- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:183.12-184.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解亚里士多德《气象论》362a31关于南风来源的论述,根据球面的几何划分(地平圈、回归线、极圈)提出了大地的区域划分,并为证明南风不可能穿过热带从南极直接吹到我们的人居世界做论证准备。
" Ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου." Φέρε τὸ προαναβληθὲν τῇ προτεραίᾳ καθάπερ τι χρέος ἀποδώσομεν καὶ ζητήσωμεν,1 πῶς δυνατόν ἐστι κατασκευάσαι, ὅτι ὁ νότος ἄνεμος οὐκ ἀπὸ τοῦ νότου πρὸς τὸ πᾶν ἐνθάδε πνεῖ, οὐκ ἀπὸ τῆς χειμερινῆς τροπῆς, ἀλλ’ ἀπὸ τῆς πρὸς ἡμᾶς οἰκουμένης, τουτέστιν ἀπὸ τῶν θερινῶν τροπῶν. ἀλλ’ ἵνα τοῦτο ποιήσωμεν, φέρε τὴν πᾶσαν γῆν διελόντες εἰς τινα τμήματα ταύτῃ τῇ διαιρέσει τῆς γῆς ὡς λήμματι χρησώμεθα. δεῖ τοίνυν μέγιστον κύκλον νοῆσαι περὶ τὰ πέρατα τῆς γῆς ὄντα καὶ περιέχοντα τὴν σύμπασαν γῆν. οὗτος κεκλήσθω ὁρίζων. τούτου τοίνυν τεθέντος τὸ μέσον αὐτοῦ * * * τουτέστιν οἵτινες ἐφάπτονται τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἕκαστος.2 ἄλλος δέ τις κύκλος μέγιστος ἐγκαρσίως τεμνέτω τοὺς [δύο] κύκλους· τεμνέσθω δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ὥσπερ καὶ οἱ ἄλλοι. τούτων οὕτω κατασκευασθέντων μεταξὺ τῶν παραλλήλων καὶ τοῦ ὁρίζοντος ἕξ τινες χῶραι ἐναπολαμβάνονται· τρεῖς μὲν ἐκ δεξιῶν τοῦ μέσου παραλλήλου, ὅστις καὶ μέγιστός ἐστι πάντων διὰ τὸ εἶναι διάμετρον τοῦ ὁρίζοντος (εἴρηται γὰρ ἐν γεωμετρίᾳ, ὅτι μεγίστη εὐθεῖα ἐν κύκλῳ ἐστὶν ἡ διάμετρος), τρεῖς δ’ ἐξ ἀριστερῶν. καλοῦνται δ’ οἱ μὲν ἀκροπόλοι οἱ παράλληλοι, οἵτινές εἰσι πλησίον τοῦ ὁρίζοντος, ὁ μὲν ἀρκτικός, ὁ δὲ ἀνταρκτικός. μετὰ δὲ τὸν ἀρκτικὸν ὁ 〈αὐ〉τῷ ἐφεξῆς παράλληλος θερινὸς κεκλήσθω τροπικός, ὁ δ’ ἐφεξῆς κείμενος τῷ θερινῷ τροπικῷ, ὅστις καὶ μέγιστός ἐστι διὰ τὸ εἶναι διάμετρον, ἰσημερινὸς τροπικός· ὁ δ’ ἐφεξῆς αὐτῷ ἀναλόγως κείμενος τῷ θερινῷ τροπικῷ χειμερινὸς τροπικὸς κεκλήσθω. τούτων οὕτως ἐχόντων αἱ μὲν μεταξὺ χῶραι τῶν δύο ἀκροπόλων, τοῦ τε ἀρκτικοῦ καὶ τοῦ ἀνταρκτικοῦ, ὀμφαλοὶ κεκλήσθωσαν ἀπὸ τοῦ σχήματος, ἐπειδὴ ὡς τμήματα μικρὰ κύκλου εἰσίν· αἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ ἀρκτικοῦ πόλου, ὁμοίως δὲ καὶ ἐν τῷ ἄλλῳ μέρει μεταξὺ τοῦ ἀνταρκτικοῦ καὶ τοῦ χειμερινοῦ τροπικοῦ, αὗται αἱ χῶραι τύμπανα κεκλήσθωσαν διὰ τὸ ἐοικέναι κώνοις κολούροις. ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ χειμερινοῦ χώρα, ἐν ᾗ ἀπολαμβάνεται καὶ ὁ ἰσημερινὸς τροπικός, διακεκαυμένη κεκλήσθω. τούτων οὕτω προδιατυπωθέντων ἰστέον, ὅτι τούτων τῶν ἓξ τμημάτων δύο μόνον οἰκοῦνται, λέγω δὴ αἱ μεταξὺ τοῦ ἀρκτικοῦ πόλου καὶ τοῦ θερινοῦ τροπικοῦ, ἔνθα καὶ ἡμεῖς οἰκοῦμεν, ἥτις εἰς ἑπτὰ κλίματα τέμνεται, ἄλλη δὲ ἡ ταύτης ἀνάλογος αὕτη ἐστὶν ἡ μεταξὺ ἀνταρκτικοῦ πόλου καὶ χειμερινῆς τροπῆς. ἀλλὰ αὕτη λόγῳ μόνον οἰκεῖται διὰ τὸ ὑπαγορεύειν τὸν λόγον εὔκρατον εἶναι3 ὥσπερ καὶ τὴν καθ’ ἡμᾶς ζώνην. οὐκ ἀκριβῶς δ’ ἴσμεν, τίνες οἰκοῦσιν ἐκεῖσε, διὰ τὸ μὴ δύνασθαι μήτε ἡμᾶς ἐκεῖσε πορεύεσθαι μήτ’ ἐκείνους πρὸς ἡμᾶς διὰ τὴν διακεκαυμένην ζώνην μεταξὺ οὖσαν. οὐ μέντοι αἱ ἀπὸ τοῦ ἀρκτικοῦ πόλου καὶ ἀνταρκτικοῦ ἐμπεριεχόμεναι χῶραι οἰκοῦνται διὰ τὸ † μέσον τὸ ψῦχος εἶναι, ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ χειμερινοῦ, ἐν ᾗ καὶ ὁ ἰσημερινὸς ἀπολαμβάνεται, ἔνθα καὶ τὸ μεσαίτατόν ἐστι τῆς γῆς, οὐκέτι δι’ ἄμετρον θερμότητα. διὰ τοῦτο γὰρ καὶ διακεκαυμένη ζώνη λέγεται. εἰ δ’ οἰκοῦσί τινες, παρὰ φύσιν οἰκοῦσιν ἐπὶ ὕδατος νηχόμενοι πᾶσαν ὥραν διὰ τὸ καῦμα. οὕτως τῆς διαιρέσεως τῆς γῆς ἐκτεθείσης καὶ ταῦτα ὡς λῆμμα λαβόντες κατασκευάσομεν λοιπόν, ὅτι οὐ πνεῖ ὁ νότος ἀπὸ τοῦ νοτίου πόλου, τουτέστι τοῦ ἀνταρκτικοῦ, εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· οὐ γὰρ ἀφικνεῖται τὸ πνεῦμα μέχρι ἡμῶν ἐκεῖθεν διὰ τὰ πολλὰ διαστήματα.
“南风吹自夏至点,而不是吹自另一只大熊座。” 来吧,让我们像偿还债务一样清偿前一天推迟的内容,并探讨如何能够证明:南风吹到这里并非来自全宇宙而言的南方,并非来自冬至点,而是来自相对于我们而言的人居世界,即来自夏至点。但为了做到这一点,来吧,让我们把整个大地划分为若干部分,并将这种大地的划分用作前提。因此,必须设想一个位于大地边界周围并包容整个大地的最大圆。这个圆姑且称为地平圈。当它被设定之后,在其中心[……],即各自在两个点上与地平圈相切的[平行圈]。再让另一个最大圆横向切割这些圆;并且它本身也如同其他圆一样被地平圈在两个点上切割。当这些如此作图之后,在平行圈与地平圈之间便划分出了六个区域:三个在中间平行圈的右侧,这个平行圈由于是地平圈的直径因而是所有平行圈中最大的(因为在几何学中已指出,圆内最大的直线是直径),三个在左侧。靠近地平圈的两极平行圈,一个称为北极圈,另一个称为南极圈。在北极圈之后,与它相连的平行圈姑且称为夏至回归线;与夏至回归线相连的平行圈,由于是直径因而是最大的,称为赤道回归线;而按比例对应于夏至回归线且与赤道相连的,姑且称为冬至回归线。在这些情况下,两个极点即北极圈与南极圈之间的区域,由于像圆的小切片,根据其形状姑且称为脐;而在夏至回归线与北极圈之间,以及同样在另一部分中在南极圈与冬至回归线之间的这些区域,由于类似于截头圆锥,姑且称为鼓。而在夏至回归线与冬至回归线之间、赤道回归线亦被划分在其中的区域,姑且称为热带。在这些如此预先描画之后,必须知道,在这六个部分中只有两个有人居住:即在北极圈与夏至回归线之间的区域,我们也居住于此,它被划分为七个气候区;另一个与之对应的区域,是南极圈与冬至点之间的区域。但后一个区域仅在理论上有人居住,因为理性表明它如同我们所在的带一样气候温和。我们并不确切知晓谁居住在那里,因为由于热带位于中间,我们既不能前往那里,他们也不能来到我们这里。然而,被北极圈与南极圈包围的区域由于[极度的]寒冷而无人居住;夏至回归线与冬至回归线之间包含赤道且为大地正中心所在的区域,则由于过度的炎热而不再有人居住。因此它也被称为热带。即使有人居住,由于炎热,他们也是违背自然地在所有季节漂浮在水上居住。在大地的划分如此阐明并将这些作为前提之后,我们最终将证明:南风并非从南极即南极圈吹向我们的人居世界;因为风由于漫长的距离而不会从那里到达我们这里。
- 2.9.1Φέρε τὸ προαναβληθὲν τῇ προτεραίᾳ καθάπερ τι χρέος ἀποδώσομεν καὶ ζητήσωμεν
祈使副词 φέρε 后面接了两个动词:ἀποδώσομεν 是将来时直陈式(表达意愿),而通过连接词 καί 连接的 ζητήσωμεν 则是劝告性虚拟式。在希腊语中,φέρε 习惯后接虚拟式或将来时以表达劝告或决意,此处将来时与虚拟式并列,行使相同的劝告功能。
- 2.9.1τούτου τοίνυν τεθέντος τὸ μέσον αὐτοῦ * * * τουτέστιν οἵτινες ἐφάπτονται τοῦ ὁρίζοντος κατὰ δύο σημεῖα ἕκαστος
底本中由 * * * 标示出一处文句脱漏(lacuna)。在属格绝对结构 τούτου τοίνυν τεθέντος 及其后的宾格短语 τὸ μέσον αὐτοῦ 之后,主句动词及受词脱落。由于随后的关系代词从句 οἵτινες 为阳性复数(“各自在两点与地平圈相切的那些圈”),可以判定缺失的部分原先包含指导读者设想通过中心及其两侧的平行圈(παράλληλοι κύκλοι)的动词或祈使句。
- 2.9.1λόγῳ μόνον οἰκεῖται διὰ τὸ ὑπαγορεύειν τὸν λόγον εὔκρατον εἶναι
λόγῳ 是表示范围或方式的与格,意为“在理论上/根据推论”。在介词短语 διὰ τὸ ὑπαγορεύειν 中,带冠词不定式的逻辑主语是宾格的 τὸν λόγον(理性/推论),它进一步支配 εὔκρατον εἶναι(气候温和)的不定式结构。全句结构为:“由于理性指示[该地带]是温和的,因此仅在理论上有人居住”。
