- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:179.12-181.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗针对亚里士多德《气象学》361b8–362a1,总结了风的本性以及引起其运动与停息的原因(太阳的作用),接着解释了猎户座升起前后与中介季节产生无风的原因,并探讨了季风吹拂的时间(与夏至及大犬座升起的关系)及其昼夜变化。
" Τίς μέν ἐστιν ἡ τοῦ ἀνέμου φύσις." Ἐντεῦθεν βουλόμενος λοιπὸν συμπερᾶναι τὰ περὶ τῆς ὕλης καὶ τῆς κινήσεως τῶν ἀνέμων ἀνακεφαλαιοῦται τὰ εἰρημένα καί φησιν, ὅτι εἴρηται, τίς ἡ φύσις τοῦ ἀνέμου (τουτέστιν ἡ ὕλη, ὅτι οὐκ ἀήρ ἐστι κινούμενος, ἀλλὰ καπνώδης ἀναθυμίασις), καὶ πῶς γίνεται, ὅτι τῆς καπνώδους ἀναθυμιάσεως ἀπὸ κάτωθεν ἀνιούσης μέχρι τοῦ κύκλου, μέχρι τοῦ ἀέρος καὶ ἀντωθουμένης. ἔτι δὲ αὐχμοῦ τε πέρι καὶ ἐπομβρίας εἴρηται, ὅτι ἀλλήλοις συμβάλλονται πρὸς γένεσιν καὶ φθοράν. διὰ τί τε βορέαι καὶ νότοι πλεῖστοι τῶν ἀνέμων εἰσίν, εἴρηται· ἐπειδὴ οὐκ ἐπέρχεται ὁ ἥλιος τὰ μέρη ταῦτα, οὐ θερμαίνονται· εἶτα ψυχόμενα ποιοῦσιν ὑετόν, καὶ βρεχομένης τῆς γῆς ἀναδίδοται πολὺς ἀτμός. πρὸς δὲ τούτοις καὶ περὶ τῆς φορᾶς αὐτῶν, ὅτι λοξὴν κίνησιν κινοῦνται οὐ κάτωθεν ἀρχόμενοι, ἀλλ’ ἄνωθεν, ὡς δηλοῦσι τὰ νέφη πρῶτον κινούμενα ὑπ’ αὐτῶν ἤπερ τὰ φυτά. ὁ δὲ ἥλιος καὶ τῆς στάσεως αὐτῶν ἐστιν αἴτιος ὥσπερ ἐν τῷ θέρει (ἢ μαραίνων αὐτῶν τὴν ὕλην ἢ διαφθείρων αὐτοῦ τὴν θερμότητα, ἢ ἄντικρυς ἀναλίσκεται1 ὥσπερ ἄχυρον ἐν πυρκαϊᾷ), ἀλλὰ μὴν καὶ τῆς κινήσεως. ἀνέλκων γὰρ τὴν ἐκ τῆς γῆς ὑγρότητα ποιεῖ καπνώδη ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τῶν ἀνέμων. καλῶς δ’ εἶπε συνεξορμῶν2 ἐνδεικνύμενος, ὅτι οὐ μόνον ὁ ἥλιός ἐστιν αἴτιος τοῦ ἀνέμου, ἀλλὰ καὶ ἡ γῆ, ἐξ ἧς εἰσιν οἱ ἀτμοί.
“风的本性是怎样的。” 从这里开始,他希望结束关于风的质料与运动的讨论,于是总括已述的内容,并说:风的本性(即其质料,风并非运动的空气,而是烟状散发物)是怎样的,以及它是如何产生的(即烟状散发物自下方上升至圆环、至空气处并被反推),这些都已说明。此外,关于旱灾与暴雨,也已说明它们在生成与消灭方面彼此促成。为何北风与南风在诸风中最多,也已说明:因为太阳不经过这些区域,它们便未被加热;随后受冷产生降雨,大地被浸湿时便释放出大量蒸气。除这些之外,关于它们的运行,也已说明它们做斜向运动,不是从下方开始,而是从上方开始,正如云先于植物被它们所推动所表明的那样。另一方面,太阳正如在夏季那样,也是风停息的原因(或使它们的质料衰退,或消灭其热量,抑或[质料]像柴火中的麦秆一样直接被耗尽),然而它确实也是运动的原因。因为太阳从大地吸取湿气,产生作为风之质料的烟状散发物。他出色地用“一同激发”一词来表明,不仅太阳是风的原因,产生蒸气的大地也是原因。
"Διὸ περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίνονται νηνεμίαι, καὶ μέχρι τῶν ἐτησίων καὶ προδρόμων." Ἐπειδὴ περὶ νηνεμιῶν ἐμνημόνευσεν, εἰκότως καὶ περὶ τοῦ Ὠρίωνος μνημονεύει, ὡς ἐπὶ τῆς ἐπιτολῆς αὐτοῦ γινομένης νηνεμίας, τουτέστιν ἐν τῷ ἔαρι διὰ τὸ ἤδη προδεδαπανῆσθαι τὴν ὕλην τῶν ἀνέμων ἐν τῷ χειμῶνι. καὶ φησιν, ὅτι ἐπικρατεῖ ἡ νηνεμία μέχρι τῶν προδρόμων, τουτέστι τῶν πρὸς τῶν σφοδροτάτων ἐτησίων·3 πνεόντων ἐτησίων γὰρ γίνονται οἷον προετησίαι ἄνεμοι.
“因此在猎户座升起的前后尤其产生无风,并一直持续到季风和前驱风。” 既然他提到了无风,顺理成章地也提到了猎户座,因为在它升起之时,即在春季,由于风的质料在冬季已预先耗尽而产生无风。他说,无风一直持续到前驱风,即先于最猛烈的季风的风;因为在季风吹拂之前,会产生类似前季风的风。
"Αἱ δὲ πλεῖσται καὶ ἐν ταῖς ἀνὰ μέσον ὥραις." Καὶ ἐν τῷ ἔαρι, φησί, καὶ ἐν τῷ φθινοπώρῳ γίνονται νηνεμίαι, 〈ἢ διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν, ὡς ἐν τῷ ἔαρι,〉 ἢ διὰ τὸ μήπω γεγενῆσθαι, ὡς ἐν τῷ φθινοπώρῳ. εἰ μὲν γὰρ μὴ ὑγρανθῇ ἡ γῆ, οὐ γίνεται ἀτμὸς καὶ διὰ τοῦτο οὔτε ἄνεμος.
“而且大多数[无风]也发生在中间的季节。” 他说,在春季和秋季也产生无风,〈或是由于烟状散发物已如在春季那样被耗尽,〉或是由于它尚未如在秋季那样产生。因为如果大地没有被湿润,就不会产生蒸气,因此也就不会产生风。
"Ἄκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ." Ἰδοὺ ἄτακτον λέγει τὸν Ὠρίωνα διὰ τὸ ἐν ταῖς ἀνωμάλοις ὥραις ποιεῖσθαι τὰς φάσεις καὶ ὅτι ἐπὶ πολλὰς ἡμέρας κρατοῦσιν αὐτοῦ αἱ φάσεις διὰ τὸ μέγεθος τοῦ ἄστρου.
“而猎户座似乎是不定的和棘手的。” 看,他说猎户座是不规则的,因为它的显现发生在不规则的季节,且由于该星宿的庞大,它的显现会持续许多天。
"Οἱ δ’ ἐτησίαι πνέουσι μετὰ τὰς τροπὰς καὶ Κυνὸς ἐπιτολήν." Μετῆλθεν εἰς τὸν περὶ τῶν ἐτησίων λόγον καί φησιν, ὅτι μετὰ τὰς θερινὰς τροπὰς περὶ τὴν τοῦ Κυνὸς ἐπιτολὴν πνέουσι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς. ἀλλ’ ἄτοπον λέγειν μετὰ τὰς εἴκοσιν ἡμέρας ἐν τῇ τοῦ Κυνὸς ἐπιτολῇ· οὐ γὰρ εἴκοσι μόνον εἰσὶν ἡμέραι, ἀλλὰ κε ἀπὸ τῆς τροπῆς μέχρι τῆς ἐπιτολῆς τοῦ Κυνός. ἢ ῥητέον, ὅτι διττὴ ἡ ἐπιτολή, ἡ μὲν ἀληθής, ἡ δὲ φαινομένη. ἡ μὲν οὖν ἀληθής ἐστιν ἡ σύνοδος τοῦ ἡλίου καὶ τοῦ Κυνός, ἡ δὲ φαινομένη, ὅταν ἐκφυγῇ τὰς ἡλιακὰς αὐγὰς ὁ Κύων καὶ ὀφθῇ τῇ ἡμῶν ὄψει. ἀπὸ οὖν τῆς τροπῆς μέχρι τῆς ἀληθοῦς ἐπιτολῆς εἰσιν εἴκοσιν ἡμέραι, μέχρι δὲ τῆς φαινομένης κε· κατ’ ἄμφω οὖν ἀληθές.
“季风在至点和大犬座升起之后吹拂。” 他转向关于季风的讨论,并说在夏至之后、大犬座升起前后,季风在夏至二十天后吹拂。但是在提到大犬座升起时说“二十天后”是反常的;因为从至点到大犬座升起不仅是二十天,而是二十五天。抑或应当说,升起有两种,即真实的与视见的。真实的升起是太阳与大犬座的合相,而视见的升起则是大犬座摆脱太阳的光芒并被我们的视觉所见。因此从至点到真实的升起是二十天,而到视见的升起则是二十五天;所以在两种意义上都是真实的。
"Καὶ οὔτε τηνικαῦτα ὅτε μάλιστα πλησιάζει ὁ ἥλιος, οὔτε ὅτε πόρρω." Οὔτε ὅταν ὁ ἥλιος ἐν τῷ κατὰ κορυφήν ἐστι, τουτέστιν ἐν ταῖς θεριναῖς τροπαῖς, γίνονται οἱ ἐτησίαι, οὔτε ὅταν πόρρω γένηται τοῦ κατὰ κορυφήν, οἷον ἐν Παρθένῳ, ἀλλ’ ὅταν ἀποστῇ τῆς τροπῆς κ ἢ κε μοίρας μόνον, τουτέστιν ὅταν ἐν Λέοντι γένηται.
“既非在太阳最为接近之时,亦非在其远离之时。” 在太阳位于天顶时,即在夏至时,季风既不会产生,在它远离天顶时,如在室女座时,季风也不会产生,而是在它离开至点仅二十或二十五度时,即在狮子座中时产生。
"Καὶ τὰς μὲν ἡμέρας πνέουσι, τὰς δὲ νύκτας παύονται." Ἐπεὶ ἡμέρας μὲν ἡ θερμότης λύει τὴν χιόνα, ἧς λυομένης γίνεται αὔρα ψυχρά, ἐξ ἧς οἱ ἐτησίαι γίνονται· τὴν δὲ νύκτα οὐ λύεται διὰ τὸ ψῦχος οὔτε αὔρα γίνεται.
“且它们在日间吹拂,在夜间停息。” 因为在日间热量融化积雪,随着积雪融化产生寒冷的微风,季风由此产生;而在夜间由于寒冷积雪不融化,也不产生微风。
- 2.8.8ἢ ἄντικρυς ἀναλίσκεται
在前面的两个分词从句(μαραίνων... ἢ διαφθείρων...)中,主语是太阳(ὁ ἥλιος);但在此分句中,连词 ἤ 之后使用了直陈式现在时被动语态第三人称单数动词 ἀναλίσκεται,主语在破格句中转换为了风的质料(ἡ ὕλη)。
- 2.8.8συνεξορμῶν
该分词引用并呼应了亚里士多德原文(361b14)中的动词 συνεξορμᾷ,顺应前文以太阳(ὁ ἥλιος)为主语的分词形式而用作 εἶπε 所引述的宾语。
- 2.8.9τῶν πρὸς τῶν σφοδροτάτων ἐτησίων
虽然文本中的 πρός 可能是 πρὸ τῶν 的传抄异文或讹误,但从注疏者紧接着的解释“前季风”(προετησίαι)可以清楚地看出,此处应在时间意义上理解为“先于最猛烈的季风的风”。
