΕ即夏至回归线平行的另一条直线ΚΛ,设此为北极圈。又同样地,设与冬至回归线ΔΓ平行的直线ΜΝ,这是[……]南极或南极圈。在这些情况下,从春分秋分日落所在的Α吹来西风(仄费洛斯);〈因其从阴暗之地吹来而如此得名。〉从春分秋分日出所在的Β吹来东风(阿珀利俄忒斯);因太阳从那里升起而如此得名。从北极所在的Η吹来北极风(阿帕克提阿斯);从南极所在的Θ吹来南风(诺托斯)。从夏至日出所在的Ζ吹来东北风(凯基阿斯);从冬至日落所在的Γ吹来西南风(利普斯)。从冬至日出所在的Δ吹来东南风(欧罗斯);从夏至日落所在的Ε吹来西北风(阿尔革斯忒斯),托勒密称之为伊阿庇克斯。

语法注3 条
  1. 2.9.1εἰ γὰρ ὁρῶμεν, † ὅτι ἡμεῖς πρὸς τῇ ἄρκτῳ οἰκοῦντες, ὅθεν ὁ βορρᾶς πνεῖ, ὅμως ἐξασθενεῖ διὰ τὸ πολὺ διάστημα

    此处文句在写本流传中存在讹误(†)。句法骨架是由 εἰ γὰρ ὁρῶμεν... 引导的条件从句,并由修辞性反问句主句 πῶς οὐχὶ ἐξασθενήσει... 来呼应。在 ὅτι 从句内部,ἐξασθενεῖ 的主语未直接出现,但由后文插入的 οὐ γὰρ ὁμοίως πνεῖ... 可知其逻辑主语为 ὁ βορρᾶς(北风);前置的分词短语 ἡμεῖς πρὸς τῇ ἄρκτῳ οἰκοῦντες 则充当了推论基准(“即便对于住在近处的我们而言”)。

  2. 2.9.1μετὰ κ̄ ἡμέρας τῆς χειμερινῆς τροπῆς

    介词 μετά 搭配宾格(κ̄ ἡμέρας),后接表示时间起算基准点的属格(τῆς χειμερινῆς τροπῆς),意为“冬至点后二十天”(下文的 μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς 结构相同)。

  3. 2.9.1καὶ τῷ ἰσημερινῷ πόλῳ παρ’ ἑκάτερα τὰ μέρη κείσθωσαν παράλληλοι εὐθεῖαι

    此处的 ἰσημερινῷ πόλῳ 并非指天球之极,而是指前文刚刚界定的东西向直径/基准线 ΑΒ(春分秋分轴/赤道直径)。与格 τῷ ἰσημερινῷ πόλῳ 依附于形容词 παράλληλοι(与……平行),指示在这一轴线的两侧作平行线的几何作图步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:184.28-185.34