← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§181.5-183.10

季风的产生时机与南北季节风的差异

奥林匹奥多鲁注解了362a2–362a30,解释了为何季风不在夏至正盛时吹拂而是在离开至点稍后吹拂,并调解了亚里士多德看似矛盾的表述,说明了为何北方季风连续而南方季风微弱且难以被人察觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.15

" Αἴτιον δέ, ὅτι πλησίον μὲν ὢν φθάνει ξηρᾶναι πρὶν γενέσθαι τὴν ἀναθυμίασιν.1" Τὴν αἰτίαν λέγει, διὰ τί μὴ ἐν ταῖς θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου γίνονται οἱ ἐτησίαι, ἀλλὰ μετὰ εἴκοσιν ἡμέρας. καί φησιν, ὅτι ὁ ἥλιος γινόμενος κατὰ κορυφὴν θερμότατος ὢν λύει τὴν χιόνα καὶ τὴν γινομένην αὔραν ἐκ τῆς λύσεως ἀναξηραίνει καὶ ἐκδαπανᾷ, καὶ διὰ τοῦτο ἐτησίαι οὐ γίνονται τηνικαῦτα. ἀλλὰ φαίνεται ἀντιφάσκων ἑαυτῷ ὁ Ἀριστοτέλης· παρακατιὼν γὰρ ἐρεῖ, ὅτι ἀφισταμένου τοῦ ἡλίου· κατὰ κορυφὴν γὰρ ὢν οὐ λύει ἀποστάς.2 οὐκοῦν ἐπιλυτέον. τῆς χιόνος τὰ μέν εἰσιν εὐπαθῆ καὶ εὔφθαρτα, τὰ δὲ δύσφθαρτα καὶ πάνυ πεπηγότα. ὅταν οὖν ὁ ἥλιος γένηται κατὰ κορυφήν, εἰ καὶ θερμότατός ἐστι τηνικαῦτα, ἀλλὰ οὐ πάνυ τὸν ἀέρα ἐξεπύρωσε τέως· δεῖται γὰρ οὐ μόνον τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος τὸ γινόμενον, ἀλλὰ καὶ χρόνου. ἐπειδὴ οὖν οὐ τέως ἐξεπύρωσεν αὐτόν, ἐξεπύρωσε δ’ ὅμως, τὰ μὲν εὔφθαρτα καὶ εὐδιάλυτα μόρια τῆς χιόνος διέλυσε καὶ τὴν γινομένην αὔραν βραχεῖάν τε οὖσαν ἐξεδαπάνησε, καὶ διὰ τοῦτο οὐκ ἐγένοντο ἐτησίαι τότε. ἀποστὰς δὲ τοῦ κατὰ κορυφὴν βραχύ τι, ἐπειδὴ ὁ χρόνος ἐν μέσῳ παρέδραμεν, ἐξεθερμάνθη ὁ ἀὴρ καὶ λοιπὸν τὰ δύστηκτα καὶ πεπηγότα μόρια τῆς χιόνος διέλυσε, καὶ ἐντεῦθεν αὔρας πολλῆς ἀναδοθείσης οἱ σφοδροὶ ἐτησίαι τότε γίνονται.

“原因在于,由于距离接近,它在散发物生成之前便先将其弄干。” 他说明了为什么季风不是在太阳处于夏至时产生,而是在二十天后产生的原因。他说,太阳到达天顶时极度炎热,融化了积雪,并将融化产生的微风烘干并消耗殆尽,因此那时不产生季风。但亚里士多德似乎自相矛盾;因为在后文他将说“当太阳远离时”;因为在天顶时,它并非在远离之后才融化。因此必须加以解决。积雪的一部分容易受影响且容易消散,而另一部分难以消散且完全冻结。因此,当太阳到达天顶时,即使那时极热,但当时尚未将空气彻底烧透;因为生成之物不仅需要施动者与受动者,还需要时间。由于当时尚未将其彻底烧透,但毕竟已使其变热,因此融化了积雪中容易消散和溶解的部分,并将产生的微弱微风消耗殆尽,因此那时没有产生季风。但在稍微离开天顶之后,由于中间经过了时间,空气彻底变暖,最终融化了积雪中难以融化且冻结的部分,由此释放出大量微风,猛烈的季风便在那时产生了。

§2.8.16

"Ὅταν δ’ ἀπέλθῃ μικρόν, σύμμετρος ἤδη γίνεται ἡ θερμότης, ὅταν τὰ πεπηγότα ὕδατα τήκεται." Οὐχ ὅτι σύμμετρος γίνεται ἡ θερμότης τοῦ ἡλίου, διὰ τοῦτο τὰ πεπηγότα ὕδατα τήκονται, ἀλλ’ ὅτι ἐν τῷ χρόνῳ ὁ ἥλιος συμμέτρως γίνεται θερμός, τουτέστιν ἐν τῷ χρόνῳ, ᾧ ἀφίσταται ὁ ἥλιος ἀπὸ τοῦ κατὰ κορυφήν, φθάνει ἡ θερμότης κατακρατῆσαι τοῦ πεπηγότος καὶ αὐτοῦ τοῦ ἀέρος.

“而当它稍微离开时,热量便已变得适度,此时冻结的水融化。” 并不是因为太阳的热量变得适度,冻结的水才融化,而是因为随着时间的推移太阳适度变热,即在太阳离开天顶的那段时间里,热量先于其他占据了冻结物以及空气本身。

§2.8.17

"Ἀποροῦσί τινες, διὰ τί βορέαι μὲν γίνονται συνεχεῖς." Ἡ ἀπορία ἐντεῦθεν ἡ λέγουσα, τί δήποτε ἀεὶ βορείων τῶν ἐτησίων αἰσθανόμεθα, οὐδέποτε δὲ νοτίων.

“有些人提出疑问,为何北风连续不断地产生。” 由此产生的疑难是:为什么我们总是感知到北方的季风,而从未感知到南方的季风。

§2.8.18

"Γίγνονται μὲν γὰρ οἱ καλούμενοι λευκόνοτοι τὴν ἀντικειμένην ὥραν." Ἡ ἐπίλυσις, ὅτι γίνονται μὲν ἐκ τοῦ νότου πρὸς τὸ πᾶν, ἀλλ’ οὐκ αἰσθανόμεθα αὐτῶν διὰ πολλὴν ἀπόστασιν, ἢ ὅτι γίνονται ἀπὸ τοῦ πρὸς ἡμᾶς νότου, ἀλλ’ ἀμυδροὶ καὶ οὐ συνεχεῖς. γίνονται δ’ ἐν τῇ ἀντικειμένῃ ὥρᾳ τῷ θέρει, τουτέστι τῷ χειμῶνι· περὶ γὰρ τὰ τέλη τοῦ χειμῶνος γίνονται μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς, ὅταν ὁ ἥλιος ἐν Ἰχθύσιν ᾖ πλησίον τοῦ Κριοῦ, ὑφ’ ὃν ἐστιν ἡ διακεκαυμένη.

“因为所谓的白南风在相反的季节产生。” 解决之道是:季风就全宇宙而言确实从南方产生,但由于距离遥远我们感知不到它们;抑或是从相对于我们的南方产生,但微弱而不连续。它们在与夏季相反的季节,即在冬季产生;因为它们在冬季末期产生,在冬至七十天后,当太阳位于双鱼座、接近白羊座时,而白羊座下方正是热带。

§2.8.19

"Διὸ λανθάνοντες ποιοῦσιν ἐπιζητεῖν." Ἀμυδροί εἰσιν οὗτοι οἱ ἐτησίαι, ὡς λανθάνειν αὐτούς, πόθεν πνέουσιν, εἴτε ἀπὸ νότου εἴτε ἀπὸ βορρᾶ.

“因此它们未被注意,从而引发探究。” 这些季风是微弱的,以致人们注意不到它们是从哪里吹来的,究竟是从南方还是从北方。

§2.8.20

"Αἴτιον δέ, ὅτι ὁ μὲν βορρᾶς ἐκ τοῦ ὑπὸ τὴν ἄρκτον πνεῖ." Ἡ ἄλλη ἐπίλυσις, ὅτι ἡμεῖς μακρὰν ὄντες τοῦ πρὸς τὸ πᾶν νότου οὐκ ἐπαισθανόμεθα τῶν ἐκεῖθεν ἐτησίων, ἀλλὰ μόνων τῶν ἀπὸ βορρᾶ γινομένων ὡς ἐγγὺς ὄντες, ἐπειδὴ πολλὴ χιὼν γίνεται ἐν τοῖς βορείοις τόποις, ἧς λυομένης αἰσθανόμεθα τῶν ἐτησίων.

“原因在于,北风吹自大熊座下方的区域。” 另一种解决之道是,我们远离全宇宙而言的南方,感知不到来自那里的季风,而只感知到来自北方的季风,因为我们距离较近;由于北方区域产生大量积雪,随着积雪融化,我们便感知到了季风。

§2.8.21

"Ὧν τηκομένων ὑπὸ τοῦ ἡλίου μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον ἢ ἐν αὐταῖς." Ἰδοὺ ἡ λέξις, ἔνθα δοκεῖ ἀντιφάσκειν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἀνωτέρω μὲν γὰρ εἶπεν, ὅτι ἐν αὐταῖς ταῖς θεριναῖς γίνεται ἡ τῆξις τῆς χιόνος, ἐνταῦθα δ’ ὅτι μετὰ τὰς θερινὰς τροπὰς μᾶλλον. ἡμεῖς δὲ διῃτήσαμεν τὸν λόγον, ὡς εἴρηται.

“当这些积雪在夏至之后比在夏至本身更多地被太阳融化时。” 看,亚里士多德似乎自相矛盾的文句就在这里。因为他在上文说积雪的融化发生在夏至本身,而在这里却说更多地发生在夏至之后。但正如已指出的那样,我们已经裁决了这一论点。

§2.8.22

"Ἔτι δ’ ἐγγὺς εἴη." Τουτέστιν ἵνα μή πως πάνυ ἀποστῇ ὁ ἥλιος τοῦ κατὰ κορυφήν, ἐπεὶ οὐκέτι οὐδὲ πνιγηρὸς ὁ ἀὴρ γίνεται, τουτέστι θερμός, οὔτε λύεται ἡ χιών.

“而且它应当仍然接近。” 这就是说,以免太阳完全离开天顶,因为那样空气便不再闷热,即不再炎热,积雪也不会融化。

§2.8.23

"Οὐ συνεχεῖς δὲ ὁμοίως πνέουσι, διότι τὰ μὲν ἐπιπολῆς καὶ ἀσθενῆ τότε ἀποκρίνεται." Ἀμυδροὶ καὶ οὐ συνεχεῖς πνέουσιν οἱ ὀρνιθίαι ἄνεμοι, τουτέστιν οἱ χειμερινοὶ ἐτησίαι, ἐπειδὴ οὐκ ἔχουσιν ὕλην πολλήν. οὔτε γὰρ πολλὴ χιὼν λύεται τηνικαῦτα ἔτι τοῦ ἀέρος ψυχροῦ ὄντος, ἀλλὰ μόνη ἡ λεπτὴ καὶ εὔλυτος.

“但它们并不同样连续地吹拂,因为表层的脆弱部分在那时被分离出来。” 候鸟风,即冬季的季风,吹得微弱且不连续,因为它们没有很多质料。因为那时空气仍然寒冷,大量积雪并未融化,只有稀薄且容易溶解的积雪融化。

§2.8.24

"Ἐπεὶ θέλει γε ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεὶ πνεῖν ἄνεμος." Διὰ τὸ μὴ εὑρίσκειν ὕλην ἀμυδροί εἰσιν οἱ νότιοι ἐτησίαι, τουτέστι διὰ τὸ μὴ λύεσθαι πολλὴν χιόνα, ἐπεί τοί γε ὅσον ἐπὶ τῷ νότῳ3 ἀεὶ πνέουσιν ἄνεμοι σφοδροί, εἰ μηδὲν εἴη τὸ κωλῦον, διὰ τὸ πολλὴν εἶναι τὴν γῆν νοτίαν καὶ ἐκ ταύτης ἀναδίδοσθαι πολὺν ἀτμόν. καὶ ὅρα, πῶς ὁ φιλόσοφος τὸ θέλειν ἐπὶ ἀψύχου λέγει.

“因为风本倾向于从那里尽可能连续不断地始终吹拂。” 由于找不到质料,南方的季风是微弱的,即由于大量积雪没有融化;然而就南方而言,如果没有阻碍,总是吹拂着猛烈的风,因为南方土地辽阔,并从中释放出大量蒸气。看哪,这位哲学家是如何对无生物使用“欲求(倾向)”一词的。

语法注3 条
  1. 2.8.15φθάνει ξηρᾶναι πρὶν γενέσθαι τὴν ἀναθυμίασιν

    动词 φθάνω 此处接不定式 ξηρᾶναι(而非更常见的补充分词),表示“抢先/提前弄干”,与后面的 πρίν 从句相呼应,指在散发物生成之前干燥作用便已先一步发生。

  2. 2.8.15κατὰ κορυφὴν γὰρ ὢν οὐ λύει ἀποστάς

    分词 ἀποστάς 与主语(太阳)一致,与 κατὰ κορυφὴν ὢν 形成对照:“处在天顶时,它不可能在远离之后才融化”,用以指出亚里士多德行文中天顶与远离这两种相反状态的字面矛盾。

  3. 2.8.24ὅσον ἐπὶ τῷ νότῳ

    ὅσον ἐπί 接与格是常见习语,意为“就……而言”或“在……方面”。此处表示限定:“就南方(或南风自身)而言”,指若无阻碍,南方本应持续吹拂猛烈的风。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:181.5-183.10